×




2024

2024

Τῇ Κυριακῇ | Τῌ ΚΔʹ ΝΟΕΜΒΡΙΟΥ

On Sunday | November 24



----------

----------



Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Κυριακῇ Εἰκοστῇ Δευτέρᾳ

Twenty-Second Sunday

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Galatians.

Γαλ 6:11 – 18

Gal. 6:11 – 18

Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Brethren, see with what large letters I am writing to you with my own hand. It is those who want to make a good showing in the flesh that would compel you to be circumcised, and only in order that they may not be persecuted for the cross of Christ. For even those who receive circumcision do not themselves keep the law, but they desire to have you circumcised that they may glory in your flesh. But far be it from me to glory except in the cross of our Lord Jesus Christ, by which the world has been crucified to me, and I to the world. For in Christ Jesus neither circumcision counts for anything, nor uncircumcision, but a new creation. Peace and mercy be upon all who walk by this rule, upon the Israel of God. Henceforth let no man trouble me; for I bear on my body the marks of Jesus. The grace of our Lord Jesus Christ be with your spirit, brethren. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακῇ Δεκάτῃ Τρίτῃ τοῦ Λουκᾶ

Thirteenth Sunday of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 18:18 – 27

Lk. 18:18 – 27

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

At that time, a man came to Jesus to put him to the test, saying, “Good Teacher, what shall I do to inherit eternal life?” And Jesus said to him, “Why do you call me good? No one is good but God alone. You know the commandments: ‘Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honor your father and mother.’” And he said, “All these I have observed from my youth.” And when Jesus heard it, he said to him, “One thing you still lack. Sell all that you have and distribute it to the poor, and you will have treasure in heaven; and come, follow me.” But when he heard this he became sad, for he was very rich. Jesus saw that he had become sad and said, “How hard it is for those who have riches to enter the kingdom of God! For it is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God.” Those who heard it said, “Then who can be saved?” But he said, “What is impossible with men is possible with God.” [RSV]

__________

__________



Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἱεραρχῶν.

For the Hierarchs.

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Philippians.

Φιλ 3:20 – 21; 4:1 – 3

Phil. 3:20 – 21; 4:1 – 3

Ἀδελφοί, ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα. Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ· ναὶ ἐρωτῶ καὶ σέ, Σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

Brethren, our commonwealth is in heaven, and from it we await a Savior, the Lord Jesus Christ, who will change our lowly body to be like his glorious body, by the power which enables him even to subject all things to himself. Therefore, my brethren, whom I love and long for, my joy and crown, stand firm thus in the Lord, my beloved. I entreat Euodia and I entreat Syntyche to agree in the Lord. And I ask you also, loyal Syzygus, help these women, for they have labored side by side with me in the gospel together with Clement and the rest of my fellow workers, whose names are in the book of life. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῶν Ἱεραρχῶν.

For the Hierarchs.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 15:17 – 16:2

Jn. 15:17 – 16:2

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

The Lord said to his disciples, “This I command you, to love one another. If the world hates you, know that it has hated me before it hated you. If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, therefore the world hates you. Remember the word that I said to you, ‘A servant is not greater than his master.’ If they persecuted me, they will persecute you; if they kept my word, they will keep yours also. But all this they will do to you on my account, because they do not know him who sent me. If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin. He who hates me hates my Father also. If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen and hated both me and my Father. It is to fulfill the word that is written in their law, ‘They hated me without a cause.’ But when the Comforter comes, whom I shall send to you from the Father, even the Spirit of truth, who proceeds from the Father, he will bear witness to me; and you also are witnesses, because you have been with me from the beginning. I have said all this to you to keep you from falling away. They will put you out of the synagogues; indeed, the hour is coming when whoever kills you will think he is offering service to God.” [RSV]

__________

__________



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΔʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος, Ἐπισκόπου Ῥώμης.

On November 24, we commemorate our father among the saints Clement, Bishop of Rome.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________



Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.