×




Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ ΛΑʹ ΔΕΚΕΜΒΡΙΟΥ

Menaion - December 31

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.

__________

__________



ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμοὶ 9, 110.

Antiphon 1. Mode 2. Psalms 9, 110.

Στίχ. αʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Verse 1: I will give thanks to You, O Lord, with my whole heart; I will tell of all Your wondrous things. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. βʹ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.

Verse 2: In the council of the upright and in the assembly. Great are the works of the Lord.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. γʹ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.

Verse 3: Sought out in all things with regard to His will.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. δʹ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Verse 4: Thanksgiving and majesty are His work, and His righteousness continues unto ages of ages.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.



Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 111.

Antiphon 2. Mode 2. Psalm 111.

Στίχ. αʹ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Verse 1: Blessed is the man who fears the Lord; he will delight exceedingly in His commandments. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia.

Στίχ. βʹ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.

Verse 2: His seed shall be mighty on earth.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia.

Στίχ. γʹ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Verse 3: Glory and riches shall be in his house, and his righteousness continues unto ages of ages.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia.

Στίχ. δʹ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.

Verse 4: For the upright, light springs up in darkness.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.



Ἀντίφωνον Γʹ. Ἦχος δʹ. Ψαλμὸς 109.

Antiphon 3. Mode 4. Psalm 109.

Στίχ. αʹ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Verse 1: The Lord said to my Lord: “Sit at My right hand, until I make your enemies the footstool of Your feet.” [SAAS]

Στίχ. βʹ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.

Verse 2: The Lord shall send forth the rod of Your power from Zion.

Στίχ. γʹ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου.

Verse 3: With You is the beginning in the day of Your power, in the brightness of Your saints.

Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δʹ.

Apolytikion of the Feast. Mode 4.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. [SD]



Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

“I have begotten You from the womb before the morning star.” The Lord swore and will not repent, “You are a priest forever according to the order of Melchizedek.” Save us, O Son of God, who were born of a Virgin. We sing to You, Alleluia.



Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι. (3)

Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. [SD] (3)

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος γʹ. Αὐτόμελον.

Mode 3. Automelon.

Ἡ Παρθένος σήμερον.

Ἡ Παρθένος σήμερον, τὸν Ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι, μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δέ, μετὰ ἀστέρος ὁδοιποροῦσι· διʼ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

On this day the Virgin gives * birth to the Super-essential. * To the Unapproachable, * earth is providing the grotto. * Angels sing and with the shepherds offer up glory. * Following a star the Magi are still proceeding. * He was born for our salvation, a newborn Child, the pre-eternal God. [SD]



Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.



Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τρίτῃ τῆς ΚΗʹ Ἑβδομάδος

Tuesday of the 28th Week

Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 65.

Prokeimenon. Mode pl. 4. Psalm 65.

Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.

Let all the earth worship You and sing to You; let them sing to Your name. [SAAS]

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Verse: Shout to God, all the earth. [SAAS]

Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to Timothy.

Βʹ Τιμ 3:16 – 17; 4:1 – 4

2 Tim. 3:16 – 17; 4:1 – 4

Τέκνον Τιμόθεε, πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

Timothy, my son, all scripture is inspired by God and profitable for teaching, for reproof, for correction, and for training in righteousness, that the man of God may be complete, equipped for every good work. I charge you in the presence of God and of the Lord Jesus Christ who is to judge the living and the dead, and by his appearing and his kingdom: preach the word, be urgent in season and out of season, convince, rebuke, and exhort, be unfailing in patience and in teaching. For the time is coming when people will not endure sound teaching, but having itching ears they will accumulate for themselves teachers to suit their own likings, and will turn away from listening to the truth and wander into myths. [RSV]



Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 18.

Alleluia. Mode 1. Psalm 18.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Verse 1: The heavens declare the glory of God; the firmament shows the creation of His hands. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Verse 2: Day to day utters speech, and night to night reveals knowledge.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

(Παραληφθέν.)

(Previously skipped.)

Τῷ Σαββάτῳ τῆς ΙΔʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Saturday of the 14th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 16:10 – 15

Lk. 16:10 – 15

Εἶπεν ὁ Κύριος· ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.

The Lord said, “He who is faithful in a very little is faithful also in much; and he who is dishonest in a very little is dishonest also in much. If then you have not been faithful in the unrighteous mammon, who will entrust to you the true riches? And if you have not been faithful in that which is another’s, who will give you that which is your own? No servant can serve two masters; for either he will hate the one and love the other, or he will be devoted to the one and despise the other. You cannot serve God and mammon.” The Pharisees, who were lovers of money, heard all this, and they scoffed at him. But he said to them, “You are those who justify yourselves before men, but God knows your hearts; for what is exalted among men is an abomination in the sight of God.” [RSV]



Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἦχος αʹ.

Mode 1.

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

O my soul, magnify the ever-virgin Maid who from the curse has redeemed us. [SD]

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ * Ῥᾷον σιωπῇ· τῷ πόθῳ δὲ Παρθένε * Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους * Ἐργῶδές ἐστιν· ἀλλὰ καὶ Μήτηρ σθένος * Ὅση πέφυκεν, ἡ προαίρεσις δίδου.

Easier for us is from fear to love silence, * free of any peril as it is, O Virgin; * whereas to weave stirring hymns out of longing * in earnest, is difficult. Therefore, O Mother, * give us strength to match our volition, we pray you. [SD]



Κοινωνικόν. Ψαλμὸς 110.

Communion Hymn. Psalm 110.

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.

The Lord sent redemption to His people. [SAAS] Alleluia.



Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of “We have seen.”

Ἦχος δʹ.

Mode 4.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

Your nativity, O Christ our God, has caused the light of knowledge to rise upon the world. For therein the worshippers of the stars were by a star instructed to worship You, the Sun of Righteousness, and to know You as Orient from on high. Glory to You, O Lord. [SD]



ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.



Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the ru.Twelve Days of Christmas