×




2024

2024

Τῇ Δευτέρᾳ | Τῌ Λʹ ΔΕΚΕΜΒΡΙΟΥ

On Monday | December 30



----------

----------



Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς ΚΗʹ Ἑβδομάδος

Monday of the 28th Week

Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to Timothy.

Βʹ Τιμ 2:20 – 26

2 Tim. 2:20 – 26

Τέκνον Τιμόθεε, ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Timothy, my son, in a great house there are not only vessels of gold and silver but also of wood and earthenware, and some for noble use, some for ignoble. If any one purifies himself from what is ignoble, then he will be a vessel for noble use, consecrated and useful to the master of the house, ready for any good work. So shun youthful passions and aim at righteousness, faith, love, and peace, along with those who call upon the Lord from a pure heart. Have nothing to do with stupid, senseless controversies; you know that they breed quarrels. And the Lord’s servant must not be quarrelsome but kindly to every one, an apt teacher, forbearing, correcting his opponents with gentleness. God may perhaps grant that they will repent and come to know the truth, and they may escape from the snare of the devil, after being captured by him to do his will. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙϚʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 16th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ 12:13 – 17

Mk. 12:13 – 17

Τῷ καιρῷ ἐκείνῳ, ἀποστέλλουσι πρὸς τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.

At that time, the chief priests and scribes sent to Jesus some of the Pharisees and some of the Herodians, to entrap him in his talk. And they came and said to him, “Teacher, we know that you are true, and care for no man; for you do not regard the position of men, but truly teach the way of God. Is it lawful to pay taxes to Caesar, or not? Should we pay them, or should we not?” But knowing their hypocrisy, he said to them, “Why put me to the test? Bring me a coin, and let me look at it.” And they brought one. And he said to them, “Whose likeness and inscription is this?” They said to him, “Caesar’s.” Jesus said to them, “Render to Caesar the things that are Caesar’s, and to God the things that are God’s.” And they were amazed at him. [RSV]

__________

__________



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Λʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ.

On December 30, we commemorate the holy Martyr Anysia of Thessaloniki.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________



Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the ru.Twelve Days of Christmas