Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ
ON TUESDAY EVENING
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.
At, Lord, I have cried, Prosomia.
Στιχηρὰ Σταυρώσιμα.
Stichera for the Cross.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Grave Mode. No longer are we barred.
Ἐν ξύλῳ σε προσήλωσαν Ἰουδαῖοι, ἵνα ξύλῳ τὸν θάνατον ἀναστείλῃς· Κύριε δόξα σοι.
O Savior, You were nailed to a tree by villains. * You were able thus by a tree to stay death. * Glory to You, O Lord. [GOASD]
Ἑκὼν ἐδέξω ῥάπισμα Ἐλεῆμον, ἵνα ῥύσῃ τὸν ἄνθρωπον ἐκ δουλείας· Κύριε δόξα σοι.
You willingly endured being struck, O Master, * so that You might free humanity from bondage. * Glory to You, O Lord! [GOASD]
Ξύλῳ Σταυροῦ ἰάσω πικρίαν ξύλου, καὶ Παράδεισον ἤνοιξας τοῖς ἀνθρώποις· Κύριε δόξα σοι.
Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὅμοια.
Additional Stichera. For the Theotokos. Same Melody.
Προσάξωμεν τὸ Χαῖρε τῇ Θεοτόκῳ, ὡς ὁ Ἄγγελος καὶ βοήσωμεν· Εὐλογημένη, Πάναγνε δόξα σοι.
Let us salute the Mother of God and cry out, * as did the Archangel, “Rejoice! You are blessed * and all pure! Glory to you!” [GOASD]
Ἀνύμφευτε Παρθένε Μήτηρ Κυρίου, οἰκέτας σου ἐλευθέρωσον ἐκ τῶν βελῶν, ἁπάντων τοῦ ὄφεως.
Κατέπαυσας τὴν λύπην Ἁγνὴ τῆς Εὔας, ὡς κυήσασα τὴν χαρὰν τοῦ κόσμου· χαῖρε ἀνύμφευτε.
O pure one, you extinguished the sorrow of Eve, * when you gave birth to the joy of the world. * Rejoice, O unwedded Bride! [SD]
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.
Glory. Both now. Stavrotheotokion. Same Melody.
Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνῳδοῦσα, ὕμνει τὸ κράτος σου.
Προκείμενον. Ἦχος αʹ.
Prokeimenon. Mode 1.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Your mercy, O Lord, shall follow me all the days of my life.
Στίχ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.
Verse: The Lord is my shepherd; I shall not want. He makes me to lie down in green pastures. [SAAS]
Εἰς τὸν Στίχον.
At the Aposticha.
Ἀπόστιχα Στιχηρά. Ἦχος βαρύς. Σταυρώσιμα.
Aposticha. Grave Mode. For the Cross.
Αὐτόμελον.
Automelon.
Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι.
No longer are we barred from the tree of life, * for we have the hope of Your Cross, O Master. * Glory to You, O Lord. [SD]
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]
Ὅμοιον.
Same Melody.
Κρεμάμενος Ἀθάνατε ἐπὶ ξύλου, ἐθριάμβευσας τὰς παγίδας τοῦ διαβόλου, Κύριε δόξα σοι.
Suspended on the Cross, O immortal Master, * You triumphed over the snares of the devil. * Glory to You, O Lord. [SD]
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]
Μαρτυρικόν. Αὐτόμελον.
For the Martyrs. Automelon.
Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρʼ αὐτοῦ ἐκομίσασθε, ἀλλʼ ὡς ἔχοντες παῤῥησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τὰς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.
When you had wisely despised everything on earth, * O holy martyr Saints, * and had courageously acknowledged Christ in the stadium, * in return for the tortures you received your rewards from Him. * Now that you have acquired access to God the omnipotent, * we beseech you most fervently * to entreat Him in earnest * to save the souls of us sinners who flee to you. [SD]
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Σήμερον γρηγορεῖ ὁ Ἰούδας.
Glory. Both now. Stavrotheotokion. Judas today is vigilant.
Νέκρωσιν καθυπέμεινας Λόγε, ἐπὶ Σταυροῦ προσηλούμενος, ἡ Παρθενομήτωρ ἐβόα θρηνοῦσα, σὺν ἠγαπημένῳ σεπτῷ θεολόγῳ, ὧν ταῖς ἱκεσίαις, ὁ παθὼν ὑπὲρ ἡμῶν Χριστέ, καὶ νεκρώσας θάνατον, τὰ πάθη μου νέκρωσον, καὶ ζωῆς με μέτοχον, τῆς θείας ἀπέργασαι, καὶ σῶσόν με.
Truly have you endured death, O Logos, * for indeed You are crucified. * Thus the Virgin Mother cried out and lamented, * with the most beloved and renowned Theologian. * O Christ, who for us endured the Passion and who mortified * death by death, now mortify my passions, and make of me * a participant in Your divine life, * and save me through Your Mother’s prayers. [SD]
__________
__________
Τῌ ΤΕΤΑΡΤῌ ΠΡΩΪ
ON WEDNESDAY MORNING
ΕΝ Τῼ ΟΡΘΡῼ
MATINS
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.
After the first Psalter reading, Kathismata. For the Cross.
Ἦχος βαρύς.
Grave Mode.
Ὁ διʼ ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, καὶ σῶσόν με ὡς φιλάνθρωπος.
O Christ God, who for me endured being nailed to the Cross, accept my vigilant praise, and save me, in Your benevolence for humanity. [SD]
Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
O Christ God, the commander of the bodiless hosts, You know the laziness of my soul. By Your Cross, save me, for You are benevolent. [SD]
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.
Glory. Both now. Stavrotheotokion.
Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἀεὶ φρουρούμενοι, τὰς προσβολὰς Παρθένε τῶν δαιμόνων ἐκκλίνομεν· διό σε κατὰ χρέος, ἀνυμνοῦντες δοξάζομεν, Θεοτόκε πανύμνητε.
O Virgin, as we are ever shielded by the Cross of your Son, we turn away from the assaults of demons. Therefore, we dutifully extol and glorify you, O all-lauded Theotokos. [SD]
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα.
After the second Psalter reading, Kathismata.
Σταυρώσιμα.
For the Cross.
Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας Χριστέ, τὸ τοῦ Σταυροῦ σου, καταφλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου σταύρωσιν· Χριστὲ ὁ Θεὸς δόξα σοι.
O Christ, You gave power to the wood of Your holy Cross, * for it is more luminous than flames of fire and more caustic; * for it burns away the sins of those in illness, * and it illumines the hearts of those extolling * Your voluntary crucifixion. O Christ our God, glory to You! [GOASD]
Ἡ Ἐκκλησία βοᾷ σοι Χριστὲ ὁ Θεός, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ προσκυνοῦσά σε· Νίκας τοῖς βασιλεῦσιν ἡμῶν, διὰ τῆς Θεοτόκου δωρούμενος, ἐλέησον ἡμᾶς.
The Church worships You, O Christ God, and venerates the cedar, pine, and cypress. And she prays to You, “Grant success to our government, through the Theotokos, and have mercy on us.” [GOASD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Εἰ καὶ μητέρα σε ἡ κτίσις ἐγνώρισεν, ἀλλὰ παρθένον σε ὁ Πλάστης ἀνέδειξεν· ἔτεκες γὰρ ἐν σαρκὶ Χριστὸν τὸν Θεόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Creation knew you to be a mother, but the Creator showed you be a virgin, when you physically gave birth to Christ God, the Savior of our souls. [SD]
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.
After the third Psalter reading, Kathismata.
Σταυρώσιμον. Ὁ διʼ ἐμὲ ἀνασχόμενος.
For the Cross.
Ὁ διʼ ἡμᾶς ἐπονείδιστον, καταδεξάμενος σταύρωσιν, δέξαι τοὺς ὑμνοῦντας τὰ πάθη σου, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
O Christ our God, for us You accepted painful crucifixion, accept us as we extol Your Passion and save us. [SD]
Μαρτυρικόν.
For the Martyrs.
Ἀγαλλιᾶσθε δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια, ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ, νικοποιῷ Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Be glad, O you righteous; let the heavens sing for joy. For when the Martyrs competed, they trampled the enemy, and they brought down the deception of the idols. Let the Church leap for joy, as she celebrates the Judge of the contest, Christ our God, who alone confers victory, and who grants the world the great mercy. [SD]
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.
Glory. Both now. Stavrotheotokion.
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Christ our God was crucified for us, and He brought down the dominion of death. O Virgin Theotokos, unceasingly entreat Him to save our souls. [SD]
Κανὼν Σταυρώσιμος.
Canon for the Cross.
Ἦχος βαρύς. ᾨδὴ αʹ. Ὁ Εἱρμός.
Grave Mode. Ode i. Heirmos.
Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.
Lord, at Your divine signal, the fluid streams of the Red Sea * became solid walls, as they were held back by a mighty wind. * Israel passed over dry-shod; * and they sang the victory song unto You, O God. [SD]
Τροπάρια.
Troparia.
Σταύρωσιν ὁ Δεσπότης, ὀνειδιζόμενος φέρει, βροτῶν ἀφαιρούμενος, ὀνείδη ὡς φιλάνθρωπος, λόγχῃ πλευρὰν ἐκκεντᾶται, ταύτῃ κατασφάττων, ἐχθρὸν τὸν πολέμιον.
The Master is mocked and endures crucifixion, removing the reproach on mortals in His benevolence. He is pierced by a spear, by which He slays the waring enemy. [SD]
Τείνας καθάπερ τόξον, τὸν σὸν Σταυρὸν Ἐλεῆμον, βέλεσι κατέτρωσας, τῶν ἥλων τὸν ἀντίπαλον, Σῶτερ, καὶ τοὺς ὑπʼ ἐκείνου, πάλαι τετρωμένους, ἀνθρώπους ὑγείωσας.
O merciful Savior, with Your Cross as a bow, You targeted the adversary, and with Your nails as arrows, You shot him, and You healed all people who had been wounded by him of old. [SD]
Μαρτυρικά.
For the Martyrs.
Αἵμασι τῶν Ἁγίων, τὰ ἐναγῆ τῶν αἱμάτων, ἐπαύθη μιάσματα, εἰδώλοις προσφερόμενα, πᾶσα δὲ ἡ γῆ ἡγιάσθη, τούτους ἐν αἰνέσει, ἀεὶ μακαρίζουσα.
By the blood of the Saints, the abominable sacrifices to idols have ceased, and all the earth is sanctified, as it ever praises the Martyrs and calls them blessed. [SD]
Ὕμνησαν αἱ Δυνάμεις, τῶν οὐρανῶν τοὺς γηΐνους, ὁρῶσαι ἐν σώματι, Ἀσωμάτους παλαίοντας· ὅθεν ὁ Ἀγωνοθέτης, τούτους τοῖς στεφάνοις, νικήσαντας ἔστεψε.
The hosts of heaven sang hymns in praise of those on earth, as they witnessed them wrestling in body with bodiless opponents. And when they won, the Judge of the contest awarded them with crowns. [SD]
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Ῥήγνυται γραμματεῖον, τὸ τοῦ Ἀδάμ, ἀνεβόα, ἡ πάναγνος Δέσποινα, λόγχῃ Υἱὲ τρωθέντος σου· ὅθεν ὑμνῶ σου τὸ πάθος, πᾶσι τὸ πηγάσαν, ἀπάθειαν Δέσποτα.
The all-pure Lady cried out, “Adam’s record of sin was destroyed when You were pierced by the spear, O my Son. Therefore I extol Your Passion, which is the source of dispassion for all, O Master. [SD]
Κανὼν τῆς Θεοτόκου.
Canon for the Theotokos.
Εἱρμὸς ὁ αὐτός.
Same Heirmos.
Τάγματα ὑπερέβης, τῶν ἀσωμάτων Ἀγγέλων, Θεὸν σωματώσασα, Παρθένε τὸν ἀσώματον· ὅθεν Ἁγνὴ δυσωπῶ σε, πάντα μου τὰ πάθη, τοῦ σώματος νέκρωσον.
Ἡ Κεχαριτωμένη, εὐλογημένη Παρθένε, τὸν νοῦν μου χαρίτωσον, καὶ τὴν ψυχήν μου λάμπρυνον, ὅπως ἀεὶ εὐλογῶ σε, τὴν ταῖς εὐλογίαις, βροτοὺς στεφανώσασαν.
Νάμασι ζωηῤῥύτοις, τὴν ἐκτακεῖσαν ψυχήν μου, Παρθένε τῷ καύσωνι, τῆς ἁμαρτίας ἄρδευσον, ὅπως στάχυν καρποφόρον, θείας ἐκβλαστήσω, Ἁγνὴ κατανύξεως.
Ἔχων σε μέγα τεῖχος, καθυπερβήσομαι τείχη, πολλῶν παραπτώσεων, τειχιζόμενος σκέπῃ σου, μόνη βροτῶν σωτηρία, μόνη τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις.
ᾨδὴ γʹ. Ὁ Εἱρμός.
Ode iii. Heirmos.
Ὁ κατʼ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
First You established by Your Word, by Your omnipotent Logos, * the heavens, O Savior, and You made * all their host by Your divine omnificent Spirit, as the breath of Your mouth. * I pray You, on the unshaken rock of Your confession, Lord, establish me. [SD]
Τροπάρια.
Troparia.
Ὁ διατείνας οὐρανόν, καθάπερ δέῤῥιν Οἰκτίρμον, ἀπετάθης χεῖρας ἐν Σταυρῷ, χειρὸς ἀκρατοῦς Ἀδὰμ ἁμάρτημα, ἰώμενος ὠς συμπαθής, καὶ ἐκ χειρὸς ἀφαρπάζων, πάντας τοῦ δολίου πολεμήτορος.
Σὲ ταῖς ἀκάνθαις Βασιλεῦ, λαὸς Παράνομος στέφει, τὸν τῇ δόξῃ στέψαντα βροτούς, καὶ παρακοῆς Ἀδὰμ τὴν ἄκανθαν, ἀποῤῥιζώσαντα Χριστέ, καὶ ἐμφυτεύοντα πᾶσι, τῆς Θεογνωσίας τὰ βλαστήματα.
Μαρτυρικά.
For the Martyrs.
Φύσει ὑπάρχοντες θνητοί, ἀθανασίαν ἐν ταύτῃ, μελετῆσαι εἵλεσθε σοφοί, διὸ τὰς ποινάς, τὰς θλίψεις Μάρτυρες, τοὺς διωγμούς τε καὶ ξεσμούς, τὰς τῶν μελῶν ἐκκοπάς τε, ἅπαντα γηθόμενοι ὑπέστητε.
Ὑπερηφάνῳ λογισμῷ, τὸν ἐξαλείφειν τὰ πάντα, ἀπειλοῦντα δόλιον ἐχθρόν, ὑμεῖς Ἀθληταὶ ἐταπεινώσατε, ταπεινωθέντες ἐν Χριστῷ, καὶ ἀνυψώθητε κράτος, θεῖον κατʼ αὐτοῦ ἀναδυσάμενοι.
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Τὸν ἐθελόθυτον Ἀμνόν, ἐπὶ τὸ πάθος ἐλθόντα, καθορῶσα Μήτηρ καὶ Ἀμνάς, δακρύων πηγὰς προχέεις λέγουσα· Τί τοῦτο Τέκνον ἱερόν, πῶς θανατοῦσαι ζωῶσαι, πάντας τοὺς θανέντας προμηθούμενος;
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.
Canon for the Theotokos. Same Heirmos.
Βῆμα φρικτὸν καὶ φοβερόν, ἡμαρτηκότα με μένει, ἐν ᾧ μέλλω κρίνεσθαι φρικτῶς, Παρθένε ἁγνὴ ἡ μόνη τέξασα, κριτὴν αἰώνιον Θεόν, αὐτὸν ἱκέτευε τότε, τῆς δεινῆς με ῥύσασθαι κολάσεως.
Δεδοξασμένα περὶ σοῦ, καθὰ φησὶν ὁ Προφήτης, ἐλαλήθη πόλις τοῦ Θεοῦ· αὐτὸν οὖν ἀεὶ ὡς δόξης Κύριον, αἴτησαι μόνη Ἀγαθή, μετόχους δόξης ποιῆσαι, πάντας τοὺς ἐν πίστει σε δοξάζοντας.
Ὁ θεηγόρος σε ποτέ, προεθεάσατο τόμον, ἐν ᾧ Λόγος γέγραπται Ἁγνή, δακτύλῳ Πατρός· διὸ ἱκέτευε, βίβλῳ γραφῆναί με ζωῆς, τὸ πονηρὸν γραμματεῖον, τῶν ἁμαρτιῶν μου διαῤῥήξασα.
ᾨδὴ δʹ. Ὁ Εἱρμός.
Ode iv. Heirmos.
Ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα, τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε Φιλάνθρωπε.
O Christ our God, You did not depart * Your Father’s bosom when You descended to the earth. * I have heard about the mystery of Your plan to save us all, * and I glorify You, O benevolent Lord. [SD]
Τροπάρια.
Troparia.
Ἐπὶ τῆς γῆς ἄνθρωπος ὀφθείς, ἐπουρανίους τοὺς βροτοὺς ἐτέλεσας, ὑψωθεὶς ἐν ξύλῳ Δέσποτα, πάντας συνανύψωσας, ἀνυμνοῦντάς σου τὰ παθήματα.
O Master, when You appeared on earth as man, You made mortals heavenly. When You were lifted on the Cross, with yourself You lifted all who extol Your Passion. [SD]
Ὑπὲρ θνητῶν θνῄσκεις ἡ Ζωή, ὑπὲρ ἀδίκων Ἰησοῦ μου δίκαιε, πάθος φέρεις ἐπονείδιστον, ὑμνοῦμεν Μακρόθυμε, τὴν ἀμέτρητον εὐσπλαγχνίαν σου.
You who are Life itself die for mortals. And You, my righteous Jesus, for the unjust endure shame and suffering. We extol Your infinite compassion, O longsuffering Lord. [SD]
Μαρτυρικά.
For the Martyrs.
Θηρῶν ὁρμάς, βράσματα πυρός, χειρῶν ποδῶν τε ἐκκοπάς, καὶ ξέσεις μελῶν, καὶ παντοίαν ἄλλην βάσανον, ὑπέστητε Μάρτυρες, προξενοῦσαν θείαν ἀπόλαυσιν.
O Martyrs, you endured ferocious animals, cauldrons and fire, the amputation of hands and feet, the mutilation of your members, and every other form of torture, which result in the enjoyment of divine delights. [SD]
Ἐκ τῶν τοῦ σώματος Ἀθληταί, περάτων ἤδη πρὸς Χριστόν, τῶν πάντων Θεόν, κεκραγότες εἰσηκούσθητε, καὶ πέτρᾳ ὑψώθητε, τῆς ἐνθέου νῦν τελειώσεως.
O Athletes, from the extremities of your bodies, you cried out to Christ, the God of all, and you were heard. And now you have been exalted on the rock of divine perfection. [SD]
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Ἱκετηρίαν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, Θεοτόκε ποίησον, ὅπως εὕρωμεν βοήθειαν, καιρῷ περιστάσεως, οἱ Χριστοῦ τὸ πάθος δοξάζοντες.
O Theotokos, make fervent supplication for us who sing your praises, so that we, who glorify the Passion of Christ, might find help in time of dire need. [SD]
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.
Canon for the Theotokos. Same Heirmos.
Μύρον ἐκ σοῦ ἐκκενωθέν, ἄχραντε Ἁγνή, ὁ πλαστουργὸς τῆς κτίσεως, εὐωδίασε τὰ σύμπαντα, θείαις ἐπιγνώσεσι, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.
Ἡλιακαῖς θείαις ἀστραπαῖς, ὁ ἀνατείλας ἐκ γαστρός σου Ἄχραντε, κατεφώτισε τὰ σύμπαντα· διό με καταύγασον, τὸν ἐσκοτισμένον τοῖς πάθεσι.
Νόμου σκιαί σε καὶ Προφητῶν, θεηγορίαι μυστικῶς ἐδήλωσαν, Νομοδότην τίκτειν μέλλουσαν· διὸ ἀνυμνοῦντά σε, Θεομῆτορ Κόρη διόρθωσον.
Διὰ τῶν σῶν Λόγε Προφητῶν, διὰ τῶν θείων καὶ σεπτῶν Μαρτύρων σου, καὶ Ὁσίων καὶ Δικαίων σου, καὶ τῆς κυησάσης σε, τὸν λαόν σου σῶσον φιλάνθρωπε.
ᾨδὴ εʹ. Ὁ Εἱρμός.
Ode v. Heirmos.
Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τὰς ὁδούς μου εὔθυνον δέομαι.
I have arisen early in the morning. I entreat You, O Lord my God, grant me forgiveness of my offenses, and I pray You direct my ways to the light of your commandments. [SD]
Τροπάρια.
Troparia.
Σταύρωσιν κατεδέξω, εἰς κακῶν ἀναίρεσιν Θεοῦ Λόγε, χολῆς ἀπεγεύσω τε, ἐνηδόνου βρώσεως, τὴν πικρὰν βλάβην ἀναστέλλων, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.
O Logos of God, You allowed yourself to be crucified for the removal of evils. You tasted bitter gall, to remove the bitter harm done by the pleasurable eating. Glory to Your great compassion. [SD]
Τῇ ἐν Σταυρῷ ὑψώσει, πᾶσαν γῆν σαλεύεις θείῳ σου κράτει, καὶ ἰᾶσαι Δέσποτα, ταύτης τὰ συντρίμματα, καὶ σαλευομένας καρδίας, πρὸς τὴν σὴν στηρίζεις ἐπίγνωσιν.
O Master, when You were lifted on the Cross, You make the whole earth quake, by Your divine power, and You heal its afflictions. And You confirm wavering hearts in the knowledge of You. [SD]
Μαρτυρικά.
For the Martyrs.
Ἥπλωσεν ὁ Βελίαρ, πανταχοῦ τὰ θήρατρα κακίας, ἀλλʼ οὐ συνελάβετο, τοῦ Χριστοῦ τοὺς Μάρτυρας· πτέρυγας λαβόντες πυρὸς γάρ, πρὸς μονὰς ἐνθέους κατέπαυσαν.
Although Belial set his wicked traps everywhere, yet he did not catch the Martyrs of Christ. For they were given wings of fire, and they arrived at the divine mansions. [SD]
Νεύσεσιν ἀνενδότοις, πρὸς Θεοῦ θεούμενοι Ἀθλοφόροι, ἀλγεινῶν κολάσεων, ὅλως οὐκ ᾐσθάνεσθε, ὥσπερ ἄλλου πάσχοντος, οὕτω πάνσοφοι αὐτοὶ διακείμενοι.
O all-wise medaled Athletes, you were deified by the unyielding grace of God, and thus you did not feel the pain of torture. You remained unmoved, as though someone else were suffering. [SD]
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Ποίοις ὄμμασι βλέψω, ὄμμα τὸ ξηραῖνον πάσας ἀβύσσους, Υἱέ μου σβεννύμενον, Σταυρῷ κρεμαμένου σου; ἡ ἁγνὴ Παρθένος ἐβόα, θρήνοις ἑαυτὴν συνταράσσουσα.
The pure Virgin was visibly shaken as she lamented and cried out: “With what eyes shall I look upon You hanging on the Cross, O my Son, whose eye can dry up all the oceans?” [SD]
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.
Canon for the Theotokos. Same Heirmos.
Ἔπαισέ με πονηρῷ, ὁ Βελίαρ ἕλκει, καὶ τραυματίαν, ὅλον ἐργασάμενος, ἡμίθνητον ἔλιπεν, ἀλλʼ αὐτὴ τῇ σῇ χειρουργίᾳ, ἴασαί με ζώωσον Δέσποινα.
Ἡ τῶν κατεῤῥαγμένων, ἀῤῥαγὴς ἀνόρθωσις Θεοτόκε, ἔγειρόν με κείμενον, σῶσον ἀπολλύμενον, ταῖς σαῖς μητρικαῖς ἱκεσίαις, καὶ τὸν νοῦν μου φώτισον δέομαι.
Σύμβολα τοῦ σοῦ τόκου, Προφητῶν ὁ σύλλογος ἐμυεῖτο· ὄρος γὰρ κατάσκιον, ὄρος ἀλατόμητον, πῖον ὄρος τετυρωμένον, σὲ ποικιλοτρόπως ἐτράνωσε.
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.
Ode vi. Heirmos.
Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
I was feeling nauseous from mundane tempestuous worries. * My sins, as if shipmates, threw me overboard into the maw of the beast that devours souls. * Now, like Prophet Jonah, I am praying, * “From this deathly Pit bring up my life, O Christ my God.” [SD]
Τροπάρια.
Troparia.
Λυτρωτὴς ὢν μόνος, τίμημα τὸ σὸν κατεβάλου, αἷμα τὸ σωτήριον, καὶ ἠγοράσω τοὺς αἰχμαλώτους ἡμᾶς Ὑπεράγαθε, καὶ τῷ σῷ Γεννήτορι προσῆξας, κτείνας τῷ Σταυρῷ σου Χριστέ μου τὸν τύραννον.
O all-good Christ, our only Redeemer, by Your crucifixion You killed the tyrant. You paid out Your saving blood as our price, You purchased us who were held captive, and You brought us to Your Father. [SD]
Ἀκρασίᾳ πάλαι, πτῶμα χαλεπὸν κατηνέχθην· Χριστὸς δὲ ὑψούμενος ἐπὶ ξύλου, χεῖρας ἐκτείνας, πεσόντα με ἤγειρε, καὶ τραυματισθεὶς ἐθελουσίως, πάντα μου τὰ τραύματα σαφῶς ἰάσατο.
For lack of self-control of old, I fell down as a grievous corpse. But when Christ was lifted on the Cross, He stretched out His hand and raised me who had fallen. He was willingly wounded, and thus healed all my wounds. [SD]
Μαρτυρικά.
For the Martyrs.
Νυσταγμὸν ἀπάτης, ὅλως μὴ νυστάξαντες πᾶσαν, ὁρμὴν ἐκοιμίσατε τῶν τυράννων, καὶ τὸν δικαίοις ἁρμόζοντα Μάρτυρες, ὕπνον κοιμηθέντες μακαρίως, ἄγρυπνοι τῶν πιστῶν ἁπάντων πρεσβευταὶ γεγόνατε.
O Martyrs, you did not succumb to the sleep of deception; rather you put to sleep all the raging of the tyrants. And you fell asleep in the sleep due to the righteous in blessedness; and now you are unsleeping intercessors for all the faithful. [SD]
Ἑδρασμένοι πέτρᾳ, θείων τοῦ Χριστοῦ θελημάτων, ἐχθροῦ ἀπερίτρεπτοι μεθοδείαις, πανευκλεεῖς διεμείνατε Μάρτυρες, τοῦτον συμποδίζοντες ἐμφρόνως, καὶ πρός οὐρανὸν πανευπρεπῶς βαδίζοντες.
All-glorious Martyrs, you were firmly based on the rock of Christ’s divine precepts. Therefore you remained unmoved by the wiles of the enemy; sensibly you trampled him underfoot, and with dignity you proceeded to heaven. [SD]
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Νέον βρέφος τίκτεις, τὸν πρὸ τῶν αἰώνων ἀχρόνως, Πατρὶ συννοούμενον Θεοτόκε, νεοποιοῦντα Σταυρῷ τὸ ἀνθρώπινον, πεπαλαιωμένον ἁμαρτίαις, τῇ τοῦ ἀρχεκάκου συμβουλῇ Πανάμωμε.
O all-blameless Theotokos, you give birth to a baby boy, who together with the Father is understood to be outside of time and before all ages, and who by His crucifixion renews the human race, which had grown old in sin at the advice of the author of evil. [SD]
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.
Canon for the Theotokos. Same Heirmos.
Ἰωνᾶς ἐτύπου, τοῦ ἐκ σοῦ τεχθέντος Παρθένε, ταφὴν καὶ τὴν ἔγερσιν παραδόξως, τῷ ἐναλίῳ θηρὶ προσριπτούμενος· ὅθεν δυσωπῶ Ἁγνὴ θηρός με, τῶν θανατηφόρων ἡδονῶν ἐξάρπασον.
Νυσταγμῷ κακίας, νῦν περισχεθεὶς κατηνέχθην, εἰς ὕπνον Πανάμωμε ἁμαρτίας, καὶ ἀπογνώσεως κλίνῃ κατάκειμαι, ἀλλὰ τῇ ἀγρύπνῳ σου πρεσβείᾳ, φώτισον ἐξέγειρον Ἁγνὴ καὶ σῶσόν με.
Ἀπορῶ καὶ τρέμω, ὅταν ἐπὶ θρόνου σε δόξης, καθήμενον Κύριε ἐννοήσω· ἁμαρτιῶν γὰρ περίκειμαι ἄβυσσον· πέλαγος οὖν ἔχων εὐσπλαγχνίας, διὰ τῆς τεκούσης σε κᾀμὲ ἐλέησον.
ᾨδὴ ζʹ. Ὁ Εἱρμός.
Ode vii. Heirmos.
Κάμινον παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· Ὁ ὑπερυψούμενος, τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.
The fiery furnace turned moist and dew-laden, when the Servants were cast therein, * and they extolled the one God, and they sang to Him, * “O highly exalted God of our fathers and exceedingly glorious.” [SD]
Τροπάρια.
Troparia.
Ἄπονον εὗρε, ζωὴν ὁ Προπάτωρ, σοῦ ἑκουσίως πονήσαντος, ἐπὶ Σταυροῦ καὶ νεκροῦ χρηματίσαντος, καὶ ὄφιν νεκρώσαντος, Ἰησοῦ Χριστὲ πολυέλεε.
O Jesus, very merciful Lord, when You voluntarily toiled on the Cross and became a dead man and put the serpent to death, our Forefather Adam found toil-free life. [SD]
Νόμου κατάρας, λυτρούμεθα πάντες· ὁ Νομοδότης ὑψοῦται γάρ, ἐπὶ Σταυροῦ εὐλογίαν ἀέναον, καὶ χάριν καὶ ἔλεος, καὶ φθορᾶς πηγάζων ἀναίρεσιν.
We have all been delivered from the curse of the Law; for the Giver of the Law was lifted on the Cross, and He became the source perpetual blessing, grace and mercy, and the destruction of corruption. [SD]
Μαρτυρικά.
For the Martyrs.
Ἐθελουσίοις, ὁρμαῖς προχωροῦντες, πρὸς τὰς βασάνους οἱ Μάρτυρες, τὸν ἑκουσίως παθόντα εἰκόνιζον· ὑφʼ οὗ στεφανούμενοι, τοῖς Ἀγγέλοις νῦν συγχορεύουσι.
The Martyrs proceeded to the tortures with voluntary effort, and emulated Him who voluntarily suffered. They were crowned by Him, and they now join chorus with the angels. [SD]
Σῶμα προδόντες, ποικίλαις βασάνοις, ταῖς τῶν αἱμάτων προσχύσεσι, τοὺς ἀσωμάτους ἐχθροὺς ἀπεπνίξατε, πανεύφημοι Μάρτυρες, καὶ πηγὰς ἰάσεων βλύζετε.
O all-praised Martyrs, you delivered your own bodies to divers tortures, and in the pools of your blood you drowned the bodiless enemies. And now you pour out fountains of cures. [SD]
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Πῶς οὐ πενθήσω, γλυκύτατον Τέκνον, ἐπὶ Σταυροῦ θεωροῦσά σε; πῶς οὐ θρηνήσω, ἀδίκως σου πάσχοντος, Κριτὰ δικαιότατε; ἡ Παρθένος Μήτηρ ἐφθέγγετο.
The Virgin Mother said, “How can I not grieve, seeing You on the Cross, O sweetest Child of mine! How can I not lament, as You are suffering unjustly, O most righteous Judge! [SD]
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.
Canon for the Theotokos. Same Heirmos.
Γεύσει με ξύλου, πληγέντα ἰάσω, πληγὰς ἐν ξύλῳ δεξάμενος, ὁ ἀπαθὴς τῇ Θεότητι Δέσποτα· διὸ τῆς τεκούσης σε, ἱκεσίαις σῶσον τὴν ταπεινήν μου ψυχήν.
Νέοι τρεῖς Παῖδες, ἐν μέσῳ καμίνου, σοῦ προτυποῦσι τὴν γέννησιν, οὐ κατεφλέχθης· τὸ πῦρ γὰρ κυήσασα· διὸ τὰ ὑλώδη μου, τῆς καρδίας πάθη Ἁγνὴ κατάφλεξον.
Ἡ θεία δρόσος, ἐκ σοῦ προϊοῦσα, τοὺς ἐκτακέντας τῷ καύσωνι, τῆς ἁμαρτίας δροσίζει Πανάμωμε· ὅθεν ἱκετεύω σε, τὴν κατατακεῖσαν ψυχήν μου δρόσισον.
ᾨδὴ ηʹ. Ὁ Εἱρμός.
Ode viii. Heirmos.
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ· καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Unconsumed by fire was the burning bush on Sinai, * revealing God to Prophet Moses, who was weak in speech and slow of tongue. * And zeal for God kept the three Young Men unscathed by fire and led them to compose the hymn: * “O all you works of the Lord, sing a hymn to the Lord, * and exalt Him beyond measure unto all the ages.” [SD]
Τροπάρια.
Troparia.
Αἷμα καὶ ὕδωρ ἐκρυέντα τῆς πλευρᾶς σου, κόσμον ὅλον ἀνέπλασαν, καὶ ἀφθαρσίας Σῶτερ ἔπλησαν, θυσίας τε μυσαράς, καὶ διεκχύσεις ἐναγῶν αἱμάτων ἔπαυσαν. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στέφος Σωτὴρ ἐξ ἀκανθῶν ἀνεδήσω ὄξους χολῆς ἐγεύσω τε, καὶ ἐνεπτύσθης φραγγελλούμενος, ὑψώθης ἐπὶ Σταυροῦ, ἥλους δεξάμενος, διʼ ὧν σωθεὶς κραυγάζω σοι· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικά.
For the Martyrs.
Ἐξ ἀκενώτων θησαυρῶν τῆς ἀληθείας, περιφανῶς πλουτήσαντες, πάσης πενίας κατεπτύσατε, εἰδώλων καὶ πλουτισταί, τῶν πενομένων Ἀθληταί, βοῶντες ὤφθητε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νομοθεσίας δυσσεβοῦς καταφρονοῦντες, ὥσπερ οἱ Παῖδες Μάρτυρες, εἰς πῦρ παμφάγον ἐνεβλήθητε, ἐν ᾧ τὴν δρόσον Θεοῦ, ἐπαναψύχουσαν ὑμᾶς βοῶντας εὕρατε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Νόμου σε πάλαι, κιβωτὸς προδιετύπου, οὐ πλάκας ἔνδον φέρουσα, ἀλλὰ Χριστὸν τὸν νομοδότην Ἁγνή, ὃν ἄνομος ἐν Σταυρῷ, λαὸς προσήλωσεν, ἡμᾶς βοῶντας σῴζοντα· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.
Canon for the Theotokos. Same Heirmos.
Νεύματι θείῳ, σὲ Ἁγνὴ πύλην προεῖδε, τῶν Προφητῶν ὁ μέγιστος, διʼ ἧς διῆλθε καὶ ἐξῆλθε Θεός, ἐσφραγισμένην λιπών, καὶ τοῖς βοῶσιν οὐρανοῦ πύλην ἀνοίγουσαν. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὲρ αἰτίαν, Υἱὸν ἅγιον τίκτεις, ἁγιασμὸν δωρούμενον, Ἁγνὴ τοῖς τοῦτον ἁγιάζουσι· διό μου τὸν λογισμόν, καὶ τὴν ψυχὴν ἁγιασμοῦ πλήρωσον ψάλλουσαν· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νῦν τῶν κακῶν, μου τὰς σειρὰς τῇ θείᾳ λόγχῃ, τοῦ σοῦ Υἱοῦ διάῤῥηξον, τοῦ διαῤῥήξαντος τοῦ ᾅδου δεσμά, καὶ φαίδρυνόν με στολαῖς, τῆς ἀπαθείας τοῦ βοᾶν θεοχαρίτωτε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δῆμος τῶν θείων, Προφητῶν ἐκδυσωπεῖ σε, τῶν Ἀποστόλων σύλλογος, καὶ τῶν Μαρτύρων ἡ ὁμήγυρις, πρεσβείαις τῆς σῆς Μητρός, πάσης ἀνάγκης τοὺς πιστῶς κράζοντας λύτρωσαι· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θʹ. Ὁ Εἱρμός.
Ode ix. Heirmos.
Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσαν, σὲ ἀεὶ μεγαλύνομεν.
You as the Mother of God and virgin Maid * gave birth remaining a virgin: this is no feat of nature, * but of the condescension of our God. * Thus you the only one who was accounted worthy of these miracles * of God do we magnify. [SD]
Τροπάρια.
Troparia.
Ἰσχὺς ἐχθροῦ, παντελῶς ἐξέλιπε, σοῦ ἰσχυρῶς ἐπὶ ξύλου, Δυνατὲ κεκραγότος, πρὸς τὸν προάναρχον Πατέρα σου, καὶ συγκαλοῦντος τὰ ἐσκορπισμένα πρόβατά σου, Δέσποτα Χριστὲ πρὸς ἐπίγνωσιν.
Ὥσπερ ἀμνός, ἀνηρτήθης Δέσποτα, ἐπὶ Σταυροῦ ἑκουσίως, ἀφαρπάζων τοῦ λύκου, τὰ λογικά σου Σῶτερ θρέμματα, καὶ ἐν τῇ μάνδρᾳ τῶν σῶν προσταγμάτων, κατασφαλιζόμενος, αὐτὰ ἀνυμνοῦντά σε.
Μαρτυρικά.
For the Martyrs.
Σοῦ τῶν παθῶν, μιμηταὶ δεικνύμενοι, οἱ εὐκλεεῖς Ἀθλοφόροι, πολυτρόπους ἰδέας, βασάνων ἔφερον Φιλάνθρωπε· ὅθεν στεφάνων ἐπέτυχον δόξης, καὶ τῆς βασιλείας σου, Χριστὲ ἠξιώθησαν.
Ἡλιακάς, ἀπαστράπτει χάριτας, φωταγωγοῦσα τοὺς πιστούς, τῶν σεπτῶν Ἀθλοφόρων, ἡ ἀξιέπαινος πανήγυρις· ὅθεν οἱ ταύτην ἀεὶ ἐκτελοῦντες, σκότους παραπτώσεων, δεινῶν ἐκλυτρούμεθα.
Σταυροθεοτοκίον.
Stavrotheotokion.
Φῶς νοητόν, ἐν Σταυρῷ ἀπήστραψεν, ὁ σὸς Πανάχραντε Υἱός, καὶ ἀρχὰς τὰς τοῦ σκότους παρεδειγμάτισε Πανάμωμε, καὶ τὸ τοῦ Ἡλίου ἠμαύρωσε φέγγος, καὶ πιστῶν τὸ πλήρωμα Ἁγνὴ κατεφώτισε.
Κανὼν τῆς Θεοτόκου. Μὴ τῆς φθορᾶς.
Canon for the Theotokos. When you conceived.
Ἐν ἀμελείᾳ τὸν βίον μου κατηνάλωσα, καὶ πρὸς τὸ τέλος ὁ τάλας ἄκαρπος ἔφθασα, Μήτηρ ἀπείρανδρε, μετάνοιάν μοι δίδου, καὶ ἄφεσιν πταισμάτων, ταῖς σαῖς πρός τὸν Δεσπότην, ἱκεσίαις καθικετεύω σε.
Χοροστασίαι τῶν ἄνω σεπτῶν Δυνάμεων, Ἱερομύσται Προφῆται, Μάρτυρες ἔνδοξοι, θεῖοι Ἀπόστολοι, μετὰ τῆς Θεοτόκου, Θεῷ παρεστηκότες, πρεσβεύσατε ἀπαύστως, πάσης βλάβης ἡμᾶς λυτρώσασθαι.
Ὁλοσχερῶς νῦν τοῖς χείρω προσεπεκτείνομαι, καὶ τῆς ψυχῆς ἀλογήσας, σαρκὶ δεδούλωμαι, οἴμοι! τί γένωμαι; πῶς φύγω τὰς κολάσεις; πῶς τύχω σωτηρίας; Παρθένε Θεοτόκε, βοηθὸς μοι γενοῦ καὶ σῶσόν με.
Υἱὸν μακάριον μόνη Θεομακάριστε, ἐναπεκύησας, πάντας ἀποδεικνύοντα, τοὺς σὲ δοξάζοντας, Παρθένε μακαρίους· διό σε ἱκετεύω, τῶν μακαριζομένων, τῆς μερίδος με καταξίωσον.
Εἰς τὸν Στίχον τῶν Αἴνων.
At the Aposticha of Lauds.
Ἀπόστιχα Στιχηρά. Ἦχος βαρύς. Σταυρώσιμα.
Aposticha. Grave Mode. For the Cross.
Οὐκ ἔτι κωλυόμεθα.
No longer are we barred.
Δεσπότης ὢν φιλάνθρωπε Ζωοδότα, ἐξηγόρασας διὰ Σταυροῦ σου, τὴν οἰκουμένην, Κύριε δόξα σοι.
Benevolent Life-giver, Savior, and Master, * You have ransomed the entire world through Your crucifixion. * Glory to You, O Lord! [SD]
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]
Ὅμοιον.
Same Melody.
Ὁ ἥλιος ἐσκότασεν Ἐλεῆμον, σταυρουμένου σου ἑκουσίως, ὑπὲρ τοῦ κόσμου, Κύριε δόξα σοι.
When You were crucified of Your own volition * for the world, O merciful Savior, the sun was darkened. * Glory to You, O Lord! [SD]
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]
Μαρτυρικόν. Ὅμοιον.
For the Martyrs. Same Melody.
Φωστῆρες ἀνεδείχθησαν οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.
Extolled in every land are the holy Martyrs. * They became the stars of the world, as to Christ they shouted, * “Glory to You, O Lord.” [SD]
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.
Glory. Both now. Stavrotheotokion. Same Melody.
Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν, ἡ Θεοτόκος θρηνολογοῦσα, ὕμνει τὸ κράτος σου.
O Lord, when You were crucified of Your own will, * the all-holy Theotokos extolled Your power, * even as watched and grieved. [SD]
__________
__________
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
LITURGY
Οἱ Μακαρισμοί. Ἦχος βαρύς.
The Beatitudes. Grave Mode.
Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ λῃστῇ· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
The fruit that killed me of old was good for food and beautiful to contemplate. But Christ is the very tree of life, from which I eat and die not. And echoing the Robber’s words, I cry out, “Remember me in Your kingdom, O Lord.” [SD]
Ἐξέτεινας ἐν Σταυρῷ παλάμας, [τὸ] τῆς ταθείσης χειρὸς τοῦ Ἀδάμ, πρὸς ξύλον τῆς γνώσεως ἀνορθῶν, ὀλίσθημα Οἰκτίρμον, διʼ ἀγαθότητα πολλήν· ὅθεν σε δοξάζομεν, Εὐεργέτα Κύριε.
You laid Your hands on the Cross, O Savior, * in Your great benevolence as God, * and thus corrected Adam’s fateful fall, * when on the tree of knowledge * he laid his hand and ate its fruit. * Therefore, Benefactor and Lord, * we glorify You evermore. [SD]
Ἐν τόπῳ σε τοῦ Κρανίου δῆμος, τῶν Ἑβραίων Χριστὲ Βασιλεῦ, ἐσταύρωσε συνθλῶντα τοῦ πονηροῦ, τὴν ὀλεθρίαν κάραν, καὶ πηγάζοντα ἡμῖν, ἐκ πλευρᾶς ἁγίας σου, ποταμοὺς ἀφέσεως.
A crowd of Jews gave You up to Romans, * who then crucified You, Christ the King, * on Calvary, the place of Adam’s skull; * and You, as God and Savior, * crushed the foe’s pernicious skull, * and gushed from Your holy side * rivers of forgiveness to us. [SD]
Μαρτυρικόν.
For the Martyrs.
Μιμούμενοι τοῦ Χριστοῦ τὰ πάθη, τὰ θεῖα καὶ σωτήρια, ὑπέστητε βασάνους πολυειδεῖς, καὶ πρὸς ἀθανασίαν, μετεβιβάσθητε ὁμοῦ, Μάρτυρες πανεύφημοι· ὅθεν μακαρίζεσθε.
As you endured many forms of torture, * you were imitating the divine * Passion and saving sufferings of Christ, * and thus you were translated * together to immortal life, * O all-lauded Martyr Saints. * Hence you are beatified. [SD]
Δόξα.
Glory.
Φῶς τριλαμπὲς τῆς Τριάδος σέβω, ἐν τρισὶ προσώποις νοούμενον, καὶ μιᾷ οὐσίᾳ ἕνα Θεόν, τὰ τρία νῦν γινώσκω· μία γὰρ φύσις καὶ ἀρχή, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, συνέχουσα τὰ πέρατα.
The Trinity’s light of triple brightness * is perceived in three hypostases. * I worship it and know now that the three * are one in essence, one God. * The Father, Son, and Spirit share * one nature and principle, * sustaining the universe. [SD]
Καὶ νῦν. Σταυροθεοτοκίον.
Both now. Stavrotheotokion.
Σταυρούμενον τὸν ἐκ σοῦ τεχθέντα, καθορῶσα ἐκραύγαζες, τὰ σπλάγχνα δονουμένη Μαριάμ· Πῶς ταῦτα ἑκουσίως, πάσχεις μακρόθυμε Υἱέ, θέλων τὸ ἀνθρώπινον, ἐκ φθορᾶς λυτρώσασθαι;
You saw your Son, whom you bore, O Mary, * being nailed to the cross, and you wept. * And shaken to the core, you cried aloud, * “Forbearing Son, how can You * willingly suffer all these things, * to rescue humanity * from corruption, as You will?” [SD]