×




Βιβλία - Πηγαί

Books - Sources

Ὀκτώηχος - Ἦχος βαρύς.

Octoechos - Grave Mode.

Τῇ Δευτέρᾳ Πρωΐ

On Monday Morning

Μηναῖον - Τῌ ΙΔʹ ΟΚΤΩΒΡΙΟΥ

Menaion - October 14

Μνήμη τῶν Ἁγ. Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου· καὶ τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ποιητοῦ

Memory of the Holy Martyrs Nazarius, Gervasios, Protasius, and Celsus; and St. Cosmas the Hymnographer

__________

__________



ΟΡΘΡΟΣ

MATINS

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Ἀπολυτίκιον. Τῶν Μαρτύρων.

Apolytikion. For the Martyrs.

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Your Martyrs, O Lord, were worthily awarded by You * the crowns of incorruption, in that they contested for You our immortal God. * Since they possessed Your power, they defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at their fervent entreaties, save our souls. [SD]

Δόξα. Τοῦ Ὁσίου.

Glory. For the Devout Man.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, σοφὲ πατὴρ Κοσμᾶ, σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Guide of Orthodoxy and a sacred teacher of piety and dignity, luminary of the world, and God-inspired jewel of the episcopate, O wise father Cosmas, the Spirit’s instrument: by your teachings you enlightened all. Intercede with Christ our God for the salvation of our souls. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Χαῖρε ἡ διʼ Ἀγγέλου, τὴν χαρὰν τοῦ κόσμου δεξαμένη· χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον· χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Rejoice, O Maiden! Through an Angel you received the joy of the world! Rejoice, for you gave birth to your Creator and Lord! Rejoice, for you were counted worthy to become the Mother of Christ our God! [SD]

Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 4. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή.

The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 4. Then the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Κάθισμα Αʹ.

Kathisma I.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Κατανυκτικά.

For compunction.

Ἦχος βαρύς.

Grave Mode.

Ἔχουσα ψυχή μου τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε προσπίπτουσα, ἐν στεναγμοῖς κραυγάζουσα, τῷ ἰατρῷ ψυχῶν τε καὶ σωμάτων· Ἐλευθέρωσόν με Φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων· συναρίθμησόν με τῇ πόρνῃ, καὶ τῷ λῃστῇ καὶ τῷ τελώνῃ· καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με.

O my soul, you have the clinic of repentance. Go to it, imploring the Physician of souls and bodies, sighing and crying, “O benevolent Lord, free me from my offenses. Number me with the harlot, the publican, and the robber; and grant to me forgiveness of my transgressions, O God, and save me.” [GOASD]

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Verse: O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger.

Ἦχος βαρύς.

Grave Mode.

Τοῦ τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς πόρνης τὰ δάκρυα οὐ κέκτημαι· ἀπορῶ γὰρ ἐκ πωρώσεως, τῆς τοιαύτης διορθώσεως· ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, σῶσόν με ὡς φιλάνθρωπος.

I have not aspired to the publican’s repentance, nor have I acquired the tears of the harlot. Because of my indifference, I have no such amendment. So I implore You, O benevolent Lord, save me, by Your tender mercy, O Christ God. [GOASD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος βαρύς.

Grave Mode.

Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταῖς ἄνω δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοῖς πιστῶς σε δοξάζουσι.

O Virgin Theotokos, join the Powers on high, importuning your Son to grant forgiveness of offenses, before the end, to us who faithfully glorify you. [SD]

Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 5. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς·

The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 5. There is no litany, but immediately the following:

ΧΟΡΟΣ

CHOIR

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Κάθισμα Βʹ.

Kathisma II.

Κατανυκτικά.

For compunction.

Ἦχος βαρύς.

Grave Mode.

Ὁ τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ τελώνου τὰ πταίσματα, ἐν στεναγμῷ συγχωρήσας, φιλάνθρωπε Κύριε ἐλέησόν με.

O Lord, You washed away Peter’s denial with his tears, and You forgave the Publican’s sins when he sighed. O benevolent Lord, have mercy on me. [GOASD]

Στίχ. Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

Verse: Look upon me and have mercy on me.

Ἦχος βαρύς.

Grave Mode.

Ἑτοιμάζου ψυχή μου ἐν τῇ ζωή σου, πρὸς τὴν μέλλουσαν ζωὴν μὴ ταραχθῆναι· ἐκεῖ γὰρ οὐδεὶς ὁ βοηθῶν, οὐ πλοῦτος οὐ δύναμις, οὐ φίλοι οὐκ ἄρχοντες, ἀλλʼ ἡ τῶν ἔργων ἐπίδειξις, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία.

O my soul, in this life prepare yourself for the life to come, lest you be troubled. For in that place, nothing can help you, not wealth, nor power, not friends, nor powerful people; nothing, except the evidence of your works and the benevolence of our God. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος βαρύς.

Grave Mode.

Τιμιωτέρα τῶν ἐνδόξων Χερουβεὶμ ὑπάρχεις, Παναγία Παρθένε· ἐκεῖνα γὰρ τὴν θείαν μὴ φέροντα ἔλλαμψιν, πτέρυξι κεκαλυμμένῳ προσώπῳ, τὴν λειτουργίαν ἐπιτελοῦσιν· αὐτὴ δὲ σεσαρκωμένον τὸν Λόγον, αὐτόπτως ὁρῶσα φέρεις· ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

O all-holy Virgin, you are higher in honor than the glorious Cherubim. For they are unable to endure the radiance of God, and so they cover their faces with their wings, as they perform their ministry. But you yourself are holding and beholding God the Logos incarnate. We pray you never cease imploring Him on behalf of our souls. [GOASD]

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Κάθισμα Γʹ.

Kathisma III.

Κατανυκτικά.

For compunction.

Ἦχος βαρύς.

Grave Mode.

Ὁ τοῦ Πέτρου προσδεξάμενος τὰ δάκρυα, καὶ τελώνην στενάξαντα ἐκ βαθέων δικαιώσας, κᾀμὲ ἐν μετανοίᾳ προσπίπτοντα, οἰκτείρησον Σωτὴρ καὶ σῶσόν με.

O Lord, You accepted Peter’s tears, and You justified the Publican when he sighed from deep within. I likewise come to You in repentance, and I pray: Take pity on me, O Savior, and save me. [SD]

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Verse: God is wondrous in His saints.

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος βαρύς.

Grave Mode.

Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων, δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.

O Saints, we pray you to intercede for us, that we be granted forgiveness for our offenses, and that we be delivered form impending evils and from bitter death. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος βαρύς.

Grave Mode.

Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

You have surpassed the Powers of heaven, for you have become the Temple of God, O blessed Theotokos, by giving birth to Christ, the Savior of our souls. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Κοντάκιον.

Kontakion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ. Χορὸς ἀγγελικός.

Mode 1. In heaven be amazed.

Χορὸς ἀγγελικός.

Μαρτύρων τοῦ Χριστοῦ, τὴν τετράριθμον δόξαν, ὑμνήσωμεν πιστοί, εὐφημίαις ᾀσμάτων, Ναζάριον Προτάσιον, καὶ Γερβάσιον Κέλσιον· οὗτοι ἤθλησαν μέχρι τομῆς καὶ θανάτου· οὗτοι στέφανον, τῆς ἀφθαρσίας λαβόντες, αἰτοῦσι σωθῆναι ἡμᾶς.

Believers, let us sing hymns extolling that foursome, * the pride and joy of Christ’s holy Martyrs, and praise them, * Nazarius, Protasius, Celsus and Gervasius. * They competed to the point of death by beheading. * Now that they received the indestructible halo, * they pray that our souls be saved. [SD]

Ὁ Οἶκος.

Oikos.

Τῶν ἀθλοφόρων τὴν ἄθλησιν, τὰ παλαίσματα, καὶ τὸν ἔνδοξον θάνατον, δεῦτε φιλέορτοι ἅπαντες, ὕμνοις ἐγκωμίων καὶ ᾠδαῖς εὐφημήσωμεν, τὴν τετράριθμον φάλαγγα, τὸν σοφὸν Προτάσιον, σὺν τούτῳ Γερβάσιον, καὶ τὸν θεῖον Ναζάριον, ἅμα Κελσίῳ τῷ θεηγόρῳ, καὶ νέῳ πεφηνότι· ὅτι πᾶσαν τῶν Ἑλλήνων ἀπετέφρωσαν μανίαν, καθομολογοῦντες τὸν Χριστόν, Θεὸν μέγαν, πρὸ αἰώνων βασιλεύοντα σὺν Πατρὶ καὶ Πνεύματι· νῦν δὲ μετὰ θάνατον, αἰτοῦσι σωθῆναι ἡμᾶς.

Come, all you fans of feast days, and with poems and hymns of praise, let us extol that troop of four holy Martyrs: wise Protasius, and St. Gervasius, divine Nazarius, and Celsus that young preacher of God. As they confessed Christ to be great, God, and ruling with the Father and the Spirit before the ages, they reduced to ashes the fury of the pagans. And now, since their death, they pray that our souls be saved. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΔʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου καὶ Κελσίου.

On October 14, we commemorate the holy Martyrs Nazarius, Gervasius, Protasius and Celsius.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος δʹ.

Ode viii. Heirmos. Mode 4.

Λυτρωτὰ τοῦ παντός.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

O almighty Redeemer of all the world, * You came down in the midst of the furnace fire, * and You bedewed those pious men, * and You taught them to sing praise, * “O all you works, to the Lord sing * a hymn as you bless the Lord.” [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος δʹ.

The Magnificat. Mode 4.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Ὁ Εἱρμός. Ἦχος δʹ.

Heirmos. Mode 4.

Εὕα μὲν τῷ τῆς παρακοῆς.

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν.

Because of the malady of disobedience, Eve received the curse within herself. * But you, O Virgin Theotokos, have blossomed forth the blessing to all the world, * by means of the One who sprang from your pregnancy. * And therefore you do we all magnify. [SD]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Ἐξαποστειλάριον τῆς ἡμέρας. Τῶν Ἀσωμάτων.

Exaposteilarion of the Day. For the Angels.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Mode 2. O Women, hearken.

Γυναῖκες ἀκουτίσθητε.

Ἀρχάγγελοι καὶ Ἀγγελοι, Ἀρχαὶ καὶ Κυριότητες, Δυνάμεις, καὶ Ἐξουσίαι, καὶ Θρόνοι πολυόμματα, τὰ Χερουβείμ, καὶ Σεραφείμ, ἅμα τὰ ἑξαπτέρυγα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

We pray to you, O Archangels * and Angels, Principalities, * Authorities and Dominions, * and Thrones, and you the Cherubim * with many eyes, as well as you * the six-winged Seraphim, entreat * and intercede on our behalf, * that we be rescued from peril * and from everlasting hell fire. [SD]

Τῶν Μαρτύρων.

For the Martyrs.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ. Τῶν Μαθητῶν ὁρώντων σε.

Mode 2. With the disciples.

Τῶν Μαθητῶν ὁρώντων σε.

Τὴν τετρακτὺν χορείαν τῶν ἀθλοφόρων, Ναζάριον Γερβάσιον σὺν Κελσίῳ, ὕμνοις ἐγκωμίων καταστέψωμεν, καὶ τὸν κλεινὸν Προτάσιον· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ Θεῖον.

Let us extol that foursome of holy Martyrs, * Nazarius, Gervasius, and young Celsus, * and also glorious St. Protasius. * Let us crown them with hymns of praise. * They pray to God and implore Him, * that on the world He have mercy. [SD]

Τοῦ Ἁγ. Κοσμᾶ.

For St. Cosmas.

Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Mode 2. Let us in faith.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ὑμνῳδιῶν ἐν κάλλεσι, τῆς ἡδίστης σου γλώττης, καὶ θεοφθόγγοις ᾄσμασι, τὴν ἁγνὴν καὶ παρθένον, ἀνύμνησας Θεοτόκον, ἀληθῶς καὶ κυρίως· μεθʼ ἧς Κοσμᾶ θεόληπτε, παρεστὼς τῇ Τριάδι, σοῦ μιμητήν, κατὰ νοῦν καὶ πρᾶξιν καὶ θεωρίαν, κἀμὲ γενέσθαι πρέσβευε, ἱερώτατε Πάτερ.

You have extolled the Virgin pure * Theotokos with beauty: * hymns rolling off your sweetest tongue, * divine words set in meter, saying that God was born of her * literally and truly. * Standing now near the Trinity * with her, O god-inspired devout Cosmas, * by your intercessions, O holy Father, * grant me to be like you in thought, * action, and contemplation. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Οἱ Αἶνοι. (διαβαστά)

Lauds. (read)

Ψαλμὸς ΡΜΗʹ (148).

Psalm 148.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS]

Ψαλμὸς ΡΜΘʹ(149).

Psalm 149.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS]

Ψαλμὸς ΡΝʹ (150).

Psalm 150.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα.

Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας.

Stand for the reading of the Doxology.

Δοξολογία (διαβαστά)

Doxology (read)

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our morning prayer to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ· Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.

Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα. Τοῦ Ὁσίου.

Aposticha. For the Devout Man.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.

Mode 1. For all the powers of heaven.

Τῶν οὐρανίων ταγμάτων.

Ὁ παμφαέστατος λύχνος, καὶ τηλαυγέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων, πᾶσιν ἡμῖν, τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας καὶ διʼ αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.

He is a lamp of divine light * that brightly shines far and wide; * he is a tuneful lyre, * the harp string of the Spirit, * articulating God’s holy words. Now for us * he has set forth a joyous feast * of his inspired hymnography, and thereby * he makes us, the godly-minded, rejoice. [SD]

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Verse: Precious in the sight of the Lord is the death of His holy one. [SAAS]

Ὁ μουσουργέτης ἡ λύρα, τοῦ Θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας, ᾄδει τερπνῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν θεοπνεύστοις τοῖς ὕμνοις δοξολογεῖν, τὴν Τριάδα τὴν ὑπέρθεον.

He is the all-holy Spirit’s harp and hymnographer, * the songbird and cicada * of divine songs and poems, * the Church’s clarinet. He delightfully sings * and he teaches the universe * through hymns divinely inspired to glorify * the divine all-holy Trinity. [SD]

Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Verse: What shall we give back to the Lord for all He rendered to us? [SAAS]

Σὺν ταῖς ἀΰλοις οὐσίαις, ὡς παριστάμενος, τῷ τῶν ἁπάντων Κτίστῃ, καὶ Θεῷ θεῖε Πάτερ, Κοσμᾶ τῶν ἐκτελούντων, μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ παντοίων περιστάσεων.

Standing near God the Creator of all, along with hosts * of immaterial beings, O divine holy Father * Cosmas, commemorate us to Him as we keep * your most luminous feast today, * and pray that He will deliver us from all harm * and disaster and catastrophe. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Δαυϊτικοῖς ᾄσμασι, τὸν πνευματικόν ᾀσματογράφον, εὐφημήσωμεν λέγοντες· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου ὅσιε Πάτερ, καὶ ἀνεδείχθη ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφοῦσα ἡμῖν μέλη τὰ σωτήρια, διʼ ὧν τὴν κατὰ Χριστὸν οἰκονομίαν, καὶ τῆς Ἁγίας Τριάδος τὸ μέγα μυστήριον, ᾀσματικῶς δοξολογεῖν διδασκόμεθα, αἰτούμενοι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Let us extol in song that spiritual songwriter, using the words of the psalm-writer David. “Grace was poured out on your lips, O devout Father, and your tongue became the pen of a swift-writing scribe, beautifully composing for us the songs of salvation. Through them we have been taught how to glorify in song the saving plan of Christ and the great mystery of the Holy Trinity, as we entreat that great mercy be given to our souls.” [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου.

Mode pl. 4. What a paradoxal.

Ὢ τοῦ παραδόξου.

Ἤθη τὰ μακρὰν ποιοῦντά με, τοῦ ἀγαθοῦ σου Υἱοῦ, Ἀγαθὴ καὶ Πανάμωμε, πόῤῥωθι ἀπέλασον, τῆς ἀθλίας καρδίας μου, καὶ τὸν ζητοῦντα καὶ ὠρυόμενον, καταπιεῖν με κάκιστον λέοντα, ὄφιν τὸν δόλιον, σκολιὸν καὶ δράκοντα, τὸν πονηρόν, σύντριψον τῷ κράτει σου, ὑπὸ τοὺς πόδας μου.

From my wretched heart expel my bad habits that keep me far * from your good Son, my Savior Christ, * O all-blameless and all-good * Theotokos, I humbly pray. * And by the power that He has given you, * frustrate the crafty serpent who watches me, * that wicked lion who * roams about and seeks to swallow me alive, * that crooked infernal snake; crush him beneath my feet. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον. Τῶν Μαρτύρων.

Apolytikion. For the Martyrs.

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Your Martyrs, O Lord, were worthily awarded by You * the crowns of incorruption, in that they contested for You our immortal God. * Since they possessed Your power, they defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at their fervent entreaties, save our souls. [SD]

Δόξα. Τοῦ Ὁσίου.

Glory. For the Devout Man.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, σοφὲ πατὴρ Κοσμᾶ, σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Guide of Orthodoxy and a sacred teacher of piety and dignity, luminary of the world, and God-inspired jewel of the episcopate, O wise father Cosmas, the Spirit’s instrument: by your teachings you enlightened all. Intercede with Christ our God for the salvation of our souls. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Rejoice, O Gate of the King of glory! Only the Most High passed through you, and you alone He preserved sealed, for the salvation of our souls. [SD]

(Παραλείπεται ἡ ἐκτενής.)

(The “ektenia” litany has been omitted.)

ΙΕΡΕΥΣ· Σοφία.

PRIEST: Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ· Εὐλόγησον.

READER: Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Εἶτα τό· «Δεῦτε προσκυνήσωμεν…» καὶ τὴν Πρώτην Ὥραν.

Then we begin the First Hour, saying: “Come let us worship…”

ἤ·

or:

Dismissal

Dismissal

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῶν ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου, καὶ τοῦ ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and the holy Martyrs Nazarius, Gervasios, Protasius, and Celsus; and St. Cosmas the Hymnographer, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Conclusion, i.e. “Through the prayers…”

Conclusion, i.e. “Through the prayers…”

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.