Βιβλία - Πηγαί
Books - Sources
Ἱερατικόν
Hieratikon
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου
Divine Liturgy of St. John Chrysostom
Ὀκτώηχος - Ἦχος πλ. δʹ.
Octoechos - Mode pl. 4.
Τῇ Κυριακῇ Πρωΐ
On Sunday Morning
Μηναῖον - Τῌ ΚΕʹ ΑΥΓΟΥΣΤΟΥ
Menaion - August 25
Μνήμη τῶν ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Τίτου
Memory of the holy Apostles Bartholomew and Titus
__________
__________
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ
LITURGY OF ST. JOHN CHRYSOSTOM
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί.
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here.
Ψαλμὸς 102.
Psalm 102.
Ψαλμὸς 145.
Psalm 145.
Οἱ Μακαρισμοί.
The Beatitudes.
Ἦχος πλ. δʹ.
Mode pl. 4.
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Blessed are those who mourn, for they shall be comforted.
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Blessed are the meek, for they shall inherit the earth.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied.
Ἀναστάσιμα.
Resurrectional.
Τῆς Ὀκτωήχου - - -
From Octoechos - - -
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Blessed are the merciful, for they shall obtain mercy. [RSV]
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.
Savior of the world, remember us Your servants * as upon the Cross You remembered the Robber, * only compassionate Christ, and account us worthy * of inheriting Your heavenly Rule. [SD]
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Blessed are the pure in heart, for they shall see God. [RSV]
Ἄκουε Ἀδάμ, καὶ χαῖρε σὺν τῇ Εὔᾳ, ὅτι ὁ γυμνώσας, πρὶν τοὺς ἀμφοτέρους, καὶ διʼ ἀπάτης λαβὼν ὑμᾶς αἰχμαλώτους, ἐν τῷ Σταυρῷ Χριστοῦ κατήργηται.
Adam and Eve, rejoice as you hear that the devil, * who a long time ago stripped you naked * and took the both of you hostage when he deceived you, * has been destroyed by the Cross of Christ. [SD]
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV]
Ξύλῳ προσπαγείς, Σωτὴρ ἡμῶν βουλήσει, ξύλου τὸν Ἀδάμ, κατάρας ἐλυτρώσω, ἀποδιδοὺς ὡς οἰκτίρμων τὸ κατʼ εἰκόνα, καὶ Παραδείσου τὴν κατοίκησιν.
Adam from the curse of the tree was delivered * when of Your own will to the Tree You were fastened, * and You restored in him the image of God, O Savior, * and put him back again in Paradise. [SD]
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV]
Σήμερον Χριστός, ἀνέστη ἐκ τοῦ τάφου, πᾶσι τοῖς πιστοῖς, παρέχων ἀφθαρσίαν, καὶ τὴν χαρὰν ἐγκαινίζει ταῖς Μυροφόροις, μετὰ τὸ πάθος καὶ τὴν Ἔγερσιν.
From the grave today has Christ truly risen, * granting incorruption to all the believers. * After His Passion, His burial and resurrection, * He gave the Myrrh-bearing women joy. [SD]
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV]
Χαίρετε σοφαί, γυναῖκες Μυροφόροι, πρῶται τὴν Χριστοῦ, Ἀνάστασιν ἰδοῦσαι, καὶ τοῖς αὐτοῦ ἀπαγγείλασαι Ἀποστόλοις, παντὸς τοῦ κόσμου τὴν ἀνάκλησιν.
Myrrh-bearers, rejoice, you wise and holy women. * You were first to see our Savior’s resurrection, * and you announced the good tidings to His Apostles, * the restoration of the universe. [SD]
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Rejoice and be glad, for your reward is great in heaven. [RSV]
Φίλοι τοῦ Χριστοῦ, Ἀπόστολοι φανέντες, σύνθρονοι αὐτοῦ, ἐσόμενοι τῇ δόξῃ, ἐν παῤῥησίᾳ αὐτῷ ἡμᾶς παραστῆναι, ὡς Μαθηταὶ αὐτοῦ πρεσβεύσατε.
Beloved friends of Christ, O holy Apostles, * since you will be with Him enthroned and in glory, * as His Disciples intercede for us and entreat Him, * that we may face Him with confidence. [SD]
Δόξα.
Glory.
Ἄναρχε Τριάς, ἀμέριστε Οὐσία, σύνθρονε Μονάς, ὁμότιμε τῇ δόξῃ, ἡ ὑπεράρχιος φύσις καὶ Βασιλεία, σῷζε τοὺς πίστει ἀνυμνοῦντάς σε.
Eternal Trinity, and undivided Essence, * Monad one in throne, in honor and in glory, * the nature, kingdom and rule beyond all beginning, * save us who sing Your praises faithfully. [SD]
Καὶ νῦν. Θεοτοκίον.
Both now. Theotokion.
Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον. Χαῖρε κιβωτέ, τῆς Νέας Διαθήκης. Χαῖρε ἡ ἔγχρυσος στάμνος, ἐξ ἧς τὸ Μάννα, πᾶσιν ἐδόθη τὸ οὐράνιον.
Spacious place of God, rejoice, blessed Virgin! * Ark of the New Covenant, rejoice, Theotokos! * O golden jar, from which the heavenly Manna * was given unto all, O Lady, rejoice! [SD]
Εἰσοδικόν. Ἦχος βʹ.
Entrance Hymn. Mode 2.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον
Hymns after the Entrance.
Τῆς Ὀκτωήχου - - -
From Octoechos - - -
Ἀπολυτίκιον Ἀναστάσιμον.
Resurrectional Apolytikion.
Ἦχος πλ. δʹ.
Mode pl. 4.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
You descended from on high, O compassionate One, and consented to a three-day burial, to free us from the passions. O Lord, our life and resurrection, glory to You! [GOASD]
Τῶν Ἀποστόλων.
For the Apostles.
Ἦχος γʹ.
Mode 3.
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
O holy Apostles, make intercession to our merciful God, that He grant our souls forgiveness of offenses. [SD]
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·
The Apolytikion of the parish church is sung. Then:
Τοῦ Μηναίου - - -
From Menaion - - -
Κοντάκιον.
Kontakion.
Ἦχος δʹ.
Mode 4.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Both Joachim and Anna from their sterility’s stigma, and Adam and Eve from their mortality’s ruin have been set free, O immaculate Maid, by your holy nativity. For this do your people hold celebration, redeemed from the guilt of transgression as they cry to you, “The barren one bears the Theotokos, the nourisher of our Life.” [GKD]
Ὁ Τρισάγιος Ὗμνος
Trisagios Hymn
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy Immortal, have mercy on us.
Ὁ Ἀπόστολος
The Epistle
Κυριακῇ Ἐνάτῃ
Ninth Sunday
Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 75.
Prokeimenon. Mode pl. 4. Psalm 75.
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Pray and return to the Lord Your God. [SAAS]
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Verse: In Judah God is known; His name is great in Israel. [SAAS]
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s First Letter to the Corinthians.
Αʹ Κορ 3:9 – 17
1 Cor. 3:9 – 17
Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Brethren, we are God’s fellow workers; you are God’s field, God’s building. According to the grace of God given to me, like a skilled master builder, I laid a foundation, and another man is building upon it. Let each man take care how he builds upon it. For no other foundation can any one lay than that which is laid, which is Jesus Christ. Now if any one builds on the foundation with gold, silver, precious stones, wood, hay, straw — each man’s work will become manifest; for the Day will disclose it, because it will be revealed with fire, and the fire will test what sort of work each one has done. If the work which any man has built on the foundation survives, he will receive a reward. If any man’s work is burned up, he will suffer loss, though he himself will be saved, but only as through fire. Do you not know that you are God’s temple and that God’s Spirit dwells in you? If any one destroys God’s temple, God will destroy him. For God’s temple is holy, and that temple you are. [RSV]
Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμὸς 94.
Alleluia. Mode pl. 4. Psalm 94.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Στίχ. αʹ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.
Verse 1: Come, let us greatly rejoice in the Lord; let us shout aloud to God our savior. [SAAS]
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Στίχ. βʹ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.
Verse 2: Let us come before His face with thanksgiving.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Τὸ Εὐαγγέλιον
The Gospel
Κυριακῇ Ἐνάτῃ τοῦ Ματθαίου
Ninth Sunday of Matthew
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Matthew.
Μτ 14:22 – 34
Mt. 14:22 – 34
Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας; καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
At that time, Jesus made the disciples get into the boat and go before him to the other side, while he dismissed the crowds. And after he had dismissed the crowds, he went up into the hills by himself to pray. When evening came, he was there alone, but the boat by this time was out on the sea, beaten by the waves; for the wind was against them. And in the fourth watch of the night he came to them, walking on the sea. But when the disciples saw him walking on the sea, they were terrified, saying, “It is a ghost!” And they cried out for fear. But immediately he spoke to them, saying, “Take heart, it is I; have no fear.” And Peter answered him, “Lord, if it is you, bid me come to you on the water.” He said, “Come.” So Peter got out of the boat and walked on the water and came to Jesus; but when he saw the strong wind, he was afraid, and beginning to sink he cried out, “Lord, save me.” Jesus immediately reached out his hand and caught him, saying to him, “O man of little faith, why did you doubt?” And when they entered the boat, the wind ceased. And those in the boat worshiped him, saying, “Truly you are the Son of God.” And when they had crossed over, they came to land at Gennesaret. [RSV]
Ὕμνος εἰς τὴν Θεοτόκον.
Hymn to the Theotokos.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.
Κοινωνικόν. Ψαλμὸς 148.
Communion Hymn. Psalm 148.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Praise the Lord from the heavens. [SAAS] Alleluia.
καὶ τὸ ἑξῆς·
and the following:
Κοινωνικόν. Ψαλμὸς 18.
Communion Hymn. Psalm 18.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Their proclamation went forth into all the earth, and their words to the ends of the world. [SAAS] Alleluia.
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.
Hymn after Holy Communion.
Ἦχος βʹ.
Mode 2.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ our God. Glory to You.
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.
Κανόνας Νηστείας
Fasting Rule
Κατάλυσις εἰς πάντα.
Fast Free: All foods allowed.