2024
2024
Τῇ Κυριακῇ | Τῌ ΙΑʹ ΑΥΓΟΥΣΤΟΥ
On Sunday | August 11
----------
----------
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς
The Readings from the Regular Cycle
Ὁ Ἀπόστολος
The Epistle
Κυριακῇ Ἑβδόμῃ
Seventh Sunday
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Romans.
Ρωμ 15:1 – 7
Rom. 15:1 – 7
Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ.
Brethren, we who are strong ought to bear with the failings of the weak, and not to please ourselves; let each of us please his neighbor for his good, to edify him. For Christ did not please himself; but, as it is written, “The reproaches of those who reproached you fell on me.” For whatever was written in former days was written for our instruction, that by steadfastness and by the encouragement of the scriptures we might have hope. May the God of steadfastness and encouragement grant you to live in such harmony with one another, in accord with Christ Jesus, that together you may with one voice glorify the God and Father of our Lord Jesus Christ. Welcome one another, therefore, as Christ has welcomed you, for the glory of God. [RSV]
Τὸ Εὐαγγέλιον
The Gospel
Κυριακῇ Ἑβδόμῃ τοῦ Ματθαίου
Seventh Sunday of Matthew
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Matthew.
Μτ 9:27 – 35
Mt. 9:27 – 35
Τῷ καιρῷ ἐκείνῳ παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
At that time, as Jesus went on, two blind men followed him, crying aloud, “Have mercy on us, Son of David.” When he entered the house, the blind men came to him; and Jesus said to them, “Do you believe that I am able to do this?” They said to him, “Yes, Lord.” Then he touched their eyes, saying, “According to your faith be it done to you.” And their eyes were opened. And Jesus sternly charged them, “See that no one knows it.” But they went away and spread his fame through all that district. As they were going away, behold, a dumb demoniac was brought to him. And when the demon had been cast out, the dumb man spoke; and the crowds marveled, saying, “Never was anything like this seen in Israel.” But the Pharisees said, “He casts out demons by the prince of demons.” And Jesus went about all the cities and villages, teaching in their synagogues and preaching the gospel of the kingdom, and healing every disease and every infirmity among the people. [RSV]
__________
__________
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου
The Readings for the Commemoration
Ὁ Ἀπόστολος
The Epistle
Τοῦ Μάρτυρος.
For the Martyr.
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Letter to the Romans.
Ρωμ 8:28 – 39
Rom. 8:28 – 39
Ἀδελφοί, οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Brethren, we know that in everything God works for good with those who love him, who are called according to his purpose. For those whom he foreknew he also predestined to be conformed to the image of his Son, in order that he might be the first-born among many brethren. And those whom he predestined he also called; and those whom he called he also justified; and those whom he justified he also glorified. What then shall we say to this? If God is for us, who is against us? He who did not spare his own Son but gave him up for us all, will he not also give us all things with him? Who shall bring any charge against God’s elect? It is God who justifies; who is to condemn? Is it Christ Jesus, who died, yes, who was raised from the dead, who is at the right hand of God, who indeed intercedes for us? Who shall separate us from the love of Christ? Shall tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword? As it is written, “For your sake we are being killed all the day long; we are regarded as sheep to be slaughtered.” No, in all these things we are more than conquerors through him who loved us. For I am sure that neither death, nor life, nor angels, nor principalities, nor things present, nor things to come, nor powers, nor height, nor depth, nor anything else in all creation, will be able to separate us from the love of God in Christ Jesus our Lord. [RSV]
__________
__________
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Stand for the reading of the Synaxarion.
Συναξάριον
Synaxarion
Τοῦ Μηναίου.
From the Menaion.
Τῇ ΙΑʹ τοῦ αὐτου μηνὸς μνήμη τοῦ ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.
On August 11, we commemorate the holy Great-martyr Euplus the Deacon.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
By the intercessions of Your Saints, O God, have mercy on us. Amen.
__________
__________
Κανόνας Νηστείας
Fasting Rule
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.
Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου.
It is the Dormition fast.