×




Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Μηναῖον - Τῌ ΙΕʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 15

Μνήμη τῆς Κοιμήσεως τῆς Ὑπεραγίας Θεοτόκου

Dormition of our Most Holy Lady Theotokos

__________

__________



ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. [GOA]

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. [GOA]

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς·

If the Lity was not sung at Vespers, sing the following:

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα τῆς Λιτῆς.

Idiomela of the Lity.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπʼ αὐτὴ μυστήριον· ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς, τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτόν, τῇ μεταθέσει μαρτυρήσωσι. Διό περ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον· καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ· ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

It was fitting that the eyewitnesses and ministers of the Word should oversee the Dormition of His Mother according to the flesh, this being the final mystery concerning her; so that they might behold not only the Savior’s ascent from earth, but also be witnesses of His Mother’s translation. Therefore, transported by divine power, from every part of the world, they arrived in Zion. And they ushered her, who is higher than the Cherubim, as she hastened toward heaven. Together with them, we also honor her; and she intercedes on behalf of our souls. [SD]

Ἦχος βʹ.

Mode 2.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα· ἡ διʼ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

She who is higher than the heavens, and more glorious than the Cherubim, and is held in greater honor than all creation; she who for surpassing purity became the vessel of the eternal Essence, today commits her all-holy soul into the hands of her Son. Along with her, the universe is filled with joy, and to us is given the great mercy. [SD]

Ἦχος βʹ.

Mode 2.

Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός· ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται· ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται· καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

The all-blameless Bride and Mother of the good pleasure of the Father, she who was preordained by God as the dwelling of His unconfused union, today commits her immaculate soul into the hands of her Maker and God. The bodiless hosts meet her with a divine reception. And she is transported to life, as the very Mother of Life, the lamp of the unapproachable light, the salvation of the faithful, and the hope of our souls. [SD]

Ἦχος γʹ.

Mode 3.

Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν, τῆς Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ ἁγίᾳ Κοιμήσει αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.

Come from all the ends of the earth, and let us commemorate the august Assumption of the Mother of God. For she has committed her blameless soul into the hands of her Son. By her holy Dormition, the world was restored to life, and hence it brightly celebrates with the bodiless powers and the Apostles, in psalms and hymns and spiritual songs. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα· δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανὸς ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

Come, O congregations fond of celebrating feasts; come and let us form a choir. Come, let us deck the Church with songs, as the Ark of God goes to her place of rest. For today the heavens expand their vaults, receiving her who gave birth to Him who is not contained by anything. And the earth, yielding up the fount of life, is adorned with the blessing and the majesty. Angels stand in concert with Apostles, gazing with great awe, as the Mother of the Author of life is transported from life to life. Let us all bow down to her in reverence, and entreat, “O Lady, do not forget your kindred ties to us, who loyally celebrate the feast of your all-holy Dormition.” [SD]

Καὶ νῦν.

Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Sing, people everywhere, sing to the Mother of our God! Today she commits her soul, full of light, into the immaculate hands of Him who became incarnate of her without seed. And now she intercedes with Him without cease, that He grant to the universe peace and great mercy. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. [GOA]

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

You gave birth yet preserved your virginity. You fell asleep in death yet did not desert the world, O Theotokos. You were transported to life, as you are Mother of Life and, by virtue of your intercessions, deliver our souls from death. [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Πάτερ ἅγιε, εὐλόγησον.

Holy father, give the blessing!

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

ΧΟΡΟΣ (χῦμα μεθʼ ἑκάστην δέησιν)

CHOIR (intoned after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.