×




2024

2024

Τῷ Σαββάτῳ | Τῌ ΚΗʹ ΣΕΠΤΕΜΒΡΙΟΥ

On Saturday | September 28



----------

----------



Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῷ Σαββάτῳ τῆς ΙΔʹ Ἑβδομάδος

Saturday of the 14th Week

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ 4:1 – 5

1 Cor. 4:1 – 5

Ἀδελφοί, οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἑμαυτῷ σύνοιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.

Brethren, this is how one should regard us, as servants of Christ and stewards of the mysteries of God. Moreover it is required of stewards that they be found trustworthy. But with me it is a very small thing that I should be judged by you or by any human court. I do not even judge myself. I am not aware of anything against myself, but I am not thereby acquitted. It is the Lord who judges me. Therefore do not pronounce judgment before the time, before the Lord comes, who will bring to light the things now hidden in darkness and will disclose the purposes of the heart. Then every man will receive his commendation from God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῷ Σαββάτῳ τῆς Βʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Saturday of the 2nd Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 5:17 – 26

Lk. 5:17 – 26

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ Ἰησοῦς, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ. καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν. καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.

At that time, as Jesus was teaching, there were Pharisees and teachers of the law sitting by, who had come from every village of Galilee and Judea and from Jerusalem; and the power of the Lord was with him to heal. And behold, men were bringing on a bed a man who was paralyzed, and they sought to bring him in and lay him before Jesus; but finding no way to bring him in, because of the crowd, they went up on the roof and let him down with his bed through the tiles into the midst before Jesus. And when he saw their faith he said, “Man, your sins are forgiven you.” And the scribes and the Pharisees began to question, saying, “Who is this that speaks blasphemies? Who can forgive sins but God only?” When Jesus perceived their questionings, he answered them, “Why do you question in your hearts? Which is easier, to say, ‘Your sins are forgiven you,’ or to say, ‘Rise and walk’? But that you may know that the Son of man has authority on earth to forgive sins” — he said to the man who was paralyzed — “I say to you, rise, take up your bed and go home.” And immediately he rose before them, and took up that on which he lay, and went home, glorifying God. And amazement seized them all, and they glorified God and were filled with awe, saying, “We have seen strange things today.” [RSV]

__________

__________



Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ὁσίου.

For the Devout Man.

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Corinthians.

Βʹ Κορ 4:6 – 15

2 Cor. 4:6 – 15

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Brethren, it is the God who said, “Let light shine out of darkness,” who has shone in our hearts to give the light of the knowledge of the glory of God in the face of Christ. But we have this treasure in earthen vessels, to show that the transcendent power belongs to God and not to us. We are afflicted in every way, but not crushed; perplexed, but not driven to despair; persecuted, but not forsaken; struck down, but not destroyed; always carrying in the body the death of Jesus, so that the life of Jesus may also be manifested in our bodies. For while we live we are always being given up to death for Jesus’ sake, so that the life of Jesus may be manifested in our mortal flesh. So death is at work in us, but life in you. Since we have the same spirit of faith as he had who wrote, “I believed, and so I spoke,” we too believed, and so we speak, knowing that he who raised the Lord Jesus will raise us also with Jesus and bring us with you into his presence. For it is all for your sake, so that as grace extends to more and more people it may increase thanksgiving, to the glory of God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ὁσίου.

For the Devout Man.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 6:17 – 23

Lk. 6:17 – 23

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

At that time, Jesus stood on a level place, with a great crowd of his disciples and a great multitude of people from all Judea and Jerusalem and the seacoast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases; and those who were troubled with unclean spirits were cured. And all the crowd sought to touch him, for power came forth from him and healed them all. And he lifted up his eyes on his disciples, and said: “Blessed are you poor, for yours is the Kingdom of God. Blessed are you that hunger now, for you shall be satisfied. Blessed are you that weep now, for you shall laugh. Blessed are you when men hate you, and when they exclude you and revile you, and cast out your name as evil, on account of the Son of man! Rejoice in that day, and leap for joy, for behold, your reward is great in heaven.” [RSV]

__________

__________



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΗʹ τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.

On September 28 we commemorate our devout father St. Chariton the Confessor.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________



Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.