2024
2024
Τῇ Παρασκευῇ | Τῌ ΙΑʹ ΟΚΤΩΒΡΙΟΥ
On Friday | October 11
----------
----------
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς
The Readings from the Regular Cycle
Ὁ Ἀπόστολος
The Epistle
Τῇ Παρασκευῇ τῆς ΙϚʹ Ἑβδομάδος
Friday of the 16th Week
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Ephesians.
Εφ 1:7 – 17
Eph. 1:7 – 17
Ἀδελφοί, ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.
Brethren, we have redemption through the blood of Christ, the forgiveness of our trespasses, according to the riches of his grace which he lavished upon us. For he has made known to us in all wisdom and insight the mystery of his will, according to his purpose which he set forth in Christ as a plan for the fullness of time, to unite all things in him, things in heaven and things on earth. In him, according to the purpose of him who accomplishes all things according to the counsel of his will, we who first hoped in Christ have been destined and appointed to live for the praise of his glory. In him you also, who have heard the word of truth, the gospel of your salvation, and have believed in him, were sealed with the promised Holy Spirit, which is the guarantee of our inheritance until we acquire possession of it, to the praise of his glory. For this reason, because I have heard of your faith in the Lord Jesus and your love toward all the saints, I do not cease to give thanks for you, remembering you in my prayers, that the God of our Lord Jesus Christ, the Father of glory, may give you a spirit of wisdom and of revelation in the knowledge of him. [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Τῇ Παρασκευῇ τῆς Δʹ Ἑβδομάδος τοῦ Λουκᾶ
Friday of the 4th Week of Luke
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Luke.
Λκ 9:12 – 18
Lk. 9:12 – 18
Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα· ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
At that time, the twelve came to Jesus and said to him, “Send the crowd away, to go into the villages and country round about, to lodge and get provisions; for we are here in a lonely place.” But he said to them, “You give them something to eat.” They said, “We have no more than five loaves and two fish — unless we are to go and buy food for all these people.” For there were about five thousand men. And he said to his disciples, “Make them sit down in companies, about fifty each.” And they did so, and made them all sit down. And taking the five loaves and the two fish he looked up to heaven, and blessed and broke them, and gave them to the disciples to set before the crowd. And all ate and were satisfied. And they took up what was left over, twelve baskets of broken pieces. Now it happened that as he was praying alone his disciples were with him. [RSV]
__________
__________
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου
The Readings for the Commemoration
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου τοῦ Διακόνου, καὶ τοῦ Ὁσίου Θεοφάνους τοῦ Γραπτοῦ
Memory of the Holy Apostle Philip the Deacon, and St. Theophanes the Inscribed
Ὁ Ἀπόστολος
The Epistle
Τοῦ Ἀποστόλου.
For the Apostle.
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.
The reading is from the Acts of the Apostles.
Πραξ 8:26 – 39
Acts 8:26 – 39
Ἐν ταῖς ἡμέραις ἐκείναις, ῎Αγγελος Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
In those days, an angel of the Lord said to Philip, “Rise and go toward the south to the road that goes down from Jerusalem to Gaza.” This is a desert road. And he rose and went. And behold, an Ethiopian, a eunuch, a minister of the Candace, queen of the Ethiopians, in charge of all her treasure, had come to Jerusalem to worship and was returning; seated in his chariot, he was reading the prophet Isaiah. And the Spirit said to Philip, “Go up and join this chariot.” So Philip ran to him, and heard him reading Isaiah the prophet, and asked, “Do you understand what you are reading?” And he said, “How can I, unless some one guides me?” And he invited Philip to come up and sit with him. Now the passage of the scripture which he was reading was this: “As a sheep led to the slaughter or a lamb before its shearer is dumb, so he opens not his mouth. In his humiliation justice was denied him. Who can describe his generation? For his life is taken up from the earth.” And the eunuch said to Philip, “About whom, pray, does the prophet say this, about himself or about some one else?” Then Philip opened his mouth, and beginning with this scripture he told him the good news of Jesus. And as they went along the road they came to some water, and the eunuch said, “See, here is water! What is to prevent my being baptized?” And he commanded the chariot to stop, and they both went down into the water, Philip and the eunuch, and he baptized him. And when they came up out of the water, the Spirit of the Lord caught up Philip; and the eunuch saw him no more, and went on his way rejoicing. [RSV]
__________
__________
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Stand for the reading of the Synaxarion.
Συναξάριον
Synaxarion
Τοῦ Μηναίου.
From the Menaion.
Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
On October 11, we commemorate the holy Apostle Philip, one of the seven Deacons.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
By their holy intercessions, O God, have mercy on us. Amen.
__________
__________
Κανόνας Νηστείας
Fasting Rule
Νηστεία.
Strict: Refrain from meat, fish, oil, dairy, and eggs.
Εἶναι Τετάρτη ἢ Παρασκευή.
It is a Wednesday or Friday.