2024
2024
Τῇ Τρίτῃ | Τῌ ΚΘʹ ΟΚΤΩΒΡΙΟΥ
On Tuesday | October 29
----------
----------
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς
The Readings from the Regular Cycle
Ὁ Ἀπόστολος
The Epistle
Τῇ Τρίτῃ τῆς ΙΘʹ Ἑβδομάδος
Tuesday of the 19th Week
Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Philippians.
Φιλ 1:8 – 14
Phil. 1:8 – 14
Ἀδελφοί, μάρτυς μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.
Brethren, God is my witness, how I yearn for you all with the affection of Christ Jesus. And it is my prayer that your love may abound more and more, with knowledge and all discernment, so that you may approve what is excellent, and may be pure and blameless for the day of Christ, filled with the fruits of righteousness which come through Jesus Christ, to the glory and praise of God. I want you to know, brethren, that what has happened to me has really served to advance the gospel, so that it has become known throughout the whole praetorium and to all the rest that my imprisonment is for Christ; and most of the brethren have been made confident in the Lord because of my imprisonment, and are much more bold to speak the word without fear. [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Τῇ Τρίτῃ τῆς Ζʹ Ἑβδομάδος τοῦ Λουκᾶ
Tuesday of the 7th Week of Luke
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Luke.
Λκ 11:34 – 41
Lk. 11:34 – 41
Εἶπεν ὁ Κύριος· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. Ἐν δὲ τῷ λαλῆσαι αὐτὸν ταῦτα ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. ἄφρονες! οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ ἅπαντα καθαρὰ ὑμῖν ἔσται.
The Lord said, “Your eye is the lamp of your body; when your eye is sound, your whole body is full of light; but when it is not sound, your body is full of darkness. Therefore be careful lest the light in you be darkness. If then your whole body is full of light, having no part dark, it will be wholly bright, as when a lamp with its rays gives you light.” While he was speaking, a Pharisee asked him to dine with him; so he went in and sat at table. The Pharisee was astonished to see that he did not first wash before dinner. And the Lord said to him, “Now you Pharisees cleanse the outside of the cup and of the dish, but inside you are full of extortion and wickedness. You fools! Did not he who made the outside make the inside also? But give for alms those things which are within and behold, everything is clean for you.” [RSV]
__________
__________
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Stand for the reading of the Synaxarion.
Συναξάριον
Synaxarion
Τοῦ Μηναίου.
From the Menaion.
Τῇ ΚΘʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Ὁσιομάρτυρος Ἀνανστασίας τῆς Ῥωμαίας.
On October 29, we commemorate the holy monastic martyr Anastasia the Roman.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
By the intercessions of Your Saints, O God, have mercy on us. Amen.
__________
__________
Κανόνας Νηστείας
Fasting Rule
Κατάλυσις εἰς πάντα.
Fast Free: All foods allowed.