×




Συμπλήρωμα Μηναίου

Menaion Supplement

Ἡ Ἁγία Σκέπη τῆς Θεοτόκου

Holy Protection of the Theotokos



ΕΣΠΕΡΙΝΟΣ

VESPERS

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Καθʼ ὃν δὲ χρόνον ἀναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομένας εὐχὰς τοῦ Λυχνικοῦ.

While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers.



ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ.

Stand for the reading of the Introductory Psalm.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ἀναγινώσκεται ἡ πρώτη στάσις τοῦ 1ου Καθίσματος τοῦ Ψαλτηρίου. Γίνεται καὶ μικρὰ Συναπτή.

The first stanza of Kathisma 1 of the Psalter may be read, followed by the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος αʹ.

Mode 1.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.”

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication.

Κρύψε Στιχολογίαν

Hide Stichologia



Στιχηρὰ τῆς Θεοτόκου.

Stichera for the Theotokos.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ. Ὢ τοῦ παραδόξου θαύματος.

Mode 1. Marvel at the wondrous paradox.

Ὢ τοῦ παραδόξου θαύματος.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας· Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοῦ πιστῶς σε μεγαλύνοντος.

Marvel at the wondrous paradox! * The pure Mother of God, like a glowing cloud of light, * extends her holy protection on us every day; * and famously she protects, * with her maternal awareness and grace from God, * from enemies and assaults * all who rely on her aid and who sing to her, * “We salute you, Lady full of grace: O rejoice! You are the help * and protection, O Virgin, of the faithful who magnify you.” [GOASD]

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἤπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν· ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχομένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι.

Oh! So impressive are your miracles! * You were seen, O Lady, taking off your holy veil * and wondrously covering with it the Queen City; * and presently it was clear * that you, O Virgin, had saved all the Christians there * from looming foreign attack, * by grace divine in your glowing protective veil. * Therefore we commemorate this, * and we celebrate with hymns, * to extol you and thank you * for your many splendid miracles. [GOASD]

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου· ἀρχῆθεν γὰρ συμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τὰς χάριτας.

We know, O Lady, you care for us * as a Christian people. We proclaim it far and wide. * We praise and extol your motherly concern for us. * You placed us under your own * direct protection from time immemorial. * With pity you let us all * define ourselves as your people and chosen flock. * Therefore we salute you, Maiden * full of grace, and sing, “Rejoice!” * magnifying the graces * of your God-given protective veil. [GOASD]

Ἕτερα Στιχηρά.

Additional Stichera.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος δʹ. Ὡς γενναῖον ἐν Μάρτυσι.

Mode 4. To a brave one.

Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα· ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος.

We commemorate festively * your protection, O Virgin pure, * and we magnify your sublime benevolence. * In every age you deliver us, * your people, from dire straits * and from enemy attacks. * You provide your abundant grace every day to us, * who extol your magnificence and glory, O all-holy Theotokos, * and the extent of your miracles. [GOASD]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Θαυμαστῶς πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου, πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης, τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν.

You invisibly laid your veil * of protection and wondrously * rescued the imperial capital of old. * And even now you are visibly * protecting us, guarding us, * all-pure one; and you keep * us your people throughout the world * free from all distress. * So we sing hymns in praise of your protection and its benefits, O Virgin, * and your perpetual help and aid. [GOASD]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθεάμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου χρηστότητα, ἐδοξάσαμεν· ὅτι σῴζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσι.

We have heard and are well aware * and have witnessed it many times * in amazing miracles right before our eyes, * that your all holy protection is indeed real, O Virgin pure. * Singing hymns with ardent tears, * we have glorified your immense goodness shown to us. * For you rescue us when we are in danger, and you give us joy and gladness * when we are troubled and suffering. [GOASD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστηρίους ᾄδων σοι ᾠδάς· Σὺ γάρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τὰς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν· Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σου.

Today, we your faithful people, whom you declared to be a holy nation expressly alloted to you, celebrate the grace of your holy protection, O Theotokos, and we sing you songs of gratitude. You have worked wonderful and marvelous miracles among us, not only in preceding generations, but also now; for you protect us and guide us, and you have rescued us from enemies assailing us; and you have filled our souls with gladness. So we acknowledge your grace, and as we run to your radiant protection, we fervently sing to you: O Queen of all, till the end of time, protect us who wholeheartedly call out to you. [GOASD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Εἴσοδον.

Stand for the Entrance.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ

ENTRANCE PRAYER

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

In the evening, in the morning, and at midday, we praise You, we bless You, we give thanks to You, and we pray to You, Master of all, benevolent Lord. Let our prayer be set forth before You as incense. Incline not our hearts to evil words or thoughts, but deliver us all from those who pursue our souls. For our eyes, O Lord, O Lord, are toward You, and in You we hope. Leave us not embarrassed, O our God.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΚΛΗΡΟΣ ΚΑΙ ΛΑΟΣ

CLERGY AND PEOPLE

Ἦχος βʹ.

Mode 2.

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας προκείμενον.

The evening Prokeimenon!

ΧΟΡΟΣ

CHOIR

Προκείμενον. Ἦχος πλ. δʹ.

Prokeimenon. Mode pl. 4.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. (δίς)

Behold now, bless the Lord, all you servants of the Lord. [SAAS] (2)

Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Verse: Who stand in the house of the Lord, in the courts of the house of our God.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

Behold now, bless the Lord, all you servants of the Lord.

Τὰ Ἀναγνώσματα

The Readings

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀριθμῶν τὸ ἀνάγνωσμα.

The reading is from the book of Numbers.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Αρ θʼ 15 – 23

Nm 9:15 – 23

Καὶ ἐγένετο τῇ ἡμέρᾳ ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλῃ τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου. Καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί. Οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐν τῷ τόπῳ οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ. Διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. Καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ. Καὶ οὐ μὴ ἑξάρωσι. Καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφʼ ἑσπέρας ἕως πρωὶ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἡ νυκτός. Μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπʼ αὐτῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν. Ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι. Τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

Now on the day the tabernacle was raised up, the cloud covered the tabernacle, the house of the testimony; from eventide until morning it was on the tabernacle, like the form of fire. So it was always: the cloud covered it by day and the form of fire by night. Whenever the cloud ascended from the tabernacle, after that the children of Israel broke camp; and in the place where the cloud stood, there the children of Israel made camp. At the command of the Lord the children of Israel would make camp, and at the command of the Lord they would break camp. All the days the cloud overshadowed the tabernacle, the children of Israel would encamp. Even when the cloud would continue many days on the tabernacle, the children of Israel would obey God’s orders, and not break camp. So it would be, whenever the cloud would overshadow the tabernacle a number of days, at the voice of the Lord they would encamp, and at the command of the Lord they would break camp. So it would be, when the cloud would continue from eventide until morning, and the cloud would ascend in the morning, then they would break camp; and if the cloud would continue a day or a night, or a month, or an abundance of days overshadowing it, the children of Israel would encamp and not break camp. At the command of the Lord they would break camp, and at the command of the Lord by the hand of Moses they would obey the Lord’s orders. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα.

The reading is from the book of Exodus.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Έξ μʹ 15 – 32

Ex 40:15 – 19, 22 – 32

Ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευτέρῳ ἔτει, ἐκπορευομένων τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, νουμηνία ἐστάθη ἡ σκηνή. Καὶ ἔστησε Μωυσῆς τὴν σκηνήν, καὶ ἐπέθηκε τὰς κεφαλίδας, καὶ διενέβαλε τοὺς μοχλούς, καὶ ἔστησε τοὺς στύλους. Καὶ ἐξέτεινε τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπʼ αὐτὴν ἄνωθεν, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν. Καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτόν, καὶ εἰσήνεγκε τὴν κιβωτὸν εἰς τὴν σκηνήν, καὶ ἐπέθηκε τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασε τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἐπέθηκε τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, τὸ πρὸς Βοῤῥᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς. Καὶ προσέθηκεν ἐπʼ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον. Καὶ ἐπέθηκε τοὺς λύχνους αὐτῆς ἔναντι Κυρίου, ὂν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ ἔθηκε τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος, καὶ ἐθυμίασεν ἐπʼ αὐτοῦ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ. Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκε παρὰ τὰς θύρας τῆς σκηνῆς. Καὶ ἔστησε τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. Καὶ συνετέλεσε Μωυσῆς πάντα τὰ ἔργα. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ δόξης Κυρίου ἐπλήσθη ἡ σκηνή. Καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπʼ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή. Ἡνίκα δʼ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν. Εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη. Νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας, καὶ πῦρ ἦν ἐπʼ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.

Then it came to pass in the first month of the second year after their departure from Egypt, on the first day of the month, the tabernacle was set up. So Moses set up the tabernacle, placed the capitals, inserted the bars, and set up the posts. He spread out the curtains over the tabernacle and put the veil of the tabernacle on it above, as the Lord commanded Moses. Then he took the testimonies, put them into the ark, and inserted the poles under the ark. He then brought the ark into the tabernacle, hung up the veil of the covering, and partitioned off the ark of the testimony, as the Lord commanded Moses. Then he put the lampstand in the tabernacle of testimony, on the south side of the tabernacle; and he placed its lamps before the Lord, as the Lord commanded Moses. He also put the gold altar in the tabernacle of testimony in front of the veil; and he burned the incense compound on it, as the Lord commanded Moses. Then he put the altar of burnt offering before the doors of the tabernacle. He also set up the court all around the tabernacle and the altar. So Moses finished all the work. Then the cloud covered the tabernacle of testimony, and the tabernacle was filled with the Lord’s glory. But Moses was not able to enter the tabernacle of testimony because the cloud overshadowed it, and the glory of the Lord filled the tabernacle. Whenever the cloud ascended from the tabernacle, the children of Israel prepared to depart with their belongings. But if the cloud did not ascend, they did not prepare to depart until the cloud ascended. For before all Israel, throughout all their journeys, the cloud was above the tabernacle by day, and fire was over it by night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Ezekiel.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ιεζ 43:27 – 44:4

Ezk 43:27 – 44:4

Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Thus says the Lord: “When they have completed these days, then from the eighth day onward the priests shall offer upon the altar your burnt offerings and your peace offerings; and I will accept you, says the Lord God.” Then he brought me back to the outer gate of the sanctuary, which faces east; and it was shut. And the Lord said to me, “This gate shall remain shut; it shall not be opened, and no one shall enter by it; for the Lord, the God of Israel, shall enter by it; therefore it shall remain shut. Only the prince shall sit in it to eat bread before the Lord; he shall enter by way of the vestibule of the gate, and shall go out by the same way.” Then he brought me by way of the north gate to the front of the temple; and I looked, and behold, the glory of the Lord filled the house of the Lord. [SAAS]

Η ΕΚΤΕΝΗΣ

LITANY OF FERVENT SUPPLICATION

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord, Ruler of all, God of our fathers, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Again we pray for pious and Orthodox Christians.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Again we pray for our Archbishop (name).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Again we pray for our brethren: the priests, the hieromonks, the deacons, the monastics, and all our brotherhood in Christ.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς.

Stand for the reading of prayer.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )

O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. [HC] ( Amen. )

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ· Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who inclined the heavens and came down for the salvation of humankind, look upon Your servants and Your inheritance; for they have bowed their heads and bent their necks to You, the fearsome yet compassionate Judge, not expecting human help, but awaiting Your mercy and anticipating Your salvation. Guard them at all times, this evening and the coming night, from every enemy, from all demonic activity against them, from unprofitable reflections, and from wicked thoughts.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed and glorified be the majesty of Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Ἡ Λιτὴ καὶ Ἀρτοκλασία.

Litany and Blessing of Loaves.

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελον Αʹ.

Idiomelon 1.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ.

Mode 1.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου· ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τὰς φάλαγγας ἐκτρέπει. Ὅθεν τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

Rejoice in the Lord, O Christians in Greece and everywhere! For you are protected under the veil of protection of the all-lauded Theotokos. As the Mother of the never-setting light, she invisibly extends her protection, which is like the bright cloud, and she surrounds you and protects you on every side; she repels all enemy forces, both visible and invisible, that come against you. So proclaim with a resounding voice the grace that has been given you, and loudly sing the praises of the Virgin who protects you: “Rejoice, Mary full of grace! The Lord is with you. He is our God who grants the world the great mercy.” [GOASD]

Ἰδιόμελον Βʹ.

Idiomelon 2.

Ἦχος βʹ.

Mode 2.

Ὡς ὑπέρλαμπρος ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλʼ ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα.

You were mystically seen as a magnificent Queen by devout St. Andrew, O Theotokos, in your most famous church in Constantinople, when you unfurled your veil and covered the capital. And you have filled us with joy, because you also help us effectively. We pray you, all-lauded Virgin, our protection and help, keep us Christians unharmed by any plots against us. [GOASD]

Ἰδιόμελον Γʹ.

Idiomelon 3.

Ἦχος γʹ.

Mode 3.

Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον· νῦν δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι προστρέχοντα· καὶ τοῦτο ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, διʼ ἐμφανείας ἀποῤῥήτου, τὴν πρὸς ἡμᾶς σου χρηστόστητα φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τὰς πολλὰς σου εὐεργεσίας κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου· ὅτι σῴζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως.

Long ago, the cloud covered the tabernacle, prefiguring the mystery that was accomplished in you, O Virgin. Now your dazzling protective veil surrounds us Christians, who urgently take shelter in you, and it covers us, as a turtledove her young. And you did this manifestly for the imperial city, as was seen in a mystical vision, when you demonstrated your kindness towards us. As we commemorate this, we proclaim the many good things you do for us and your benevolent care for us. For every day you save us from all affliction. [GOASD]

Ἰδιόμελον Δʹ.

Idiomelon 4.

Ἦχος δʹ.

Mode 4.

Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τὰς ἡλιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐξαίσια, θαυμαστὰ καὶ σωτήρια, εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται· τὴν γὰρ Βασιλίδα πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κινδύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα· νῦν δὲ ἡμᾶς Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ πλουσίᾳ χρηστότητι· ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι· Μὴ ἀντανέλῃς ἀφʼ ἡμῶν, τὴν προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου.

O Virgin Theotokos, your veil of protection shines brighter than beams of the sun, and it performs miracles that are glorious and amazing, wonderful and redemptive, for our benefit. Long ago it delivered the imperial city many times, from unexpected dangers and disasters, by performing supernatural miracles. And in our own day, it extricates us from dire straits, O all-immaculate Maiden, and it gives us refreshment and relief in times of trouble, because of your abundant kindness. As we applaud its marvels, we offer up this festal praise, and we wholehearted pray to you: Please do not take away your protection from us, O Lady, but protect us and shelter us your people. [GOASD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Idiomelon. Mode pl. 1.

Σήμερον ἡ παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν· δεῦτε οὖν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κατοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου, πρὸς ἡμᾶς προμήθειαν· ὅτι ἐγγὺς ἡμῖν τυγχάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, καὶ ἀσφαλῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν πρυτανεύει, οἷα Μήτηρ Θεοῦ, καὶ σωτηρίαν αἰώνιον.

Today the Queen of all, the Virgin Mother, unfurls her luminous veil of protection and maternally surrounds and covers our nation. Come, Christians everywhere, with purified minds let us survey how lavishly the Theotokos takes care of us. She is alongside us in good times and bad; she unerringly guides us to the goal of our higher calling; and as the Mother of God, she dispenses grace and mercy to us, and eternal salvation. [GOASD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Again we pray for pious and Orthodox Christians.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Again we pray for our Archbishop (name).

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ τῶν δούλων τοῦ Θεοῦ […] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church, and the servants of God […] who are celebrating this feast.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν Ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπήν (καὶ τὴν Ἱερὰν ταύτην Μητρόπολιν), καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθʼ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of the Holy and Great Church of Christ, our Sacred Archdiocese (and this Sacred Metropolis), this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasion, civil strife, and accidental death. That our good and benevolent God may be merciful, gracious, and forgiving, and may divert and disperse all anger and disease coming against us, and deliver us from His impending justified threat and have mercy on us.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us.

ΙΕΡΕΥΣ

PRIEST

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Hear us, O God our Savior, the hope of all the ends of earth and of those far off at sea, and forgive us, O Master, forgive us our sins, and have mercy on us. For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν,

Most merciful Master, Lord Jesus Christ our God,

πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἧς τῆς ἁγίας Σκέπης τὴν ἀνάμνησιν ἐπιτελοῦμεν, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων·

through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, the commemoration of whose Holy Protection we celebrate, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalambos and Eleutherios, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; our venerable and God-bearing fathers; (local patron saint); holy and righteous ancestors of God Joachim and Anna; and all Your saints:

εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφʼ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Accept our prayer; grant us forgiveness of our transgressions; protect us under the shelter of Your wings; drive away from us every enemy and adversary; grant peace to our life; Lord, have mercy on us and on Your world; and save our souls, as You are good and benevolent.

ΙΕΡΕΥΣ ἤ· ΧΟΡΟΣ

PRIEST or: CHOIR

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχὴ τῆς Ἀρτοκλασίας.

Blessing of the Loaves.

Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ πόλει (ἢ τῇ ἁγίᾳ μονῇ) ταύτῃ, καὶ τῷ κόσμῳ σου ἅπαντι· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

Lord, Jesus Christ our God, who in the wilderness blessed the five loaves and from them satisfied five thousand men, we pray You bless these loaves, this wheat, wine, and oil, and multiply them in this city, and throughout Your world; and sanctify Your faithful servants who partake of them.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are He who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory with Your Father who is without beginning and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΚΛΗΡΟΣ

CLERGY

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (δίς)

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. [SAAS] (2)

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα.

Aposticha.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Mode pl. 1. Rejoice.

Χαίροις ἀσκητικῶν.

Χαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι· πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα· ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, διʼ ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.

Rejoice! Pure Virgin, Mother of God, * the inexhaustible fount of benevolence! * The holy protection, ardent defense, and comfort of all * Orthodox believers who are in distress! * We always rely on you, blameless Maiden, and run to you * for our salvation and our peace and deliverance, * which we do receive as a gift of your grace from God. * Therefore we praise the miracles your holy protective veil * has done for us, and we honor your most compassionate care for us, * by which you have saved us. * And we trust that you protect us from dangers evermore. [GOASD]

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Verse: The Most High sanctified His tabernacle. [SAAS]

Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου· διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε· σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.

Andrew, that fool for Christ, long ago * in church was praying, and a vision was granted him. * He saw you, O all-pure Virgin, as an ethereal Queen, * protecting your people with your holy veil. * We therefore now celebrate and remember this annually, * and we sing praises of your glorious mighty deeds, * all-immaculate Theotokos, and pray to you: * Lady, protect us, keep us safe beneath your protective veil. * We were allotted to your care, as demonstrated by you of old. * And grant joy and gladness, * lasting peace and great mercy to all throughout the world. [GOASD]

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Verse: The rich among the people shall entreat your favor. [SAAS]

Σκέπῃ τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στεῤῥᾶς προστασίας σου, θαῤῥήσας ἀνενδοιάστως, ὁ εὐσεβὴς σου λαός, τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο· διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι· Σὺ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σῳζόμενος, ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαὶ με Δέσποινα.

Pure one, your faithful people took heart * in your most luminous protection and in the hope * of constantly being sheltered by your protective veil; * thus they overpowered boastful enemies. * And now in their gratitude they sing praises extolling you; * and celebrating on this day of the splendid feast * of your holy veil of protection, they cry to you: * “You, holy Virgin, are for us protector and champion * and mighty fortress. We praise you, for by your grace we are safe and sound. * O Lady, we pray you, * ever rescue us from war and adversities to come.” [GOASD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαὶ ἐκδηλώσεις, περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. Διὸ Πανύμνητε Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, ὅτι σόν ἐσμεν ποίμνιον.

The many manifestations of your saving protection that your people have experienced are astonishing to everyone who hears about them, O immaculate Virgin. For throughout history and even now, you are always there for us, in our every need, and you give us relief when we are in dire straits, as you know best, good and loving as you are. O all-lauded Lady, never cease to shower us with your mercies of old, till the end of time, for we are your flock. [GOASD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν.

Stand for the reading of prayers

ΙΕΡΕΥΣ

PRIEST

ᾨδὴν τοῦ Θεοδόχου Συμεών

Song of Simeon

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.

Mode 1. As a citizen of the desert.

Τῆς ἐρήμου πολίτης.

Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

O Virgin, we sing praises of the gifts of your protection, * which you have extended like a bright cloud ineffably, * invisibly protecting us your flock * from enemy invasions and attacks. * We have you as ardent helper and mighty guard, * and therefore we cry out to you: * Glory to your divinely mighty deeds! * Glory to your protective veil! * Glory to the care you have for us, O immaculate one! [GOASD]

Δόξα· καὶ νῦν. Ἕτερον. Ἀπολυτίκιον.

Glory. Both now. Another. Apolytikion.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος πλ. δʹ. Θεοτόκε Ἀειπάρθενε.

Mode pl. 4.

Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, διʼ ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω· ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ever-virgin Theotokos, your holy protection, * by which you give shelter to those who rely on you, * is a mighty refuge that you gave to your Christian people; * for you have wondrously saved us, even now as in the past. * You are as if a spiritual cloud surrounding your people. * And therefore we earnestly implore you to inspire peace in our government, * and also on our souls bestow the great mercy. [GOASD]

ΙΕΡΕΥΣ· Τοῦ Κυρίου δεηθῶμεν.

PRIEST: Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, ἧς τῆς ἁγίας Σκέπης τὴν ἀνάμνησιν ἐπιτελοῦμεν, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the commemoration of whose Holy Protection we celebrate, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.