Βιβλία - Πηγαί
Books - Sources
Ἱερατικόν
Hieratikon
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου
Divine Liturgy of St. John Chrysostom
Μηναῖον - Τῌ ΙϚʹ ΑΥΓΟΥΣΤΟΥ
Menaion - August 16
Μνήμη τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τοῦ Ἁγίου Μανδηλίου
Commemoration of the Transfer of the Holy Napkin
__________
__________
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ
LITURGY OF ST. JOHN CHRYSOSTOM
Ἀντίφωνον Αʹ. Ἦχος βʹ.
Antiphon 1. Mode 2. Psalms 99, 47, 75.
Στίχ. αʹ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Verse 1: Shout aloud to the Lord, all the earth. [SAAS]
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. βʹ. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
Verse 2: Give thanks to Him; praise His name.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. γʹ. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
Verse 3: In the city of the Lord of hosts, in the city of our God.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. δʹ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.
Verse 4: His place was made in peace and His dwelling in Zion.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Δόξα· καὶ νῦν.
Glory. Both now.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Ἀντίφωνον Βʹ. Ἦχος βʹ.
Antiphon 2. Mode 2. Psalms 86, 47, 45.
Στίχ. αʹ. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Verse 1: The Lord loves the gates of Zion more than all the dwellings of Jacob. [SAAS]
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. βʹ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Verse 2: Glorious things were said concerning you, O city of God.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. γʹ. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Verse 3: God established her forever.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. δʹ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Verse 4: The Most High sanctified His tabernacle.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.
Ἀντίφωνον Γʹ. Ἦχος αʹ.
Antiphon 3. Mode 1. Psalms 107, 115.
Στίχ. αʹ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Verse 1: My heart is ready, O God, my heart is ready. [SAAS]
Στίχ. βʹ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;
Verse 2: What shall I give back to the Lord for all He rendered to me?
Στίχ. γʹ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Verse 3: I will take up the cup of salvation, and call upon the name of the Lord.
Ἀπολυτίκιον. Ἦχος αʹ.
Apolytikion. Mode 1.
Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
You gave birth yet preserved your virginity. You fell asleep in death yet did not desert the world, O Theotokos. You were transported to life, as you are Mother of Life and, by virtue of your intercessions, deliver our souls from death. [SD]
Εἰσοδικόν. Ἦχος βʹ.
Entrance Hymn. Mode 2.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον
Hymns after the Entrance.
Ἀπολυτίκιον. Τοῦ Ἁγίου Μανδηλίου.
Apolytikion. For the Holy Napkin.
Τοῦ Μηναίου - - -
From Menaion - - -
Ἦχος βʹ.
Mode 2.
Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offenses, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]
Ἀπολυτίκιον τῆς Ἑορτῆς.
Apolytikion of the Feast.
Τοῦ Μηναίου - - -
From Menaion - - -
Ἦχος αʹ.
Mode 1.
Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
You gave birth yet preserved your virginity. You fell asleep in death yet did not desert the world, O Theotokos. You were transported to life, as you are Mother of Life and, by virtue of your intercessions, deliver our souls from death. [SD]
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·
The Apolytikion of the parish church is sung. Then:
Τοῦ Μηναίου - - -
From Menaion - - -
Κοντάκιον.
Kontakion.
Ἦχος πλ. βʹ. Αὐτόμελον.
Mode pl. 2. Automelon.
Τὴν ἐν πρεσβείαις.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
The Theotokos is undying in intercession.* Immovable is our hope in her for protection. * Neither death nor burial prevailed over her. * As she is Mother of Life, she was removed to life by Him, * the Lord who lived in her ever-virgin womb. [SD]
Ὁ Τρισάγιος Ὗμνος
Trisagios Hymn
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy Immortal, have mercy on us.
Ὁ Ἀπόστολος
The Epistle
Τοῦ Ἁγ. Μανδυλίου.
For the Holy Napkin.
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 68.
Prokeimenon. Mode 4. Psalm 68.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου
Turn not Your face from Your child. [SAAS]
Στίχ. Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.
Verse: The salvation of Your presence, O God, lays hold of me. [SAAS]
Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s First Letter to Timothy.
Αʹ Τιμ 3:13 – 16, 4:1 – 5
1 Tim. 3:13 – 16; 4:1 – 5
Τέκνον Τιμόθεε, οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
Timothy, my son, those who serve well as deacons gain a good standing for themselves and also great confidence in the faith which is in Christ Jesus. I hope to come to you soon, but I am writing these instructions to you so that, if I am delayed, you may know how one ought to behave in the household of God, which is the church of the living God, the pillar and bulwark of the truth. Great indeed, we confess, is the mystery of our religion: God was manifested in the flesh, vindicated in the Spirit, seen by angels, preached among the nations, believed on in the world, taken up in glory. Now the Spirit expressly says that in later times some will depart from the faith by giving heed to deceitful spirits and doctrines of demons, through the pretensions of liars whose consciences are seared, who forbid marriage and enjoin abstinence from foods which God created to be received with thanksgiving by those who believe and know the truth. For everything created by God is good, and nothing is to be rejected if it is received with thanksgiving; for then it is sanctified by the word of God and prayer. [RSV]
Ἀλληλούϊα. Ἦχος δʹ. Ψαλμὸς 64.
Alleluia. Mode 4. Psalm 64.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Στίχ. αʹ. Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.
Verse 1: It is fitting to sing a hymn to You in Zion, O God. [SAAS]
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Στίχ. βʹ. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.
Verse 2: We shall be filled with the good things of Your house.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
Τὸ Εὐαγγέλιον
The Gospel
Τοῦ Ἁγ. Μανδυλίου.
For the Holy Napkin.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Luke.
Λκ 9:51 – 57, 10:22 – 24, 13:22
Lk. 9:51 – 57, 10:22 – 24, 13:22
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ ἔλεγε τοῖς ἀκολουθοῦσιν αὐτῷ· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
At that time, when the days drew near for him to be received up, he set his face to go to Jerusalem. And he sent messengers ahead of him, who went and entered a village of the Samaritans, to make ready for him; but the people would not receive him, because his face was set toward Jerusalem. And when his disciples James and John saw it, they said, “Lord, do you want us to bid fire come down from heaven and consume them as Elijah did?” But he turned and rebuked them and he said, “You do not know what manner of spirit you are of; for the Son of man came not to destroy men’s lives but to save them.” And they went on to another village. As they were going along the road, he said to those who were following him, “All things have been delivered to me by my Father; and no one knows who the Son is except the Father, or who the Father is except the Son and any one to whom the Son chooses to reveal him.” Then turning to the disciples he said privately, “Blessed are the eyes which see what you see! For I tell you that many prophets and kings desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it.” And he went on his way through towns and villages, teaching, and journeying towards Jerusalem. [RSV]
Ὕμνος εἰς τὴν Θεοτόκον.
Hymn to the Theotokos.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.
Κοινωνικόν. Ψαλμὸς 148.
Communion Hymn. Psalm 148.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Praise the Lord from the heavens. [SAAS] Alleluia.
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.
Hymn after Holy Communion.
Ἦχος βʹ.
Mode 2.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ our God. Glory to You.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.
Κανόνας Νηστείας
Fasting Rule
Νηστεία.
Strict: Refrain from meat, fish, oil, dairy, and eggs.
Εἶναι Τετάρτη ἢ Παρασκευή.
It is a Wednesday or Friday.