2024
2024
Τῇ Πέμπτῃ | Τῌ ΚϚʹ ΣΕΠΤΕΜΒΡΙΟΥ
On Thursday | September 26
----------
----------
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς
The Readings from the Regular Cycle
Ὁ Ἀπόστολος
The Epistle
Τῇ Πέμτῃ τῆς ΙΔʹ Ἑβδομάδος
Thursday of the 14th Week
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Galatians.
Γαλ 1:1 – 3, 20 – 24; 2:1 – 5
Gal. 1:1 – 3, 20 – 24; 2:1 – 5
Παῦλος, ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἃ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι. ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν. Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι, διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται· οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
Paul, an apostle — not from men nor through men, but through Jesus Christ and God the Father, who raised him from the dead — and all the brethren who are with me, To the churches of Galatia: Grace to you and peace from God the Father and our Lord Jesus Christ. In what I am writing to you, before God, I do not lie! I went into the regions of Syria and Cilicia. And I was still not known by sight to the churches of Christ in Judea; they only heard it said, “He who once persecuted us is now preaching the faith he once tried to destroy.” And they glorified God because of me. Then after fourteen years I went up again to Jerusalem with Barnabas, taking Titus along with me. I went up by revelation; and I laid before them (but privately before those who were of repute) the gospel which I preach among the Gentiles, lest somehow I should be running or had run in vain. But even Titus, who was with me, was not compelled to be circumcised, though he was a Greek. But because of false brethren secretly brought in, who slipped in to spy out our freedom which we have in Christ Jesus, that they might bring us into bondage — to them we did not yield submission even for a moment, that the truth of the gospel might be preserved for you. [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Τῇ Πέμπτῃ τῆς Βʹ Ἑβδομάδος τοῦ Λουκᾶ
Thursday of the 2nd Week of Luke
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Luke.
Λκ 6:12 – 19
Lk. 6:12 – 19
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης, καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
At that time, Jesus went out to the mountain to pray; and all night he continued in prayer to God. And when it was day, he called his disciples, and chose from them twelve, whom he named apostles; Simon, whom he named Peter, and Andrew his brother, and James and John, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the son of Alphaeus, and Simon who was called the Zealot, and Judas the son of James, and Judas Iscariot, who became a traitor. And he came down with them and stood on a level place, with a great crowd of his disciples and a great multitude of people from all Judea and Jerusalem and the seacoast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases; and those who were troubled with unclean spirits were cured. And all the crowd sought to touch him, for power came forth from him and healed them all. [RSV]
__________
__________
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου
The Readings for the Commemoration
2024
2024
Τῌ ΚϚʹ ΣΕΠΤΕΜΒΡΙΟΥ
September 26
Ἡ Μετάστασις τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου
The Translation of St. John the Theologian
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ
The Readings from Vespers the Previous Evening
Τοῦ Μηναίου - - -
From Menaion - - -
Αʹ Ιω 3:21 – 4:6
1 Jn. 3:21 – 24; 4:1 – 6
Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολήν. καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν.
Beloved, if our hearts do not condemn us, we have confidence before God; and we receive from him whatever we ask, because we keep his commandments and do what pleases him. And this is his commandment, that we should believe in the name of his Son Jesus Christ and love one another, just as he has commanded us. All who keep his commandments abide in him, and he in them. And by this we know that he abides in us, by the Spirit which he has given us. Beloved, do not believe every spirit, but test the spirits to see whether they are of God; for many false prophets have gone out into the world. By this you know the Spirit of God: every spirit which confesses that Jesus Christ has come in the flesh is of God, and every spirit which does not confess Jesus is not of God. This is the spirit of antichrist, of which you heard that it was coming, and now it is in the world already. Little children, you are of God, and have overcome them; for he who is in you is greater than he who is in the world. They are of the world, therefore what they say is of the world, and the world listens to them. We are of God. Whoever knows God listens to us, and he who is not of God does not listen to us. [RSV]
Αʹ Ιω 4:11 – 16
1 Jn. 4:11 – 16
Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Beloved, if God so loved us, we also ought to love one another. No man has ever seen God; if we love one another, God abides in us and his love is perfected in us. By this we know that we abide in him and he in us, because he has given us of his own Spirit. And we have seen and testify that the Father has sent his Son as the Savior of the world. Whoever confesses that Jesus is the Son of God, God abides in him, and he in God. So we know and believe the love God has for us. God is love, and he who abides in love abides in God, and God abides in him. [RSV]
Αʹ Ιω 4:20 – 5:5
1 Jn. 4:20 – 21; 5:1 – 5
Ἀγαπητοί, ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;
Beloved, if any one says, “I love God,” and hates his brother, he is a liar; for he who does not love his brother whom he has seen, cannot love God whom he has not seen. And this commandment we have from him, that he who loves God should love his brother also. Every one who believes that Jesus is the Christ is a child of God, and every one who loves the parent loves the child. By this we know that we love the children of God, when we love God and obey his commandments. For this is the love of God, that we keep his commandments. And his commandments are not burdensome. For whatever is born of God overcomes the world; and this is the victory that overcomes the world, our faith. Who is it that overcomes the world but he who believes that Jesus is the Son of God? [RSV]
Ὁ Ἀπόστολος
The Epistle
Τοῦ Εὐαγγελιστοῦ.
For the Evangelist.
Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.
The reading is from John’s First Universal Letter.
Αʹ Ιω 4:12 – 19
1 Jn. 4:12 – 19
Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
No man has ever seen God; if we love one another, God abides in us and his love is perfected in us. By this we know that we abide in him and he in us, because he has given us of his own Spirit. And we have seen and testify that the Father has sent his Son as the Savior of the world. Whoever confesses that Jesus is the Son of God, God abides in him, and he in God. So we know and believe the love God has for us. God is love, and he who abides in love abides in God, and God abides in him. In this is love perfected with us, that we may have confidence for the day of judgment, because as he is so are we in this world. There is no fear in love, but perfect love casts out fear. For fear has to do with punishment, and he who fears is not perfected in love. We love him, because he first loved us. [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Τοῦ Εὐαγγελιστοῦ.
For the Evangelist.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to John.
Ιω 19:25 – 27; 21:24 – 25
Jn. 19:25 – 27; 21:24 – 25
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου. εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.
At that time, standing by the cross of Jesus were his mother, and his mother’s sister, Mary the wife of Clopas, and Mary Magdalene. When Jesus saw his mother, and the disciple whom he loved standing near, he said to his mother, “Woman, behold, your son!” Then he said to the disciple, “Behold, your mother!” And from that hour the disciple took her to his own home. This is the disciple who is bearing witness to these things, and who has written these things; and we know that his testimony is true. But there are also many other things which Jesus did; were every one of them to be written, I suppose that the world itself could not contain the books that would be written. Amen. [RSV]
__________
__________
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Stand for the reading of the Synaxarion.
Συναξάριον
Synaxarion
Τοῦ Μηναίου.
From the Menaion.
Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνός ἡ Μετάστασις τοῦ ἁγίου καὶ ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, Φίλου ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου.
On September 26 we commemorate the Translation of the holy and glorious Apostle and Evangelist, Bosom-friend, Virgin, and Beloved John the Theologian.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
By his holy intercessions, O God, have mercy on us. Amen.
__________
__________
Κανόνας Νηστείας
Fasting Rule
Κατάλυσις εἰς πάντα.
Fast Free: All foods allowed.