Βιβλία - Πηγαί
Books - Sources
Ἱερατικόν
Hieratikon
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου
Divine Liturgy of St. John Chrysostom
Ὀκτώηχος - Ἦχος πλ. δʹ.
Octoechos - Mode pl. 4.
Τῇ Δευτέρᾳ Πρωΐ
On Monday Morning
Μηναῖον - Τῌ ΚϚʹ ΑΥΓΟΥΣΤΟΥ
Menaion - August 26
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας
Memory of the Holy Martyrs Adrian and Natalie
__________
__________
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ
LITURGY OF ST. JOHN CHRYSOSTOM
Ἀντίφωνον Αʹ. Ἦχος βʹ.
Antiphon 1. Mode 2.
Στίχ. αʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Verse 1: Bless the Lord, O my soul, and everything within me, bless His holy name. [SAAS]
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. βʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Verse 2: Bless the Lord, O my soul, and forget not all His rewards.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. γʹ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Verse 3: The Lord prepared His throne in heaven, and His Kingdom rules over all.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Ἀντίφωνον Βʹ. Ἦχος βʹ.
Antiphon 2. Mode 2.
Στίχ. αʹ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Verse 1: Praise the Lord, O my soul! I shall praise the Lord while I live; I shall sing to my God as long as I exist. [SAAS]
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. βʹ. Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Verse 2: Blessed is he whose help is the God of Jacob; his hope is in the Lord his God.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. γʹ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Verse 3: The Lord shall reign forever; your God, O Zion, to all generations.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.
Ἀντίφωνον Γʹ.
Antiphon 3.
Ἦχος γʹ.
Mode 3.
Στίχ. αʹ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ.
Verse 1: God is wondrous in His saints, the God of Israel. [SAAS]
Στίχ. βʹ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Verse 2: To the saints on His earth, in them the Lord magnified all His will.
Ἀπολυτίκιον.
Apolytikion.
Τοῦ Μηναίου - - -
From Menaion - - -
Ἦχος γʹ. Θείας πίστεως.
Mode 3. Your confession.
Θείας πίστεως.
Ἀναφαίρετον ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ, καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ τῷ Δεσπότῃ κατʼ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
You forsook the ways and false religion * of your ancestors, for you considered * the saving faith to be wealth irremovable. * And as you followed the steps of the Lord of all, * you were enriched by the gifts of His grace divine. * Glorious Adrian, beseech Christ God fervently, * entreating Him to save our souls. [SD]
Εἰσοδικόν. Ἦχος βʹ.
Entrance Hymn. Mode 2.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον
Hymns after the Entrance.
Ἀπολυτίκιον.
Apolytikion.
Τοῦ Μηναίου - - -
From Menaion - - -
Ἦχος γʹ. Θείας πίστεως.
Mode 3. Your confession.
Θείας πίστεως.
Ἀναφαίρετον ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ, καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ τῷ Δεσπότῃ κατʼ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
You forsook the ways and false religion * of your ancestors, for you considered * the saving faith to be wealth irremovable. * And as you followed the steps of the Lord of all, * you were enriched by the gifts of His grace divine. * Glorious Adrian, beseech Christ God fervently, * entreating Him to save our souls. [SD]
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·
The Apolytikion of the parish church is sung. Then:
Τοῦ Μηναίου - - -
From Menaion - - -
Κοντάκιον.
Kontakion.
Ἦχος δʹ.
Mode 4.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Both Joachim and Anna from their sterility’s stigma, and Adam and Eve from their mortality’s ruin have been set free, O immaculate Maid, by your holy nativity. For this do your people hold celebration, redeemed from the guilt of transgression as they cry to you, “The barren one bears the Theotokos, the nourisher of our Life.” [GKD]
Ὁ Τρισάγιος Ὗμνος
Trisagios Hymn
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy Immortal, have mercy on us.
Ὁ Ἀπόστολος
The Epistle
Τῶν Μαρτύρων.
For the Martyrs.
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 67.
Prokeimenon. Mode 4. Psalm 67.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
God is wondrous in His saints. [SAAS]
Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Verse: Bless God in the churches. [SAAS]
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Hebrews.
Εβρ 10:32 – 38
Heb. 10:32 – 38
Ἀδελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Brethren, recall the former days when, after you were enlightened, you endured a hard struggle with sufferings, sometimes being publicly exposed to abuse and affliction, and sometimes being partners with those so treated. For you had compassion on the prisoners, and you joyfully accepted the plundering of your property, since you knew that you yourselves had a better possession and an abiding one in heaven. Therefore do not throw away your confidence, which has a great reward. For you have need of endurance, so that you may do the will of God and receive what is promised. “For yet a little while, and the coming one shall come and shall not tarry; but my righteous one shall live by faith.” [RSV]
Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 148.
Alleluia. Mode 2. Psalm 148.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Στίχ. αʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Verse 1: Praise the Lord from the heavens, praise Him in the highest. [SAAS]
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Στίχ. βʹ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Verse 2: Praise Him, all you His angels; praise Him, all you His hosts.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Τὸ Εὐαγγέλιον
The Gospel
Τῇ Δευτέρᾳ τῆς Ιʹ Ἑβδομάδος τοῦ Ματθαίου
Monday of the 10th Week of Matthew
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Matthew.
Μτ 21:18 – 22
Mt. 21:18 – 22
Τῷ καιρῷ ἐκείνῳ ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.
At that time, as Jesus was returning to the city, he was hungry. And seeing a fig tree by the wayside he went to it, and found nothing on it but leaves only. And he said to it, “May no fruit ever come from you again!” And the fig tree withered at once. When the disciples saw it they marveled, saying, “How did the fig tree wither at once?” And Jesus answered them, “Truly, I say to you, if you have faith and never doubt, you will not only do what has been done to the fig tree, but even if you say to this mountain, ‘Be taken up and cast into the sea,’ it will be done. And whatever you ask in prayer, you will receive, if you have faith.” [RSV]
Ὕμνος εἰς τὴν Θεοτόκον.
Hymn to the Theotokos.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.
Κοινωνικόν. Ψαλμὸς 111.
Communion Hymn. Psalm 111/112.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
The righteous will be remembered for ever. [RSV] Alleluia.
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.
Hymn after Holy Communion.
Ἦχος βʹ.
Mode 2.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ our God. Glory to You.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and the holy Martyrs Adrian and Natalie, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.
Κανόνας Νηστείας
Fasting Rule
Κατάλυσις εἰς πάντα.
Fast Free: All foods allowed.