×




Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ Κʹ ΔΕΚΕΜΒΡΙΟΥ

Menaion - December 20

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου· καὶ Προεόρτια τῶν Γενεθλίων τοῦ Σωτῆρος ἡμῶν.

Memory of the Holy Hieromartyr Ignatius the God-bearer; and Forefeast of the Birth of our Savior

__________

__________



ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί.

An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here.

Ψαλμὸς 102.

Psalm 102.

Ψαλμὸς 145.

Psalm 145.



Οἱ Μακαρισμοί.

The Beatitudes.

Ἦχος αʹ.

Mode 1.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV]

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Blessed are those who mourn, for they shall be comforted. [RSV]

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Blessed are the meek, for they shall inherit the earth. [RSV]

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV]

Κανὼν Προεόρτιος.

Canon for the Forefeast.

ᾨδὴ γʹ. Ἦχος αʹ. Λίθον ὃν ἀπεδοκίμασαν.

Ode iii. Mode 1. N/M (As the Psalmist said.)

Λίθον ὃν ἀπεδοκίμασαν.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Blessed are the merciful, for they shall obtain mercy. [RSV]

Ταύτην τοῦ Χριστοῦ τὴν σάρκωσιν, γνοὺς ὁ Ἠσαΐας, Πνεύματι Ἁγίῳ, ἐμφανῶς προλέγει, Παιδίον ἐκ Παρθένου, γεννᾶται ὁ Κύριος, εἰς ἀναγέννησιν ἡμῶν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.

Perceiving by the Holy Spirit that Christ would become incarnate, Isaiah openly prophesied, that the Lord would be born as a Child from a Virgin, for our regeneration; and the government will be upon His shoulder. [GOASD]

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Blessed are the pure in heart, for they shall see God. [RSV]

Ταύτην τοῦ Χριστοῦ τὴν σάρκωσιν, γνοὺς ὁ Ἠσαΐας, Πνεύματι Ἁγίῳ, ἐμφανῶς προλέγει, Παιδίον ἐκ Παρθένου, γεννᾶται ὁ Κύριος, εἰς ἀναγέννησιν ἡμῶν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.

Perceiving by the Holy Spirit that Christ would become incarnate, Isaiah openly prophesied, that the Lord would be born as a Child from a Virgin, for our regeneration; and the government will be upon His shoulder. [GOASD]

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Blessed are the peacemakers, for they shall be called sons of God. [RSV]

Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον.

Now a star has risen from the tribe of Judah. Kings of the Orient make the journey and are anxious to reach Bethlehem, so that they may see Christ who is born in the flesh. [GOASD]

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV]

Ὕμνον πᾶσα προεόρτιον, προσαδέτω κτίσις, τῷ πρὸ ἑωσφόρου, ἐκ Πατρὸς γεννηθέντι, καὶ νῦν ἐκ τῆς Παρθένου, ἀῤῥήτως ἐκλάμποντι, καὶ τικτομένῳ σαρκικῶς, ἐν Βηθλεὲμ διʼ εὐσπλαγχνίαν πολλήν.

Let all creation sing a prefestal hymn to the One who was begotten of the Father before the morning star, and who now ineffably emerges from the Virgin, born in the flesh in Bethlehem, because of His great compassion. [GOASD]

Κανὼν Προεόρτιος.

Canon for the Forefeast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ᾨδὴ Ϛʹ. Ἦχος αʹ. Τὸν Προφήτην Ἰωνᾶν.

Ode vi. Mode 1. N/M (Imitating the inspired Prophet.)

Τὸν Προφήτην Ἰωνᾶν.

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV]

Οὐρανὸς ἐπὶ τῆς γῆς, τὸν οὐράνιον δηλοῖ, Βασιλέα διʼ ἡμᾶς, διʼ ἀστέρος φαεινοῦ, τικτόμενον, τοῖς Ἀστρολόγοις, νῦν ἐν τῇ πόλει Δαυΐδ.

With a bright star, heaven shows Astrologers that the heavenly King is born on earth for us now in the city of David. [GOASD]

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Rejoice and be glad, for your reward is great in heaven. [RSV]

Οὐρανὸς ἐπὶ τῆς γῆς, τὸν οὐράνιον δηλοῖ, Βασιλέα διʼ ἡμᾶς, διʼ ἀστέρος φαεινοῦ, τικτόμενον, τοῖς Ἀστρολόγοις, νῦν ἐν τῇ πόλει Δαυΐδ.

With a bright star, heaven shows Astrologers that the heavenly King is born on earth for us now in the city of David. [GOASD]

Δόξα.

Glory.

Ῥητορεύει καὶ βοᾷ, ὁ Προφήτης ἐμφανῶς, Οἶκος σὺ τοῦ Ἐφραθᾶ, Βηθλεὲμ ἐν ᾗ Θεός, ὀφθήσεται, ἐκ τῆς Παρθένου, σκίρτα καὶ χόρευε.

The Prophet proclaims and openly declares, “O Bethlehem, House of Ephrathah, where God will come forth from the Virgin, leap and dance for joy!” [GOASD]

Καὶ νῦν.

Both now.

Ἐν Σπηλαίῳ Βηθλεέμ, Κόρη τίκτει ἐμφανῶς, τὸν Θεὸν τὸν τοῦ παντός, Ποιητὴν καὶ ὡς βροτόν, εἱλήσασα, σπαργάνοις φάτνῃ, ἐπανακλίνει αὐτόν.

In the grotto, the Virgin physically gives birth to God the Maker of the universe. She wraps Him in swaddling clothes and lays Him in a manger. [GOASD]



Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.



Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον. Προεόρτιον.

Apolytikion. For the Forefeast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

O Bethlehem, prepare, Eden is opened unto all. * And be ready, Ephrata, for the Tree of life * has in the grotto blossomed forth from the Virgin. * Indeed her womb is shown to be spiritually * a Paradise, in which is found the God-planted Tree. * And if we eat from it we shall live, and shall not die, as did Adam of old. * Christ is born, so that He might raise up * the formerly fallen image. [SD]

Ἀπολυτίκιον. Τοῦ Ἁγίου.

Apolytikion. For the Saint.

Ἦχος δʹ.

Mode 4.

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Becoming a partner with the Apostles in way of life and successor to their thrones, O God-inspired Saint, in the active life you found an entrance to contemplation. Hence you rightly expounded the word of truth, and you shed your blood in struggling for the faith, O Hieromartyr Ignatius. Intercede with Christ our God, beseeching Him to save our souls. [SD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:



Τοῦ Μηναίου - - -

From Menaion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος γʹ. Αὐτόμελον.

Mode 3. Automelon.

Ἡ Παρθένος σήμερον.

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

On this day the Virgin Maid * goes to the grotto to give birth * to the pre-eternal Word * in an ineffable manner. * Dance for joy, all the inhabited earth, on hearing. * Glorify along with Angels and with the shepherds * Him who willed that He appear as * a newborn Child, * the pre-eternal God. [SD]



Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.



Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 115.

Prokeimenon. Grave Mode. Psalm 115.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Precious in the sight of the Lord is the death of His holy one. [SAAS]

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Verse: What shall I give back to the Lord for all He rendered to me? [SAAS]

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 10:32 – 38

Heb. 10:32 – 38

Ἀδελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

Brethren, recall the former days when, after you were enlightened, you endured a hard struggle with sufferings, sometimes being publicly exposed to abuse and affliction, and sometimes being partners with those so treated. For you had compassion on the prisoners, and you joyfully accepted the plundering of your property, since you knew that you yourselves had a better possession and an abiding one in heaven. Therefore do not throw away your confidence, which has a great reward. For you have need of endurance, so that you may do the will of God and receive what is promised. “For yet a little while, and the coming one shall come and shall not tarry; but my righteous one shall live by faith.” [RSV]



Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 131.

Alleluia. Mode 1. Psalm 131.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην.

Verse 1: O Lord, Your priests shall clothe themselves in righteousness. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Verse 2: For the Lord has chosen Zion.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἁγίου.

For the Saint.

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ 9:33 – 41

Mk. 9:33 – 41

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης λέγων· διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ Ἰησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

At that time, Jesus and his disciples came to Capernaum, and when he was in the house he asked them, “What were you discussing on the way?” But they were silent; for on the way they had discussed with one another who was the greatest. And he sat down and called the twelve; and he said to them, “If any one would be first, he must be last of all and servant of all.” And he took a child, and put him in the midst of them; and taking him in his arms, he said to them, “Whoever receives one such child in my name receives me; and whoever receives me, receives not me but him who sent me.” John said to him, “Teacher, we saw a man casting out demons in your name, and we forbade him, because he was not following us.” But Jesus said, “Do not forbid him; for no one who does a mighty work in my name will be able soon after to speak evil of me. For he that is not against us is for us. For truly, I say to you, whoever gives you a cup of water to drink because you bear the name of Christ, will by no means lose his reward.” [RSV]



Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.



Κοινωνικόν. Ψαλμὸς 73.

Communion Hymn. Psalm 73.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός. Ἀλληλούϊα.

You worked salvation in the midst of the earth, O Christ our God. [SAAS] Alleluia.



Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.



ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and the holy and glorious hieromartyr Ignatius the God-bearer, whose memory we are observing; and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.



Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις οἴνου καὶ ἐλαίου.

Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.

Εἶναι ἑορτάσιμος ἡμέρα.

It is a minor feast.