×




2024

2024

Τῇ Τρίτῃ | Τῌ Ϛʹ ΑΥΓΟΥΣΤΟΥ

On Tuesday | August 6



----------

----------



Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τρίτῃ τῆς Ζʹ Ἑβδομάδος

Tuesday of the 7th Week

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ 6:20; 7:1 – 12

1 Cor. 6:20; 7:1 – 12

Ἀδελφοί, δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ. Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν. θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ᾿ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν

Brethren, glorify God in your body and in your spirit, which are God''s. Now concerning the matters about which you wrote. It is well for a man not to touch a woman. But because of the temptation to immorality, each man should have his own wife and each woman her own husband. The husband should give to his wife her conjugal rights, and likewise the wife to her husband. For the wife does not rule over her own body, but the husband does; likewise the husband does not rule over his own body, but the wife does. Do not refuse one another except perhaps by agreement for a season, that you may devote yourselves to fasting and prayer; but then come together again, lest Satan tempt you through lack of self-control. I say this by way of concession not of command. I wish that all were as I myself am. But each has his own special gift from God, one of one kind and one of another. To the unmarried and the widows I say that it is well for them to remain single as I do. But if they cannot exercise self-control, they should marry. For it is better to marry than to be aflame with passion. To the married I give charge, not I but the Lord, that the wife should not separate from her husband (but if she does, let her remain single or else be reconciled to her husband) — and that the husband should not divorce the wife. To the rest I say, not the Lord, that if any brother has a wife who is an unbeliever, and she consents to live with him, he should not divorce her. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τρίτῃ τῆς Ζʹ Ἑβδομάδος τοῦ Ματθαίου

Tuesday of the 7th Week of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 14:1 – 13

Mt. 14:1 – 13

Τῷ καιρῷ ἐκείνῳ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδη· ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

At that time, Herod the tetrarch heard about the fame of Jesus; and he said to his servants, “This is John the Baptist; he has been raised from the dead; that is why these powers are at work in him.” For Herod had seized John and bound him and put him in prison, for the sake of Herodias, his brother Philip’s wife; because John said to him, “It is not lawful for you to have her.” And though he wanted to put him to death, he feared the people, because they held him to be a prophet. But when Herod’s birthday came, the daughter of Herodias danced before the company and pleased Herod, so that he promised with an oath to give her whatever she might ask. Prompted by her mother, she said, “Give me the head of John the Baptist here on a platter.” And the king was sorry; but because of his oaths and his guests he commanded it to be given; he sent and had John beheaded in the prison, and his head was brought on a platter and given to the girl, and she brought it to her mother. And his disciples came and took the body and buried it; and they went and told Jesus. Now when Jesus heard this, he withdrew from there in a boat to a lonely place apart. But when the crowds heard it, they followed him on foot from the towns. [RSV]

__________

__________



Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2024

2024

Τῌ Ϛʹ ΑΥΓΟΥΣΤΟΥ

August 6

Ἀνάμνησις τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος

Commemoration of the Transfiguration of our Savior

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Τοῦ Μηναίου - - -

From Menaion - - -

Έξ κδʹ 12 – 18

Ex 24:12 – 18

Εἶπε Κύριος πρὸς Μωϋσῆν· Ἀνάβηθι πρὸς με εἰς τὸ ὄρος, καὶ στῆθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωϋσῆς, καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ. Καὶ τοῖς πρεσβυτέροις εἶπεν· Ἡσυχάσατε αὐτοῦ, ἕως ἂν ἐπιστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὤρ μεθʼ ὑμῶν, ἐὰν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. Καὶ ἀνέβη Μωϋσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος, καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας, καὶ ἐκάλεσε Κύριος τὸν Μωϋσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ εἶδος τῆς δόξης τοῦ Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Καὶ εἰσῆλθε Μωϋσῆς εἰς τὸ μέσον τῆς νεφέλης, καὶ ἀνέβη εἰς τὸ ὄρος, καὶ ἦν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Then the Lord said to Moses, “Come up to Me on the mountain and be there; and I will give you tablets of stone and the law and commandments I wrote, that you may teach them.” So Moses arose with his assistant Joshua, and they went up to the mountain of God. But he said to the elders, “Wait here for us until we come back to you. Indeed, Aaron and Hur are with you. If any man has a difficulty, let him go to them.” Then Moses and Joshua went up the mountain, and the cloud covered the mountain. Now the glory of God descended on Mount Sinai, and the cloud covered it six days. Then on the seventh day the Lord called to Moses out of the midst of the cloud. The sight of the Lord’s glory was like a burning fire on the top of the mountain before the children of Israel. So Moses went into the midst of the cloud and went up the mountain; and he was on the mountain forty days and forty nights. [SAAS]

Έξ λγʹ 11 – 23 καὶ λδʹ 4 – 6, 8

Ex 33:11 – 23, 34:4 – 6, 8

Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον· ἰδοὺ σὺ μοι λέγεις. Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μέτʼ ἐμοῦ, σὺ δὲ μοι εἶπας· Οἶδάς σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρʼ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν, ἵνα γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καί, ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει αὐτῷ Κύριος· Ἐγὼ αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. Καὶ εἶπε πρὸς αὐτόν· Εἰμὴ σὺ αὐτὸς συμπορεύῃ μεθʼ ἡμῶν, μὴ μὲ ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγώ τε καὶ ὁ λαός σου, ἀλλʼ ἢ συμπορευομένου σου μεθʼ ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ Ἔθνη, ὅσα ἂν ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. Καὶ λέγει Μωϋσῆς· Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου, καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. Καὶ εἶπεν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. Καὶ εἶπε Κύριος· Ἰδοὺ τόπος παρʼ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας. Ἡνίκα δʼ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω, καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. Καὶ ὀρθρίσας Μωϋσῆς τὸ πρωΐ, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθὰ συνέταξεν αὐτῷ Κύριος. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου, καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσε· Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινος. Καὶ σπεύσας Μωϋσῆς, κύψας ἐπὶ τὴν γῆν, προσεκύνησε τῷ Κυρίῳ.

Thus the Lord spoke to Moses face to face, as a man speaks to his friend. Then he would return to the camp, but his servant Joshua the son of Nun, a young man, did not depart from the tabernacle. Then Moses said to the Lord, “Behold, You say to me, ‘Bring up this people.’ But You have not let me know whom You will send with me. Yet You have said, ‘I know you above all, and you have also found grace in My sight.’ Now therefore, I pray, if I have found grace in Your sight, reveal Yourself to me, that I may see You clearly and find grace in Your sight, and know this great nation is Your people.” So He said, “I Myself will go before you and give you rest.” Then he said to Him, “If You Yourself do not go up with us, do not bring us up from here. For how then will it be known that Your people and I found grace in Your sight, except You go with us? So both I and Your people shall be glorified beyond all the nations on the earth.” The Lord then said to Moses, “I will also do this thing you have spoken; for you have found grace in My sight, and I know you above all.” Moses replied, “Reveal Yourself to me.” Then God said, “I will pass before you in My glory, and I will proclaim My name, the Lord, before you. I will have mercy on whom I will have mercy, and I will have compassion on whom I will have compassion.” But He said, “You cannot see My face; for no man can see My face and live.” Moreover, the Lord said, “Here is a place by Me: you shall stand on the rock. So it shall be, while My glory passes by, that I will put you in the cleft of the rock, and will cover you with My hand while I pass by. Then I will take away My hand, and you shall see My back; but My face shall not be seen.” Then Moses rose early in the morning and went up to Mount Sinai as the Lord commanded him. Now the Lord descended in the cloud; and He stood with him there, and he called upon the name of the Lord. Then the Lord passed before his face and proclaimed, “The Lord God, compassionate, merciful, longsuffering, abounding in mercy and true.” So Moses made haste and bowed his head toward the ground and worshiped. [SAAS]

Γʹ Βασ ιθʹ, 3 – 9, 11 – 13, 15 – 16

3Kg 19:3 – 9, 11 – 13, 15 – 16

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔρχεται Ἠλιοὺ εἰς Βηρσαβεέ, ἣ ἐστι τοῦ Ἰούδα, καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη, καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν. Καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε, καὶ πίε. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψεν ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, καὶ φάγε, καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη, καὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἕως ὄρους Χωρήβ. Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ, καὶ ἰδοὺ ῥήμά Κυρίου πρὸς αὐτόν, καὶ εἶπεν αὐτῷ Κύριος· Ἐξελεύσῃ, καὶ στήσῃ ἐν τῷ ὄρει ἐνώπιον Κυρίου, καὶ ἰδοὺ Κύριος παρελεύσεται, καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη, καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου, οὐκ ἐν τῷ πνεύματι Κύριος, καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῶ Κύριος, καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος, καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, καὶ ἐκεῖ Κύριος. Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιού, ἐπεκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ αὐτοῦ, καὶ ἐξῆλθε καὶ ἔστη παρὰ τὸ σπήλαιον. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου, καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ εἰς Προφήτην.

In those days, Elijah came to Beersheba of Judah, where he left his servant. But Elijah himself went a day’s journey into the wilderness, and came and sat under a juniper tree. Then he lay down and slept under a tree. Unexpectedly, someone touched him and said to him, “Arise and eat.” Then Elijah looked, and there by his head was a cake made of wheat and a jar of water. So he ate and drank, and lay down again. Again the angel of the Lord came back a second time, touched him, and said, “Arise and eat, because the journey is a great many days for you.” So he arose, ate and drank; and he went with the strength of that food forty days and forty nights, as far as Mount Horeb. There he went into a cave and rested. Behold, the word of the Lord came to him and said to him, “Go out tomorrow and stand on the mountain before the Lord; and behold, the Lord will pass by, and before the Lord, a great and powerful wind will be rending the mountains and shattering the rocks; but the Lord will not be in the wind. After the wind, an earthquake, but the Lord will not be in the earthquake. After the earthquake, there will be a fire, but the Lord will not be in the fire. After the fire, there will be a sound of a gentle breeze, and the Lord will be there.” So when Elijah heard this, he wrapped his face in his mantle, and went out and stood in the entrance of the cave. Then the Lord said to him, “Go and return on your way to the desert of Damascus. And you shall anoint Elisha the son of Shaphat of Abel Meholah as prophet in your place.” [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἑορτῆς.

For the Feast.

Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s Second Universal Letter.

Βʹ Πε 1:10 – 19

2 Pet. 1:10 – 19

Ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, — καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

Brethren, be more zealous to confirm your call and election, for if you do this you will never fall; so there will be richly provided for you an entrance into the eternal kingdom of our Lord and Savior Jesus Christ. Therefore I intend always to remind you of these things, though you know them and are established in the truth that you have. I think it right, as long as I am in this body, to arouse you by way of reminder, since I know that the putting off of my body will be soon, as our Lord Jesus Christ showed me. And I will see to it that after my departure you may be able at any time to recall these things. For we did not follow cleverly devised myths when we made known to you the power and coming of our Lord Jesus Christ, but we were eyewitnesses of his majesty. For when he received honor and glory from God the Father and the voice was borne to him by the Majestic Glory, “This is my beloved Son, with whom I am well pleased,” we heard this voice borne from heaven, for we were with him on the holy mountain. And we have the prophetic word made more sure. You will do well to pay attention to this as to a lamp shining in a dark place, until the day dawns and the morning star rises in your hearts. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἑορτῆς.

For the Feast.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 17:1 – 9

Mt. 17:1 – 9

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

At that time, Jesus took with him Peter and James and John his brother, and led them up a high mountain apart. And he was transfigured before them, and his face shone like the sun, and his garments became white as light. And behold, there appeared to them Moses and Elijah, talking with him. And Peter said to Jesus, “Lord, it is well that we are here; if you wish, I will make three booths here, one for you and one for Moses and one for Elijah.” He was still speaking, when lo, a bright cloud overshadowed them, and a voice from the cloud said, “This is my beloved Son, with whom I am well pleased; listen to him.” When the disciples heard this, they fell on their faces, and were filled with awe. But Jesus came and touched them, saying, “Rise, and have no fear.” And when they lifted up their eyes, they saw no one but Jesus only. And as they were coming down the mountain, Jesus commanded them, “Tell no one the vision, until the Son of man is raised from the dead.” [RSV]

__________

__________



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ϛʹ τοῦ αὐτοῦ μηνός ἀνάμνησις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

On August 6 is the commemoration of the divine Transfiguration of our Lord, God and Savior Jesus Christ.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

To Him be the glory and dominion forever. Amen.

__________

__________



Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι μεγάλη ἑορτή.

It is a major feast.