×




Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ ΚΓʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 23

Ἀπόδοσις τῆς Ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου

Leave-taking of the Feast of the Dormition of the Theotokos

__________

__________



ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἀντίφωνον Αʹ. Ἦχος βʹ.

Antiphon 1. Mode 2. Psalms 99, 47, 75.

Στίχ. αʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Verse 1: Shout aloud to the Lord, all the earth. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. βʹ. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

Verse 2: Give thanks to Him; praise His name.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. γʹ. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.

Verse 3: In the city of the Lord of hosts, in the city of our God.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. δʹ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Verse 4: His place was made in peace and His dwelling in Zion.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.



Ἀντίφωνον Βʹ. Ἦχος βʹ.

Antiphon 2. Mode 2. Psalms 86, 47, 45.

Στίχ. αʹ. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Verse 1: The Lord loves the gates of Zion more than all the dwellings of Jacob. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Στίχ. βʹ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Verse 2: Glorious things were said concerning you, O city of God.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Στίχ. γʹ. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

Verse 3: God established her forever.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Στίχ. δʹ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Verse 4: The Most High sanctified His tabernacle.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.



Ἀντίφωνον Γʹ. Ἦχος αʹ.

Antiphon 3. Mode 1. Psalms 107, 115.

Στίχ. αʹ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.

Verse 1: My heart is ready, O God, my heart is ready. [SAAS]

Στίχ. βʹ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Verse 2: What shall I give back to the Lord for all He rendered to me?

Στίχ. γʹ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Verse 3: I will take up the cup of salvation, and call upon the name of the Lord.

Ἀπολυτίκιον. Ἦχος αʹ.

Apolytikion. Mode 1.

Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

You gave birth yet preserved your virginity. You fell asleep in death yet did not desert the world, O Theotokos. You were transported to life, as you are Mother of Life and, by virtue of your intercessions, deliver our souls from death. [SD]



Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.



Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

You gave birth yet preserved your virginity. You fell asleep in death yet did not desert the world, O Theotokos. You were transported to life, as you are Mother of Life and, by virtue of your intercessions, deliver our souls from death. [SD]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος πλ. βʹ. Αὐτόμελον.

Mode pl. 2. Automelon.

Τὴν ἐν πρεσβείαις.

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

The Theotokos is undying in intercession.* Immovable is our hope in her for protection. * Neither death nor burial prevailed over her. * As she is Mother of Life, she was removed to life by Him, * the Lord who lived in her ever-virgin womb. [SD]



Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.



Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἑορτῆς.

For the Feast.

Προκείμενον. Ἦχος γʹ. ᾨδὴ Ἐνάτη.

Prokeimenon. Mode 3. Ode ix.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

My soul magnifies the Lord, and my spirit rejoices in God my Savior. [RSV]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For he has regarded the low estate of his handmaiden. For behold, henceforth all generations will call me blessed. [RSV]

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Philippians.

Φιλ 2:5 – 11

Phil. 2:5 – 11

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Brethren, have this mind among yourselves, which you have in Christ Jesus, who, though he was in the form of God, did not count equality with God a thing to be grasped, but emptied himself, taking the form of a servant, being born in the likeness of men. And being found in human form he humbled himself and became obedient unto death, even death on a cross. Therefore God has highly exalted him and bestowed on him the name which is above every name, that at the name of Jesus every knee should bow, in heaven and on earth and under the earth, and every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father. [RSV]



Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμὸς 131.

Alleluia. Mode pl. 4. Psalm 131.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.

Verse 1: Arise, O Lord, into Your rest, You and the ark of Your holiness. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

Verse 2: The Lord swore to David this truth, and He shall not reject it, “I shall set upon your throne one from the fruit of your loins.”

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἑορτῆς.

For the Feast.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 10:38 – 42, 11:27 – 28

Lk. 10:38 – 42; 11:27 – 28

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

At that time, Jesus entered a village; and a woman called Martha received him into her house. And she had a sister called Mary, who sat at the Lord’s feet and listened to his teaching. But Martha was distracted with much serving; and she went to him and said, “Lord, do you not care that my sister has left me to serve you alone? Tell her then to help me.” But the Lord answered her, “Martha, Martha, you are anxious and troubled about many things; one thing is needful. Mary has chosen the good portion, which shall not be taken away from her.” As he said this, a woman in the crowd raised her voice and said to him, “Blessed is the womb that bore you, and the breasts that nursed you!” But he said, “Blessed rather are those who hear the word of God and keep it!” [RSV]



Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἦχος αʹ.

Mode 1.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Now all generations call you blessed, O only Theotokos. [SD]

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

In you the laws of nature are defeated,* O undefiled Virgin pure. * In virginity childbirth was accomplished, and death introduces life. * You, after bearing, are virgin, and after dying are living. * Mother of God, * ever save your inheritance. [SD]



Κοινωνικόν. Ψαλμὸς 115.

Communion Hymn. Psalm 115.

Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

I will take up the cup of salvation, and call upon the name of the Lord. [SAAS] Alleluia.

Δείξε Ἐκλογήν.

Show Selected Verses.

Ἐκλογὴ εἰς τὴν Κοίμησιν τῆς Θεοτόκου

Selected Psalm Verses for the Dormition of the Theotokos

1. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε. (97:4)

1. Shout aloud to God, all the earth; sing and greatly rejoice, and sing psalms. [SAAS] (97:4)

2. Ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου. (97:6)

2. Shout aloud before the Lord our King. [SAAS] (97:6)

3. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. (47:9)

3. In the city of the Lord of hosts, in the city of our God. [SAAS] (47:9)

4. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. (86:3)

4. Glorious things were said concerning you, O city of God. [SAAS] (86:3)

5. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. (75:3)

5. His place was made in peace, and His dwelling in Zion. [SAAS] (75:3)

6. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. (47:9)

6. God established her forever. [SAAS] (47:9)

7. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. (45:6)

7. God is in her midst; she shall not be shaken. [SAAS] (45:6)

8. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (45:5)

8. The Most High sanctified His tabernacle. [SAAS] (45:5)

9. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. (95:6)

9. Holiness and majesty are in His holy place. [SAAS] (95:6)

10. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. (73:2)

10. This Mount Zion, where You encamped. [SAAS] (73:2)

11. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι (115:4)

11. I will take up the cup of salvation, and call upon the name of the Lord. [SAAS] (115:4)

12. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. (4:9)

12. I will both sleep and rest in peace. [SAAS] (4:9)

13. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. (114:7)

13. Return, O my soul, to your rest. [SAAS] (114:7)

14. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, πάντες οἱ μισοῦντες Σιών. (128:5)

14. Let all who hate Zion be shamed and turned back. [SAAS] (128:5)

15. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου. (138:5)

15. You fashioned me, and placed Your hands on me. [SAAS] (138:5)

16. Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ μετὰ δόξης προσελάβου με. (72:23)

16. You hold fast my right hand; and with glory You take hold of me. [SAAS] (72:23)

17. Κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. (30:6)

17. O Lord, into Your hands I shall entrust my spirit [SAAS] (30:6)

18. Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ. (41:5)

18. I shall enter the place of the wondrous tabernacle, even the house of God. [SAAS] (41:5)

19. Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. (41:5)

19. To celebrate a festival, with a voice of great joy and praise. [SAAS] (41:5)

20. Πληρώσεις με εὐφροσύνης, μετὰ τοῦ προσώπου σου. (15:11)

20. You will fill me with gladness in Your presence. [SAAS] (15:11)

21. Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. (16:15)

21. I shall be satisfied when Your glory is revealed. [SAAS] (16:15)

22. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. (138:18)

22. I awakened, and I am still with You. [SAAS] (138:18)

23. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. (76:11)

23. This change is by the right hand of the Most High. [SAAS] (76:11)

24. Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. (17:12)

24. His tabernacle was around Him. [SAAS] (17:12)

25. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (44:18)

25. I will remember your name from generation to generation. [SAAS] (44:18)

26. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. (131:8)

26. Arise, O Lord, into Your rest, You and the ark of Your holiness. [SAAS] (131:8)

27. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. (64:5)

27. Holy is Your temple, wondrous in righteousness. [SAAS] (64:5)

28. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (92:5)

28. Holiness is proper to Your house, O Lord, unto length of days. [SAAS] (92:5)

Κρύψε Ἐκλογήν.

Hide Selected Verses.



Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.



ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.



Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.