×




Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

ON FRIDAY EVENING

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

At, Lord, I have cried, Prosomia.

Στιχηρὰ Δεσποτικά.

Stichera for the Master.

Ἦχος βαρύς.

Grave Mode.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

O holy Martyr Saints, who competed well and received the crowns of laurel, intercede with the Lord for us, that His mercy come upon our souls. [SD]

Αὐτόμελον.

Automelon.

Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρʼ αὐτοῦ ἐκομίσασθε, ἀλλʼ ὡς ἔχοντες παῤῥησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τὰς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

When you had wisely despised everything on earth, * O holy martyr Saints, * and had courageously acknowledged Christ in the stadium, * in return for the tortures you received your rewards from Him. * Now that you have acquired access to God the omnipotent, * we beseech you most fervently * to entreat Him in earnest * to save the souls of us sinners who flee to you. [SD]

Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Θεῷ, ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο, Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθʼ ὧν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

O world-famous Martyrs, the spiritual livestock, rational whole burnt offerings, and sacrifice acceptable and pleasing to God: the earth did not conceal you, but heaven received you, and thus you share the fellowship of the Angels. We beseech you, pray with them unto our Savior and God, that He bring peace into the world, and that He save our souls. [SD]

Ἕτερα Στιχηρὰ Δεσποτικά. Οὐκ ἔτι κωλυόμεθα.

Additional Stichera for the Master No longer are we barred.

Σῶτερ μὴ καταισχύνῃς με, ὅταν ἔλθῃς κρῖναι κόσμον ἅπαντα, τὸν αἰσχύνης ἔργα ποιήσαντα.

When You return, O Savior, to judge the whole world, * though I have committed most shameful actions, * put me not to shame, I pray. [SD]

Ἀμέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, ὁ Θεός μου οἴκτειρον καὶ σῶσόν με.

Νεκρώσιμον.

For the Dead.

Ἀνάπαυσον τοὺς πίστει κεκοιμημένους, ἐν αὐλαῖς σου Δέσποτα, καὶ Βασιλείας σου ἀξίωσον.

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν· καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς· πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

O Theotokos, you became a mother in a manner passing nature. You remained a virgin in a manner passing speech and thought, and no language is capable of explaining the marvel of your childbirth. O Virgin pure, as conception was a paradox, incomprehensible is the manner of birth; for where God wills, the order of nature yields. And now, all we who know you, the Mother of God, earnestly implore you: Intercede with Him for the salvation of our souls. [GOASD]

Προκείμενον. Ἦχος βαρύς.

Prokeimenon. Grave Mode.

Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

You are my protector, O God. Your mercy shall go before me.

Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ λύτρωσαί με.

Verse: Rescue me from my enemies, O God, and redeem me from those who rise up against me. [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος βαρύς.

Aposticha. Grave Mode.

Μαρτυρικόν.

For the Martyrs.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

Glory be to You, Christ our God, the Apostles’ pride and joy, exultation of the Martyr Saints, whose proclamation was the consubstantial Trinity. [SD]

Νεκρώσιμα.

For the Dead.

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS]

Κατʼ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατʼ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων, φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν αὐτὸν εἰς γῆν ἐξ ἦς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

In the beginning, when You fashioned man in Your image and likeness, You put him in Paradise to have dominion over Your creation. But by the envy of the devil, man was deceived; and he ate the fruit and thus became a transgressor of Your commandments. Therefore, O Lord, You sentenced him to return to the earth, from which he had been taken, and to pray for repose. [SD]

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Verse: Their souls shall dwell among good things. [SAAS]

Οὐκ ἔτι κωλυόμεθα.

No longer are we barred.

Ἀνάπαυσον Σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας· Κύριε δόξα σοι.

O Savior and Life-giver, to those You transferred * from this fleeting life, grant rest, as they cry out, * “Glory to You, O Lord.” [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ὄρος θεῖον ἅγιον, εἶδέ σε ὁ Δανιήλ, καὶ Ἠσαΐας δὲ ὁ σοφός, Μητέρα Θεοῦ ἐκήρυξέ σε Σεμνή, Θεὸν ἐν σαρκὶ χωρήσασαν, τὸν Ἀδὰμ πλαστουργήσαντα, ὃν τὰ Χερουβείμ ἐτρόμαξαν σαρκούμενον, ὑμνοῦντα καὶ δοξάζοντα, ἀσιγήτῳ τρισαγίᾳ φωνῇ, ἀλλὰ τοῦτον αἴτησαι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Daniel saw you as a divine holy mountain, and the wise Isaiah proclaimed you as God’s gracious Mother containing God incarnate, Who had fashioned Adam, and Whom seeing in the flesh the Cherubim were startled and sang praise and glory with the never-silent voice of the thrice-holy hymn. So entreat Him, O Lady, beseeching Him to save our souls. [SD]

__________

__________

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ

ON SATURDAY MORNING

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Μαρτυρικά.

After the first Psalter reading. Kathismata for the Martyrs.

Ἦχος βαρύς.

Grave Mode.

Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

O Lord, Your holy Martyrs competed here on earth, and they trampled the enemy and negated the deception of idolatry. Therefore they received awards from You, O benevolent Master and merciful God, who to the world grant the great mercy. [GOASD]

Ἀγαλλιᾶσθε δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια, ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ, νικοποιῷ Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Be glad, O you righteous; let the heavens sing for joy. For when the Martyrs competed, they trampled the enemy, and they brought down the deception of the idols. Let the Church leap for joy, as she celebrates the Judge of the contest, Christ our God, who alone confers victory, and who grants the world the great mercy. [SD]

Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, καθοπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντές σε, κραυγάζουσι τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε, Χριστέ. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

O Lord, Your Martyrs, fully armed with the power of the Cross, put the enemy to flight and negated the deception of idolatry. And now they join the Angels extolling You, and glorifying You, O Christ, and together they sing the triumphal hymn. At their entreaties grant to us the great mercy. [GOASD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

All-lauded Lady, our resurrection’s treasure house, we put our trust in you and pray you bring us up out of the pit and deep sea of our offences. For you saved us who were liable for sin when you gave birth to our salvation, as a virgin before childbirth, and a virgin during childbirth, and after childbirth a virgin still. [GOASD]

Μετὰ τὴν βʹ Στιχολογίαν. Κάθισμα Μαρτυρικόν.

After the second Psalter reading. Kathisma for the Martyrs.

Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων, δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.

O Saints, we pray you to intercede for us, that we be granted forgiveness for our offenses, and that we be delivered form impending evils and from bitter death. [SD]

Νεκρώσιμον.

For the Dead.

Ὁ θάνατός σου Κύριε, τοῖς νεκροῖς ζωὴν ἐξήνθησε· τὸν γὰρ ᾅδην ἐσκύλευσας, ἀνακαλύπτων τοὺς ἐν σκότει καθεύδοντας· διό σε Ζωοδότα, ὡς Θεὸν ἱκετεύομεν. οὓς ἐξ ἡμῶν προσελάβου, μετὰ Δικαίων ἀνάπαυσον, ὅπως εὕρωσιν ἐν κρίσει, τὸ μέγα ἔλεος.

O Lord, Your death gave rise to life for the dead for you plundered Hades and uncovered those who were sleeping in darkness. Therefore we entreat You, O God the Giver of Life: Grant rest with the Righteous to those whom You have taken to yourself, so that in judgment they may find great mercy. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Χαῖρε ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου. Χαῖρε Παρθένε τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ. Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Rejoice, O Maiden who contained within your womb the One whom heaven cannot contain. Rejoice, O Virgin, the Prophets’ proclamation; through you Emmanuel has shone forth. Rejoice, O Mother of Christ our God. [SD]

Κανὼν εἰς πάντας τοὺς Ἁγίους.

Canon for all Saints.

Ἦχος βαρύς. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Grave Mode. Ode i. Heirmos.

Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτω, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Τροπάρια.

Troparia.

Χορὸς Μαρτύρων ἀπλανῶν, πᾶσαν πλάνην νικήσας, τοῦ πολεμήτορος, χορεύει γηθόμενος, πρὸ προσώπου τοῦ Κτίσαντος.

Οἱ Ἱεράρχαι τοῦ Χριστοῦ, καὶ οἱ Ὅσιοι πάντες, ἀγωνισάμενοι, τρυφῆς ἠξιώθησαν, αἰωνίου ἐν χάριτι.

Ῥῦσαι ἡμᾶς πάσης ὀργῆς, Προφητῶν καὶ Ὁσίων, καὶ Γυναικῶν ἱερῶν, Χριστὲ παρακλήσεσι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Νεκρώσιμον.

For the Dead.

Ὁ διαπλάσας με ἐκ γῆς, καὶ εἰς γῆν πάλιν Λόγε, καθυποστρέφειν με, κελεύσας ἀνάπαυσον, οὓς ἐν πίστει μετέστησας.

Θεοτοκίον.

Theotokion.

Ὑπεραγία ἡ Θεόν, ὑπεράγιον Λόγον, ἀποκυήσασα, ἁγίασον ἅπαντας, τοὺς πίστει σε δοξάζοντας.

Κανὼν εἰς Κοιμηθέντας.

Canon for the Deceased.

Νεύσει σοῦ πρὸς γεώδη.

Lord, at Your divine signal.

Κόσμος ὡραϊσμένος, τῶν ἀρετῶν ταῖς ἰδέαις, καὶ θεῖον ἀνάθημα, τοῖς διαφόροις κάλλεσι, λάμπον ταῖς θεοσημείαις, Μάρτυρες Χριστῷ, τῷ Θεῷ προσηνέχθητε.

Αἴγλης τῆς ἀπροσίτου, καὶ τρισηλίου λαμπάδος, τυχεῖν καταξίωσον, τοὺς μεταστάντας δούλους σου, ἔνθα ἀπέδρα ὀδύνη, λύπη στεναγμός, πολυέλεε Κύριε.

Νεκρώσει Ζωοδότα, κατακριθεῖσαν τὴν φύσιν, ζωὴ ἐνυπόστατος, ὑπάρχων Χριστὲ ἥγειρας· ὅθεν ὡς μόνος οἰκτίρμων, πίστει τοὺς πρὸς σέ, μεταστάντας ἀνάπαυσον.

Θεοτοκίον.

Theotokion.

Ὤρθωσας Παναγία, τὴν τῆς προμήτορος πτῶσιν, τεκοῦσα τὸν Κύριον, τὸν ταύτην ἀναστήσαντα, Λόγον τὸν ἐν τοῖς μνημείοις, πνέοντα ζωήν, ἐξουσίᾳ Θεότητος.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὂν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν.

O Logos, we who rise early, to glorify and praise You, unceasingly extol the sign of Your Cross, which you have given us as a shield to help us. [SD]

Τροπάρια.

Troparia.

Συντριβόμενοι λίθοις, καὶ βόθροις ὁμιλοῦντες, συνετρίψατε πᾶσαν, τοῦ πλάνου δυναστείαν, καὶ ἄθραυστοι τὸν νοῦν, ἐμείνατε Ἅγιοι.

Αἴγλῃ θείων δογμάτων, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν, οἱ σοφοὶ Ἱεράρχαι, πιστοὺς φωταγωγοῦντες, αἱρέσεων ἀχλύν, πᾶσαν διεσκέδασαν.

Νεκρωθέντες τῷ κόσμῳ, οἱ Ὅσιοί σου Λόγε, ὑπερκόσμιον ὄντως, ζωὴν κληρονομοῦσι, διʼ ὧν ἡμᾶς Χριστέ, ἅπαντας οἰκτείρησον.

Νεκρώσιμον.

For the Dead.

Ὑπὲρ τῶν μεταστάντων, ἐν πίστει καὶ ἐλπίδι, ἱκετεύομεν πάντες, τὸν ἀγαθὸν Δεσπότην, τοῦ φείσασθαι αὐτῶν, ἐν ᾥρᾳ τῆς κρίσεως.

Θεοτοκίον.

Theotokion.

Μὴ κενώσας τοὺς κόλπους, τοὺς Πατρικοὺς ὁ Λόγος, σοῖς ἐν κόλποις ὡς βρέφος, κρατούμενος ὡράθη ἀρχὴν ἐκ σοῦ λαβών, Ἄχραντε ὁ ἄναρχος.

Κανὼν εἰς Κοιμηθέντας. Ὁ κατʼ ἀρχὰς τοὺς οὐρανούς.

Canon for the Deceased. First You established.

Νεανικὴν καὶ σταθηράν, τὴν καρτερίαν ἀνδρείως, οἱ Μαρτύρων ἔδειξαν χοροί· τῶν γὰρ αἰκισμῶν τὴν ῥύμην ἤνεγκαν, καὶ τῶν βασάνων τὰς πληγάς, τῆς ἀκηράτου σου δόξης, Σῶτερ ἐφιέμενοι καὶ τέρψεως.

Τῆς αἰωνίου σου ζωῆς, τῶν ἐπʼ ἐλπίδι θανέντων, Ἐλεῆμον πρόσδεξαι ψυχάς, καὶ τῶν ὀρεκτῶν καὶ θείων εὔσπλαγχνε, κόλπων τοῦ θείου Ἀβραάμ, ἔνδον σκηνώσας Λαζάρῳ καὶ τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

Ὁ καταβὰς ἐξ οὐρανοῦ, ἐπὶ τὸ σῶσαι τὸ γένος, τῶν ἀνθρώπων εὔσπλαγχνε Σωτήρ, ἀΰλου φωτὸς καὶ θείας δόξης σου, κατατρυφῆσαι καὶ χαρᾶς, τοὺς εὐσεβῶς μεταστάντας, τῇ σῇ εὐσπλαγχνίᾳ καταξίωσον.

Θεοτοκίον.

Theotokion.

Νόμοι τῆς φύσεως ἐν σοί, τὸν ἀπερίληπτον Λόγον, συλλαβούσῃ λέλυνται Ἁγνή, καὶ νόμος ἡμῖν ὁ θεῖος δέδοται, πᾶσι τὴν ἄφεσιν διδούς, ἀπεγνωσμένοις πταισμάτων, χάριτι τῆς θείας ἀγαθότητος.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου.

Confirming Your incarnate advent, O Christ, the Prophet Habbakuk cried out: “Glory to Your strength!” [SD]

Τροπάρια.

Troparia.

Νευρούμενοι τῇ πρὸς Κύριον στοργῇ, οἱ Μάρτυρες, ἐξενεύρισαν ἐχθροῦ τὴν δύναμιν· ὅθεν μακαρίζονται.

Ὡς θρέμματα τοῦ Ποιμένος καὶ Ἀμνοῦ, μακάριοι, Ἱεράρχαι λογικῆς προέστητε, ποίμνης θείᾳ χάριτι.

Πολύφωτοι ὡς ἀστέρες ἀρετῶν, λαμπρότητι, κατηυγάσατε πιστῶν πληρώματα, Ὅσιοι Πατέρες ἡμῶν.

Ὁμήγυρις στεῤῥοτάτων Γυναικῶν, καὶ σύλλογος, τῶν ἁγίων Προφητῶν τετύχηκε, τῶν ἐν οὐρανοῖς ἀγαθῶν.

Θεοτοκίον.

Theotokion.

Ἱκέτευε ὃν ἐκύησας Θεόν, Πανύμνητε, πειρασμῶν παντοδαπῶν καὶ θλίψεων, ῥύσασθαι τὴν ποίμνην σου.

Κανὼν εἰς Κοιμηθέντας. Ὁ Πατρικοὺς κόλπους.

Canon for the Deceased. O Christ our God, You did not depart.

Ἀθλητικοὺς πόνους καρτερῶς, ἐπιδειξάμενοι Χριστὲ οἱ Μάρτυρες, τοὺς στεφάνους ἀνεδήσαντο, τῆς δικαιοσύνης σου, καὶ ἐδόξασάν σου τὴν δύναμιν.

Ὑπερφυοῦς δόξης σου Χριστέ, τοὺς μεταστάντας εὐσεβῶς ἀξίωσον, ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, μετὰ τῶν Ἀγγέλων σου, ὡς Οἰκτίρμων καὶ πολυέλεος.

Τρισσοφαοῦς αἴγλης ἀγαθέ, καὶ ἑνιαίας ἀστραπῇ Θεότητος, ἀπολαῦσαι καταξίωσον, τοὺς προεκδημήσαντας, καὶ δοξάζοντάς σε Φιλάνθρωπε.

Θεοτοκίον.

Theotokion.

Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, παρθενικοῖς κόλποις ὁ Χριστὸς αὐλίζεται, καὶ θανάτου ἐλυτρώσατο, τοὺς σὲ μακαρίζοντας, Θεομῆτορ μόνη πανύμνητε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε.

Τροπάρια.

Troparia.

Μωλώπων σαρκὸς κατεφρονήσατε, στεῤῥοὶ Ἀθληταὶ καὶ τοὺς μώλωπας πάντων, ἰᾶσθε καὶ τὰ τραύματα, τῶν προσερχομένων ὑμῖν.

Ἐλάβετε λύειν καὶ δεσμεῖν ἐπὶ γῆς, τὴν ἐξουσίαν, Ἱεράρχαι τοῦ Χριστοῦ· διὸ τὰ τῶν κακῶν ἡμῶν, ἀεὶ φορτία λύσατε.

Νοῒ καθαρῷ τῷ Θεῷ ἑνούμενοι, χοροὶ Ἀσκητῶν, Προφητῶν καὶ Δικαίων καὶ Γυναικῶν, χορεύουσι, χορείαν ἀκατάλυτον.

Νεκρώσιμον.

For the Dead.

Ὡς μόνος ὑπάρχων πολυέλεος, τοὺς πίστει Χριστέ, μεταστάντας τοῦ βίου, τοῦ Παραδείσου ποίησον, Φιλάνθρωπε οἰκήτορας.

Θεοτοκίον.

Theotokion.

Νυμφὼν ἀκατάλυτος ὀφθεῖσα Θεοῦ, δυσώπει αὐτόν, Παναγία Παρθένε, τοῦ νυμφῶνος οἰκήτορα, τοῦ νοητοῦ γενέσθαι με.

Κανὼν εἰς Κοιμηθέντας. Κύριε ὁ Θεός μου.

Canon for the Deceased. I have arisen early.

Νέκρωσιν ζωηφόρον, διὰ τῶν βασάνων ἐξυφανθεῖσαν, πανεύφημοι Μάρτυρες, περιβεβλημένοι φαιδρῶς, ταῖς ψυχαῖς τῶν προκοιμηθέντων, τὴν θείαν αἰτήσασθε ἄνεσιν.

Ἐκ τῶν ἀδαπανήτων, θησαυρῶν προχέων τὴν εὐσπλαγχνίαν, ψυχὰς ἃς μετέστησας, σὺν τοῖς πρωτοτόκοις σου, ἐν σκηναῖς ταῖς ἀκαταλύτοις, εὐδόκησον Σῶτερ αὐλίζεσθε.

Βάρος ἀποθεμένους, καὶ δεσμῶν λυθέντας νῦν πρὸς τὴν ἄνω, ζωὴν τοὺς οἰκέτας σου, μεταβεβηκότας Χριστέ, ἐντρυφᾷν ταῖς τῶν σῶν Ἁγίων, λαμπρότησι Σῶτερ εὐδόκησον.

Θεοτοκίον.

Theotokion.

Δέσποινα Θεομῆτορ, τῶν ἐμῶν πταισμάτων λύσιν παράσχου, καὶ δός μοι συγχώρησιν, τῶν πλημμελημάτων μου, ἡ ζωὴν τῷ κόσμῳ τεκοῦσα Πανάμωμε τὴν ἐνυπόστατον.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου· ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

Jonah cried out from the belly of Hades: “Raise up my life from corruption.” And we now pray to You: “O almighty Savior, have mercy on us.” [SD]

Τροπάρια.

Troparia.

Καθείλετε τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, ὑψούμενοι πρὸς Θεὸν ἐν τοῖς ἄθλοις, πανένδοξοι ὁπλῖται, οἰκήτορες οὐρανῶν χρηματίζοντες.

Αἱρέσεων τὸν χειμῶνα σοβοῦντες, οἱ τοῦ Χριστοῦ ἀληθεῖς Ἱεράρχαι, πρὸς ἔαρ ἀληθείας, τὴν πληθὺν τῶν εὐσεβῶν μετεβίβασαν.

Ἰσχύϊ σου τῶν Ὁσίων τὰ πλήθη, καὶ Προφητῶν καὶ Γυναίων ἁγίων, Χριστὲ δικαιωθέντα, τοῦ ἀδύτου φωτισμοῦ ἀπολαύουσι.

Νεκρώσιμον.

For the Dead.

Μετέστησας τῶν προσκαίρων Οἰκτίρμον, τοὺς δούλους σου, ἀλλʼ αὐτοὺς αἰωνίου, μετασχεῖν εὐφροσύνης, καὶ ζωῆς ἀληθινῆς καταξίωσον.

Θεοτοκίον.

Theotokion.

Ἁγίασον, Παναγία Παρθένε, τοὺς δούλους σου, τὸν πανάγιον Λόγον σαρκὶ ἀποτεκοῦσα, ὃν ὑμνεῖ πᾶσα πνοὴ ἁγιάζουσα.

Κανὼν εἰς Κοιμηθέντας. Ναυτιῶν τῷ σάλῳ.

Canon for the Deceased. I was feeling nauseous.

Ὁ χορὸς τῶν Μαρτύρων, τὰς δυσφορωτάτας ὀδύνας, στεῤῥῶς καρτερήσαντες, τὰς ἀπόνους, καὶ ἀνωδύνους τρυφὰς ἐκαρπώσαντο, τῆς δικαιοσύνης τοὺς στεφάνους, ἐκ τῆς ζωηφόρου δεξιᾶς δεξάμενοι.

Μετὰ τῶν Δικαίων, ἔνθα τῶν Ἀγγέλων χορεῖαι, καὶ ὅπου λαμπρότητες τῶν Ἁγίων, καὶ αἰωνίου ζωῆς ἀπόλαυσις, τοὺς προκοιμηθέντας σου οἰκέτας, τάξον ἐλεῆμον ὡς Θεὸς ἀθάνατος.

Θεοτοκίον.

Theotokion.

Ὁ βουλήσει θείᾳ, δημιουργικῇ τε δυνάμει, τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων, ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθε, καὶ τοὺς ἐν τῷ σκότει τοῦ θανάτου, πάντας ὡς Θεός, ἐκ φθορᾶς ἀφήρπασε.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Troparia.

Ῥοαῖς αἱμάτων οἱ Ἀθλοφόροι, τῆς ἀσεβείας ἔσβεσαν φλόγα.

Τοὺς Ἱεράρχας φωστῆρας κόσμου, γεγενημένους ἀνευφημοῦμεν.

Ὕμνοις τιμάσθω τῶν Προφητῶν τε, καὶ τῶν Ὁσίων ἅγιος δῆμος.

Νεκρώσιμον.

For the Dead.

Ῥῦσαι γεέννης οὓς προσελάβου, πιστούς σου δούλους Χριστὲ οἰκτίρμον.

Θεοτοκίον.

Theotokion.

Ὡς τῶν Ἀγγέλων τιμιωτέραν, τὴν Θεοτόκον ὑμνολογοῦμεν.

Κανὼν εἰς Κοιμηθέντας. Οἱ ἐν καμίνῳ τοῦ πυρός.

Canon for the Deceased. Those godly Servants.

Στεφηφοροῦντες οἱ χοροί, τῶν Μαρτύρων τὸν Βασιλέα, Χριστὸν τρανῶς περιέπουσι, νοητῶς σὺν Ἀγγέλων χοροστασίαις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Σὺ τοῦ θανάτου καὶ ζωῆς, ἐξουσίαν ἔχων Οἰκτίρμον, τρυφῆς ἐνθέου ἀξίωσον, τοὺς ἐν πίστει σοὺς δούλους, προκοιμηθέντας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καταλαμπρύνας τῷ φωτί, τὰς ἀΰλους φωτοχυσίας, ψυχὰς ἃς αὐτὸς μετέστησας, ἐν σκηναῖς αἰωνίοις κατασκηνώσαις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Theotokion.

Ὁ πρὶν ἀμήτωρ ἐκ Πατρός, νῦν ἀπάτωρ ἐκ σοῦ Παρθένε, Χριστὸς ἀφράστως γεγέννηται, διʼ ἡμᾶς τοὺς ἀνθρώπους, ἑκὼν πτωχεύσας. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τροπάρια.

Troparia.

Ναοὺς εἰδωλικοὺς κατεστρέψατε, Πανεύφημοι, καὶ οἴκους ἐδείμασθε, ἑαυτοὺς τοῦ Πνεύματος, Ἀθλοφόροι ἀνδρείως, τὸν δρόμον τελέσαντες.

Ἐφάνητε ὡς κρίνα ἡδύπνοα, Ἱεράρχαι ψυχὰς ἐπιγνώσεσι, πιστῶν κατευφραίνοντες, εὐσεβείας, ἀξίως· διὸ μακαρίζεσθε.

Γῆς πάσης παρεπίδημοι Ὅσιοι, ὡς οἱ τοῦ Θεοῦ Προφῆται γεγόνατε, τὴν ἄνω σκοπούμενοι, κληρουχίαν καὶ δόξαν, τὴν πάντοτε μένουσαν.

Νεκρώσιμον.

For the Dead.

Ὡς ζώντων καὶ νεκρῶν Λόγε Κύριος, τοὺς πίστει κοιμηθέντας οἰκέτας σου, χοροῖς συναρίθμησον, σῳζομένων ἁπάντων, ὡς μόνος φιλάνθρωπος.

Θεοτοκίον.

Theotokion.

Ὁ τῶν Γυναίων ἁπάντων κατάλογος, ὁ ἀσκήσει καὶ ἀθλήσει Πανάμωμε, ζητήσας τὸν Κύριον, λιτανεύει ἀπαύστως, τὸ θεῖον σου πρόσωπον.

Κανὼν εἰς Κοιμηθέντας. Τὸν μόνον ἄναρχον.

Canon for the Deceased. The ranks of bodiless hosts.

Πρὸς τὴν οὐράνιον ἀτενίζοντες δόξαν, τῆς ἐπιγείου κατεφρόνησαν δόξης, οἱ Μάρτυρες τῆς Χριστοῦ παρουσίας, ὑμνοῦντες εὐσεβῶς, αὐτὸν ὡς Βασιλέα, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τὴν ἐπίγειον καταλύσας οἰκίαν, τῶν ἐπʼ ἐλπίδι εἰς ζωὴν μεταστάντων, οὐράνιον κατοικίαν παράσχου, Δικαίων ἐν σκηναῖς, τούτους ἐπαναπαύων, εἰς πάντας τοὺς αἰῶνας.

Νεκροῖς ἀνάπαυσιν, ὡς Θεὸς ὁ παρέχων, σὺ πότισον τῆς τρυφῆς τὸν χειμάῤῥουν, ὁ τὴν πηγὴν τῆς ζωῆς κεκτημένος, ὡς μόνος ἀγαθός, τοὺς προκεκοιμημένους, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Theotokion.

Φῶς τὸ ἀπρόσιτον, Θεοτόκε Παρθένε, ἐν τῇ γαστρί σου δεξαμένη ἀφράστως, ἐφώτισας τοὺς ἐν σκότει τοῦ βίου, δοξάζειν εὐσεβῶς, Χριστὸν τὸν προελθόντα, ἐκ σοῦ ἀνερμηνεύτως.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν.

With mystical songs, we believers magnify that supernatural Mother and natural Virgin, the only one who is blessed among women. [SD]

Τροπάρια.

Troparia.

Ἱερωτάτων Μαρτύρων, καὶ Προφητῶν καὶ Δικαίων, τῶν ἀπʼ αἰῶνος καλῶς βεβιωκότων, ταῖς ἱκεσίαις Χριστέ, τὰς ψυχὰς ἡμῶν ἐλέησον.

Ὡς λειτουργοὶ τοῦ Δεσπότου, Ἱερομύσται δειχθέντες, συνήφθητε Λειτουργοῖς ἐπουρανίοις, μεθʼ ὧν τὰς ὑπὲρ ἡμῶν, ἱκεσίας προσαγάγετε.

Σὺν Γυναιξὶ μακαρίως, τελειωσάσαις τὸν δρόμον, τιμήσωμεν Ἀσκητῶν χοροὺς ἁγίους, τοῖς τούτων ἁγιασμοῖς, ὅπως τύχωμεν ἐντεύξεως.

Νεκρώσιμον.

For the Dead.

Ἧς ἠξιώθησαν δόξης, αἱ τῶν Ἁγίων ἁπάντων, χοροστασίαι Χριστὲ τοὺς μεταστάντας, ἀξίωσον μετασχεῖν, ὀρθοδόξως σοι λατρεύσαντας.

Θεοτοκίον.

Theotokion.

Φιλαμαρτήμων ὑπάρχων, τὸ δικαστήριον τρέμω, τὸ φοβερὸν τοῦ ἐκ σοῦ Ἁγνὴ τεχθέντος, ἐν ᾧ με ὡς Ἀγαθή, ἀκατάκριτον συντήρησον.

Κανὼν εἰς Κοιμηθέντας. Μήτηρ Θεοῦ καὶ Παρθένος.

Canon for the Deceased. You as the Mother of God.

Ἐπιφανῶς, οἱ γενναῖοι Μάρτυρες, καταλαμπρύνουσι κόσμον, οἱ τὴς πίστεως στῦλοι, Ἐκκλησιῶν οἱ ἀῤῥαγέστατοι πύργοι, καὶ πρόβολοι τῆς εὐσεβείας, τούτους, ἐπαξίως εὐσεβῶς μακαρίζομεν.

Ῥῦσαι πυρός, τῆς γεέννης Δέσποτα, τοὺς ἐξ ἡμῶν μεταστάντας, τῆς πλευρᾶς σου τῇ λόγχῃ, τῆς ἁμαρτίας τὸ χειρόγραφον, τούτων ὡς μόνος φιλάνθρωπος ῥήξας, καὶ τῆς τῶν Ἁγίων ἀξιῶν λαμπρότητος.

Ὡς ἀγαθός, καὶ φιλάνθρωπος φύσει, ὡς συμπαθὴς καὶ οἰκτίρμων, ὡς ζωῆς ἀθανάτου,ὢν θησαυρὸς ὁ ἀδαπάνητος, Σῶτερ τοὺς πίστει προκεκοιμημένους, τῆς ἀκαταλήπτου σου τρυφῆς καταξίωσον.

Θεοτοκίον.

Theotokion.

Νόμου σκιαί, καὶ τὰ πρὶν αἰνίγματα, τῇ σῇ γεννήσει παρῆλθον· καὶ γὰρ πλήρωμα νόμου, καὶ Προφητῶν ὁ Χριστὸς γέγονεν, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ὑμνοῦντες, σὲ τὴν Ἀειπάρθενον Ἁγνὴν μακαρίζομεν.

Ἀπόστιχα τῶν Αἴνων.

Aposticha of Lauds.

Μαρτυρικά. Ἦχος βαρύς.

For the Martyrs. Grave Mode.

Οὐκ ἔτι κωλυόμεθα.

No longer are we barred.

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι.

While standing in the center of the arena * of the lawless pagans, the Martyrs rejoiced and cried out, “Glory to You, O Lord.” [SD]

Ὅμοιον.

Same Melody.

Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

Extolled in every land are the holy Martyrs. * They became the stars of the world, as to Christ they shouted, * “Glory to You, O Lord.” [SD]

Ἓν πνέοντες, πρὸς ἓν βλέποντες, οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες, ἀλλήλων τὴν τελευτήν, ὢ τοῦ θαύματος! ὥσπερ θησαυρούς, τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν· ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι. Ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

The medaled Martyrs strove and aimed for one and the same goal, and they found the same way, namely death for the sake of Christ. They grasped at the torments, as if they were treasures, and they competed to see who would be first to die. They said to one another, “If we don’t die now, we will die in any case, as everyone who is born must do. So let us make a virtue of necessity. Let each of us make his own what is common to all, and let us purchase life with death.” O God, at their intercessions, have mercy on us. [GOASD]

Οὐκ ἔτι κωλυόμεθα.

No longer are we barred.

Τὴν μνήμην τῶν ἁγίων σου ἀθλοφόρων, ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν, Κύριε δόξα σοι.

We celebrate the memory of Your holy * medal-winning Martyrs, and thereby we extol You. * Glory to You, O Lord. [SD]

Δόξα. Νεκρώσιμον. Ὅμοιον.

Glory. For the Dead. Same Melody.

Ἐν χώρᾳ τῶν Δικαίων σου ἐλεῆμον, τοὺς ἐν πίστει σοι μεταστάντας, ἐκ τῶν προσκαίρων, τάξον φιλάνθρωπε.

O Lord, in Your benevolence place the faithful, * who have passed to You from the temporal, * in the land of the righteous, O merciful God. [SD]

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Both now. Theotokion. Same Melody.

Ἱκέτευε Παρθένε, σὺν Ἀποστόλοις καὶ τοῖς Μάρτυσιν, εὑρεῖν ἐν κρίσει τοὺς μεταστάντας, τὸ μέγα ἔλεος.

O Virgin, join the Martyrs and the Apostles * earnestly entreating, that those who have passed on * find great mercy on Judgment Day. [SD]

Εἰ δέ ἐστιν, Ἀλληλούϊα, λέγομεν τὰ ἀνωτέρω Μαρτυρικὰ εἰς τοὺς Αἴνους, Ἀπόστιχα δὲ ταῦτα.

When Alleluia is sung at Matins, we sing the foregoing hymns for the Martyrs as Lauds, and the following Aposticha.

Ἦχος βαρύς. Καταφρονήσαντες πάντων.

Grave Mode. N/M (When you had wisely.)

Νενεκρωμένος ὡράθης, ἐπὶ Σταυροῦ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρούμενος, ἀλλʼ ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον.

You, the only immortal one, were seen to be dead on a Cross, and as a mortal You were laid in a tomb; and You rescued mankind from mortality, corruption, and death. We pray You, who are a deep ocean of compassion and as a wellspring of goodness, to grant rest to the souls of Your servants who have passed away from us. [SD]

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS]

Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς σῆς ὡραιότητος, καὶ ταῖς τοῦ θείου σου φωτὸς ἀκτῖσιν, ἐλλάμπεσθαι τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας, περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον.

O Good One, we pray You to grant to those who have passed away to You, that they be shined upon by Your unadulterated beauty and the sweetness of Your handsomeness, and the rays of Your divine light, in the immaterial radiance of Your appearance as light, and that they may join the Angels in chorus around You, the Master and King of glory and Lord. [SD]

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Verse: Their souls shall dwell among good things. [SAAS]

Ὡς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸς ἀνελλιπής, πλουσίας χρηστότητος, τοὺς πρὸς σὲ μεταστάντας, ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν παρθένων νυμφῶνι ὡς Εὔσπλαγχνος.

We pray You, O compassionate God, whose majesty of gifts is inexhaustible, as a full treasury of rich goodness, grant that those who have passed away to You may dwell in the land of Your elect, in a place of repose, in the house of Your glory, in the delight of Paradise, and in the bridal chamber of the virgins. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον· οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις, ἀλλʼ ἡμᾶς ὁ Χριστὸς νῦν, σταυρωθεὶς ἐδικαίωσεν. Ὡς οὖν ἔχουσα παῤῥησίαν, Παρθένε ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἀναπαῦσαι, τῶν εὐσεβῶς μεταστάντων δεόμεθα.

O Virgin, you gave birth to the Law’s fulfillment, the Redeemer who became flesh. No one in the period of the Law before this was vindicated; it is Christ, who was crucified, who has now vindicated us. We pray you, since you have access to your compassionate Son: Entreat Him to grant rest to the souls of those who with correct belief has passed away. [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Οἱ Μακαρισμοί. Ἦχος βαρύς.

The Beatitudes. Grave Mode.

Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ λῃστῇ· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.

The fruit that killed me of old was good for food and beautiful to contemplate. But Christ is the very tree of life, from which I eat and die not. And echoing the Robber’s words, I cry out, “Remember me in Your kingdom, O Lord.” [SD]

Τελέσαντες τὸν καλὸν ἀγῶνα, καὶ τὴν πίστιν τηρήσαντες, στεφάνους ἀφθαρσίας παρὰ Θεοῦ, ἐδέξασθε καὶ δόξης, καταξιοῦσθε τῆς αὐτοῦ, Μάρτυρες πανεύφημοι, τῶν Ἀγγέλων σύσκηνοι.

O holy Athletes, when you had finished * fighting the good fight and kept the faith, * from God you were awarded the crowns * of incorruption and granted * to be glorified with Him, * O all-lauded Martyr Saints, dwelling with the Angels on high. [SD]

Ἱερουργῶν καὶ Ὁσίων δῆμοι, Προφητῶν καὶ σεπτῶν Γυναικῶν, κατάλογος τιμάσθω ὁ ἱερός, σκηναῖς τῶν πρωτοτόκων, νῦν κατοικοῦντες ἐν χαρᾷ, καὶ συναγελάζοντες, Ἀσωμάτων τάξεσι.

Let us now honor the sacred roster * of the saintly bishops, priests, and monks, * and prophets, holy women, and the rest * who reside in the dwellings * of the first-born now with joy, * socializing with the hosts * of the Incorporeals. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Κατάταξον ἐν σκηναῖς Δικαίων, ἐξ ἡμῶν οὓς μετέστησας, τὰ τούτων παραβλέψας Λόγε Θεοῦ, ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα ἐπὶ γῆς, ψυχικὰ ἐγκλήματα, διὰ μέγα ἔλεος.

Assign a place wherein dwell the Righteous * to those whom You translated from us, * and overlook the spiritual sins * that they may have committed * in ignorance or knowingly * while on earth, O Word of God, * in Your love and great mercy. [SD]

Δόξα.

Glory.

Ἱκέται σοι, ὦ Τριὰς ἁγία, οἱ θανέντες προσέρχονται, ῥυσθῆναι ἐξαιτοῦντες ἐκ φλογός, τῆς φοβερᾶς ἐκείνης, καὶ τυχεῖν τῶν ἀγαθῶν, δόξης τῆς ἁγίας σου, ἐν ἡμέρᾳ κρίσεως.

Those who have died supplicate You, praying * to You, the all-holy Trinity, * imploring that You save them from that flame * that is fearful and eternal, * and on Judgment Day that they * obtain the eternal goods * and Your holy glory, O God. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἐσκήνωσεν ἐν τῇ σῇ νηδύϊ, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, καὶ τοὺς καθυπαχθέντας τοῦ ἐχθροῦ, κακίστῃ συμβουλίᾳ, καὶ ἐμπεσόντας εἰς φθοράν, Παναγία Ἄχραντε, πάλιν ἀνεκαίνισε.

All-holy Lady, the Father’s brightness * made His dwelling in your virgin womb, * for us who were subjected to the foe * and fell into corruption, * for we took the bad advice. * But, O all-immaculate, * your Son made us new again. [SD]

ΤΕΛΟΣ ΤΟΥ ΒΑΡΕΟΣ ΗΧΟΥ

END OF GRAVE MODE

Ὁπλιτικῆς φάλαγγος οἰκεῖον μέλος,

Ὁ τοῦ βάρους, σύ, κλῆσιν εἰληφώς, φέρεις.

Ἦχον τὸν ἁπλοῦν, τὸν βάρους ἐπώνυμον,

Ὁ τοὺς λογισμοὺς ἐν βοαῖς μισῶν, φιλεῖ.

Ἀνδρῶν δὲ ᾆσμα δευτερότριτε βρέμεις,

Ποικίλος δὲ ὤν ὁ ἁπλοῦς ἔχεις φίλους.