2024
2024
Τῷ Σαββάτῳ | Τῌ ΚΑʹ ΣΕΠΤΕΜΒΡΙΟΥ
On Saturday | September 21
----------
----------
Ὁ Ἀπόστολος
The Epistle
Σάββατον μετὰ τὴν Ὕψωσιν.
Saturday After the Elevation of the Cross
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s First Letter to the Corinthians.
Αʹ Κορ 1:26 – 31; 2:1 – 5
1 Cor. 1:26 – 31; 2:1 – 5
Ἀδελφοί, βλέπετε τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ.
Brethren, consider your call; not many of you were wise according to worldly standards, not many were powerful, not many were of noble birth; but God chose what is foolish in the world to shame the wise, God chose what is weak in the world to shame the strong, God chose what is low and despised in the world, even things that are not, to bring to nothing things that are, so that no human being might boast in the presence of God. He is the source of your life in Christ Jesus, whom God made our wisdom, our righteousness and sanctification and redemption; therefore, as it is written, “Let him who boasts, boast in the Lord.” When I came to you, brethren, I did not come proclaiming to you the testimony of God in lofty words or wisdom. For I decided to know nothing among you except Jesus Christ and him crucified. And I was with you in weakness and in much fear and trembling; and my speech and my message were not in plausible words of wisdom, but in demonstration of the Spirit and of power, that your faith might not rest in the wisdom of men but in the power of God. [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Σάββατον μετὰ τὴν Ὕψωσιν.
Saturday After the Elevation of the Cross
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to John.
Ιω 8:21 – 30
Jn. 8:21 – 30
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἔλεγον οὖν οἱ Ἰουδαῖοι· μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἔλεγον οὖν αὐτῷ· σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον. οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ μου, ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
The Lord said to the Jews who came to him, “I go away, and you will seek me and die in your sin; where I am going, you cannot come.” Then said the Jews, “Will he kill himself, since he says, ‘Where I am going, you can not come’?” He said to them, “You are from below, I am from above; you are of this world, I am not of this world. I told you that you would die in your sins, for you will die in your sins unless you believe that I am he.” They said to him, “Who are you?” Jesus said to them, “Even what I have told you from the beginning. I have much to say about you and much to judge; but he who sent me is true, and I declare to the world what I have heard from him.” They did not understand that he spoke to them of the Father. So Jesus said, “When you have lifted up the Son of man, then you will know that I am he, and that I do nothing on my own authority but speak thus as my Father taught me. And he who sent me is with me; the Father has not left me alone, for I always do what is pleasing to him.” As he spoke thus, many believed in him. [RSV]
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς
The Readings from the Regular Cycle
Ὁ Ἀπόστολος
The Epistle
Τῷ Σαββάτῳ τῆς ΙΓʹ Ἑβδομάδος
Saturday of the 13th Week
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s First Letter to the Corinthians.
Αʹ Κορ 2:6 – 9
1 Cor. 2:6 – 9
Ἀδελφοί, σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
Brethren, among the mature we impart wisdom, although it is not a wisdom of this age or of the rulers of this age, who are doomed to pass away. But we impart a secret and hidden wisdom of God, which God decreed before the ages for our glorification. None of the rulers of this age understood this; for if they had, they would not have crucified the Lord of glory. But, as it is written, “What no eye has seen, nor ear heard, nor the heart of man conceived, what God has prepared for those who love him.” [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Τῷ Σαββάτῳ τῆς Αʹ Ἑβδομάδος τοῦ Λουκᾶ
Saturday of the 1st Week of Luke
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Luke.
Λκ 4:31 – 36
Lk. 4:31 – 36
Τῷ καιρῷ ἐκείνῳ, κατῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι· καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ λέγων· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;
At that time, Jesus went down to Capernaum, a city of Galilee. And he was teaching them on the sabbath; and they were astonished at his teaching, for his word was with authority. And in the synagogue there was a man who had the spirit of an unclean demon; and he cried out with a loud voice, “Ah! What have you to do with us, Jesus of Nazareth? Have you come to destroy us? I know who you are, the Holy One of God.” But Jesus rebuked him, saying, “Be silent, and come out of him!” And when the demon had thrown him down in the midst, he came out of him, having done him no harm. And they were all amazed and said to one another, “What is this word? For with authority and power he commands the unclean spirits, and they come out.” [RSV]
__________
__________
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Stand for the reading of the Synaxarion.
Συναξάριον
Synaxarion
Τοῦ Μηναίου.
From the Menaion.
Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνός τοῦ ἅγίου Ἀποστόλου Κοδράτου.
On September 21 we commemorate the holy Apostle Quadratus.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
By the intercessions of Your Saints, O God, have mercy on us. Amen.
__________
__________
Κανόνας Νηστείας
Fasting Rule
Κατάλυσις εἰς πάντα.
Fast Free: All foods allowed.