×




Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Καθʼ ἡμέραν

For a Weekday

Συμπλήρωμα Μηναίου - Τῌ ΚΒʹ ΝΟΕΜΒΡΙΟΥ

Menaion Supplement - November 22

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τῆς Εὐβοίας

Memory of St. Iakovos, Abbot of the Monastery of “Hosios Davíd”

__________

__________



ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. [GOA]

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. [GOA]

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς·

If the Lity was not sung at Vespers, sing the following:

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα. Τοῦ Ἁγίου.

Idiomela. For the Saint.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ.

Mode 1.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ ὁσίου Δαυῒδ μάνδρα, ὡς ἔχουσα ἐν κόλποις σου, ὡς χρυσίον πεπυρωμένον, τὸν σημειοφόρον τάφον, τοῦ πανευφήμου Ἰακώβου τοῦ νέου· οὗτος γὰρ ὁ μακάριος, ἐραστὴς τῆς μοναδικῆς πολιτείας γενόμενος, καὶ ἀμφιασθεὶς τὸν χιτῶνα τῆς Ἱερωσύνης, πολλοὺς ἐν τῇ ἁμαρτίᾳ κειμένους ἀνέστησε, καὶ τοῦ Χριστοῦ τῇ δυνάμει, πλῆθος σημείων ἐτέλεσε· διὸ καὶ ἡμεῖς πρὸς αὐτόν, ἱκέτιδας τείνομεν χεῖρας, καὶ θερμῶς ἀντιβολοῦμεν· θαυματουργὲ πάτερ, ἱκέτευε διηνεκῶς τὸν Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Rejoice in the Lord, O Monastery of St. David, for you are in possession of a treasure, like refined gold, the miraculous tomb of the all-lauded new Saint Iakovos. This blessed man, who was a lover of the monastic life, and who was an ordained priest, raised many people who were lying in sin; and by the power of Christ, he performed many signs and miracles. Therefore we now stretch out our hands in prayer to him, and we supplicate him fervently, “O wonder-working father, continually entreat the Lord, on behalf of your souls.” [SD]

Ἦχος βʹ.

Mode 2.

Ὑψώθης ὡς κέδρος ὑψίκομος, ἐν τῇ Μονῇ Δαυῒδ τοῦ Ὁσίου, πολλοὺς καρποὺς ἐνέγκας, πάτερ Ἰάκωβε· σὺ γὰρ τῇ σῇ χάριτι ἐξέθρεψας, τὸν λαὸν τοῦ Θεοῦ, ἐπιτελῶν σημεῖα, ἰώμενος τοὺς ἀσθενεῖς, νουθετῶν τοὺς προσερχομένους σοι, ἁγιάζων ὡς θύτης πάντας τοὺς πιστούς, ποδηγετῶν τοὺς μοναχούς, καὶ θαυμαστῶς προλέγων, τὰ πρὸς σωτηρίαν ῥήματα τοῖς ἀνθρώποις· ὅθεν Γέρον μακάριε, ἐξ αὐτῶν ὠθούμενοι λέγομεν· Ἀσκητὰ πανθαύμαστε, γενοῦ ἡμῖν ἀρωγὸς καὶ προστάτης, φυλάττων ἡμᾶς, ἀπὸ πάσης κακότητος καὶ ἐπινοίας, τοῦ ἀρχεκάκου δράκοντος.

You were exalted, like a tall cedar, in the Monastery of “Hosios Davíd”; and you produced many fruits, O father Iakovos. By the divine grace that you had, you nourished the people of God: you performed signs, you heal the sick, you counseled those who came to you, as a priest you sanctified all the faithful, you directed the monks, and you wondrously foretold to people what was needed for their salvation. And now, O blessed Elder Iakovos, with all this in mind, we say to you: “Most wonderful Ascetic, be for us a helper and defender, and preserve us from every wickedness of the dragon, that inventor of evil, who plots against us.” [SD]

Ἦχος γʹ.

Mode 3.

Ἐγώ εἰμι γῆ καὶ σποδός, πολλάκις ἔλεγες τοῖς συνοῦσί σοι, ὅσιε Ἰάκωβε· σὺ γὰρ ὤφθης τῆς ταπεινώσεως σύζυγος, ἁπλοῦς καὶ φιλάνθρωπος, καθ’ ἑκάστην ἡμέραν ἐν τῇ Μονῇ, τὰ οἰδήματα τῆς ψυχῆς θεραπεύων, τῶν προσερχομένων ἐν σοὶ μετὰ πίστεως· ἄλλων μὲν ἐν διακρίσει πολλῇ, τὴν ἀλαζονείαν ἀπέκοπτες, ἑτέρων δὲ ὡς ἔμπειρος τοῦ Χριστοῦ ἰατρὸς ἰάσω, τῆς ἁμαρτίας τὰ πολύμορφα τραύματα, τύπος γενόμενος τοῖς μονάζουσι, καὶ κοσμικοῖς ὁμοίως, οὓς τῇ σῇ χάριτι ἐνισχύεις, πρεσβεύων πρὸς τοῦτο, Ἰησοῦ τῷ Σωτῆρι, θεομακάριστε.

“I am but earth and ashes,” is what you said many times to those around you, O devout St. Iakovos. Indeed humility was your partner in life. You were simple and humane. Every day in your Monastery, you would cure the tumors of the soul of those who came to you with faith. For others, with much discernment, you amputated their conceit. And as an experienced physician of Christ, you healed the various wounds that were left by sin. You became a role model for both monastics and the laity. You prayed for them to Jesus our Savior, and you strengthened them, by the divine grace in you, O holy man blessed by God. [SD]

Ἦχος δʹ.

Mode 4.

Βίον ἔχων κηλίδων ἄμικτον, τοῦ ἁγίου Πνεύματος γέγονας καταγώγιον, καὶ ὡς ἥλιος ἤστραψας, ἐν τοῖς ἐσχάτοις χρόνοις, αὐγάζων τῆς ψυχῆς τὴν σκοτόμαιναν, πολλῶν μερόπων πανόσιε Ἰάκωβε· διὸ καὶ μετὰ θάνατον, εἰς ἀγάπης ἀντέκτισιν, ὁ τῶν ἀγαθῶν ποιητὴς Κύριος, τὸν τάφον σου ἀνέδειξεν, ἰατρεῖον ἀδάπανον, τῶν ποικίλως νοσούντων, πηγὴν χαρᾶς καὶ εὐφορίας, παιδίων ἁπαλῶν, καὶ ὡρίμων ἀνθρώπων, φυγαδευτήριον δαιμόνων, καὶ πολλῶν δωρεῶν τοῖς πιστοῖς πρόξενον· ὃν καὶ ἡμεῖς προσκυνοῦντες, σοῦ δεόμεθα, ταῖς σαῖς εὐχαῖς λυτρωθῆναι, ἐκ τῶν λυπηρῶν τοῦ βίου, καὶ τῆς πολλῆς κατηφείας, τῶν ἁμαρτιῶν ἡμῶν.

You led a life free of stain, and thus you became the dwelling of the Holy Spirit. You shone brightly, like the sun, in recent years, shining light on the darkened souls of many people, O all-devout St. Iakovos. That is why after your death, as a reward for your love, the Lord and Maker of all that is good, made your tomb to be a free clinic, for those with various illnesses. It has become a source of joy and prosperity, for young children and mature adults alike. It drives away demons, and it brings many blessings to the faithful. And now, as we venerate it, we entreat you: By your prayers, give us relief from the sorrows of life, and from the sadness resulting from our sins. [SD]

Δόξα.

Glory.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Idiomelon. Mode pl. 1.

Ἐν τῇ ταπεινώσει σου τὰ ὑψηλὰ ἐκτήσω, ὡς ἔνσαρκος ἄγγελος, πάτερ Ἰάκωβε· ἐν σοὶ γὰρ ἀνεπαύσατο τὸ ἅγιον Πνεῦμα, κατὰ τὴν φωνὴν τοῦ Κυρίου τὴν λέγουσαν, ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους· διό σε ὁ Χριστὸς ἐδόξασε, καὶ ἐν ζωῇ καὶ μετὰ θάνατον, χορηγῶν σοι τὴν ἰαματικὴν χάριν, πρὸς στήριξιν ἡμῶν τῶν ἀδυνάτων, ὃν καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

By your humility, you obtained the things on high, like an incarnate angel, O father Iakovos. The Holy Spirit rested in you, according to the word of the Lord, who said: “Upon whom will I show respect, but to the humble and the peaceful and to him who trembles at My words.” That is why Christ glorified you, both during your life and after death. He gave you the grace to heal, and to support us who are infirm. Now entreat Him earnestly, for the salvation of our souls. [SD]

Καὶ νῦν.

Both now.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

A joyous day has dawned, a most venerable feast day. For today, she who would be a virgin before childbirth, and who would remain a virgin after childbirth, is brought to the Temple. Zacharias the elder, the father of the Forerunner, rejoices and in ecstasy announces: “She has arrived, she who is anticipated by an afflicted people! She comes, as one holy, to the holy Temple, to be dedicated as the dwelling place of the King of all!” Let Joakeim the forefather be glad, and let Anna be exultant, for they offered to God the blameless Maiden, like a three-year old heifer. Μothers, rejoice with them, and virgins, leap for joy, and barren women, join in dance; for the kingdom of heaven has been opened to us, by the girl who was fore-ordained to be the Queen of all. O people everywhere, rejoice and be glad! [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. [GOA]

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος γʹ. Θείας πίστεως.

Mode 3. Your confession.

Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

The Isle of Evia today rejoices, * for it has you as its new protector. * And the holy monastery of St. David is glad, * for it possesses your tomb, O Iakovos, * our holy father. And filled with grace of God, * like a channel of the Spirit that is unstoppable, * you pour out gifts of grace every day for us. [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Πάτερ ἅγιε, εὐλόγησον.

Holy father, give the blessing!

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

ΧΟΡΟΣ (χῦμα μεθʼ ἑκάστην δέησιν)

CHOIR (intoned after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.