Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ
ON MONDAY EVENING
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.
At, Lord, I have cried, Prosomia.
Στιχηρὰ Δεσποτικά.
Stichera for the Master.
Ἦχος βαρύς. Σήμερον γρηγορεῖ ὁ Ἰούδας.
Grave Mode. Judas today is vigilant.
Sauti ya 7
Δέσποτα καὶ Θεὲ πανοικτίρμον, οἷς ἐπίστασαι κρίμασι, δός μοι ἐν καρδίᾳ, τὸν σὸν φόβον ἔχειν· δός μοι τὸ φιλεῖν σε ἐξ ὅλης ψυχῆς μου· δός μοι τὸ μυσάττεσθαι τὰς πράξεις τοῦ ἀλάστορος, καὶ ποιεῖν τὸ θέλημα, τὸ σὸν τὸ σωτήριον· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ὁ εἰπών· Αἰτεῖτε καὶ λαμβάνετε.
Merciful Lord and God of compassion, * for the purposes known to You, * grant me to possess in my heart the fear of You; * grant me that with all of my soul I may love You; * grant me to abominate the actions of the evil one; * and I pray you, grant me to execute Your saving will. * For You are our God, indeed, * who commanded: Ask and then you shall receive. [SD]
Γέγονα τῶν δαιμόνων μὲν γέλως, τῶν ἀνθρώπων δὲ ὄνειδος, τῶν Δικαίων θρῆνος, τῶν Ἀγγέλων πένθος, μολυσμὸς ἀέρος καὶ γῆς καὶ ὑδάτων· σῶμα γὰρ ἐμίανα ψυχήν καὶ νοῦν ἐσπίλωσα, παραλόγοις πράξεσι, Θεῷ ἐχθρὸς πέφυκα· οἴμοι! Κύριε, ἥμαρτόν σοι ἥμαρτον συγχώρησον.
I am the laughingstock of the demons, * the disgrace of my fellow men, * lament of the Righteous, the grief of the Angels, * pollution of the air, the earth and the waters, * for I have defiled my body, and now I have stained my soul. * Through demented acts, I have come to be a foe of God. * Woe is me! O Lord, I have sinned * against You. O pardon me, for I have sinned. [SD]
Δέομαι ἐπʼ ἐμοὶ τῷ ἀκάρπῳ, μακροθύμησον Δέσποτα, καὶ μή με ἐκκόψῃς, ὡς ἄκαρπον δένδρον, τομῇ τοῦ θανάτου εἰς πῦρ ἀποπέμπων· ἀλλὰ καρποφόρον με ποιῆσαι παρακλήθητι, καιρὸν μετανοίας μοι, διδοὺς ὡς φιλάνθρωπος, ὅπως ἀπονίψω μου, τὰς πολλὰς Σωτήρ μου ἁμαρτίας Χριστέ.
Ἕτερα Στιχηρά. Τοῦ Προδρόμου. Καταφρονήσαντες πάντων.
Additional Stichera. For the Forerunner. When you had wisely.
Νυμφοστολήσας τοῖς λόγοις, ἱερῶς τὴν Ἐκκλησίαν Χριστοῦ, προσηγάγου Σοφέ, ὡς νύμφην πανάμωμον, καὶ ὑπήκοον ταύτην, τῷ Δεσπότῃ παρέστησας· ἀλλʼ ὡς ἔχων νῦν δυναστείαν, αὐτῆς ὑπεράσπισον, καὶ ὑπέρμαχος φάνηθι, ἀπὸ πάσης κακίας, τοῦ διαβόλου Παμμάκαρ λυτρούμενος.
O wise Forerunner, with your words, sacredly escorting the Church of Christ, * you presented her as an all-blameless bride to Him; * and to the Master you presented her as obedient. * Now that you have power, we pray you, * protect and defend the Church. * Blessed John, be her champion. * We implore you, O Baptist, that you rescue her from the devil’s wickedness. [GOASD]
Φῶς νοερὸν ἐπιλάμψας, τῇ ταπεινῇ ψυχῇ μου Πρόδρομε, ἐναποδίωξον αὐτῆς, ὁμίχλην τὴν ἅπασαν, ἡδονῶν ψυχοφθόρων, καὶ παθῶν τῶν τοῦ σώματος· καὶ ὡς ἔχων νῦν δυναστείαν, κἀμοῦ ὑπεράσπισον, καὶ προστάτης μοι φάνηθι, ἀπὸ πάσης ἀνάγκης, καὶ περιστάσεως δεινῆς λυτρούμενος.
Ὦ προφητῶν ἡ ἀκρότης, καὶ σφραγὶς τοῦ νόμου τοῦ τυπικοῦ· ὦ τῶν ἁπάντων γηγενῶν, μείζων ἁγιότης· ὦ Χριστοῦ παρουσίας, θεῖος κήρυξ καὶ Πρόδρομος· ὦ διδάσκαλε μετανοίας· ὦ ἁγνείας ἄγαλμα· τοὺς σοὺς δούλους περίσωζε, ἀπὸ πάσης ἀνάγκης, καὶ περιστάσεως ἡμᾶς λυτρούμενος.
O culmination of Prophets * and the seal of the symbolic law, * you who are greater in holiness than all men born on earth, * O Forerunner and divine herald of the coming of Christ: * as the teacher of repentance and the model of chastity, * out of every necessity deliver us your servants, * redeeming us from perplexing predicaments. [SD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Utukufu. Sasa. Wimbo wa Mzazi-Mungu
Χαῖρε Ἁγνή, τὸ σεπτὸν κειμήλιον παρθενίας. Χαῖρε Σεμνή, ἐνδιαίτημα θεῖον. Χαῖρε Παρθένε, τῶν πιστῶν σωτηρία. Χαῖρε Δέσποινα, νύμφη ἀνύμφευτε.
Προκείμενον. Ἦχος δʹ.
Prokeimenon. Mode 4.
Prokimeno. Sauti 4.
Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
The Lord will hear me when I cry to Him.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.
Verse: You heard me when I called, O God of my righteousness. You strengthened my heart when I was in distress. [SAAS]
Mstari
Εἰς τὸν Στίχον.
At the Aposticha.
Ἀπόστιχα Στιχηρά. Ἦχος βαρύς. Κατανυκτικά.
Aposticha. Grave Mode. For compunction.
Sauti ya 7
Ὡς ὁ ἄσωτος Υἱός, ἦλθον κᾀγὼ Οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.
Like the prodigal son, I have returned, loving Father. As one of Your hired hands accept me who fall down to You, and have mercy on me. [SD]
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]
Mstari
Ὡς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω ὁ ὑπεύθυνος ἐγώ, εἰμὴ πρὸς σὲ τὸν Εὔσπλαγχνον, τῶν ψυχῶν τὸν ἰατρόν. Ἐπίχεε ἐπʼ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.
Like the man who fell among the robbers and was wounded, because of my own sins, I have also fallen, and my soul has likewise been wounded. In whom shall I, who am at fault, take refuge, if not in You the compassionate Physician of our souls? O God, pour on me the oil of Your great mercy. [SD]
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]
Mstari
Μαρτυρικόν.
For the Martyrs.
Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
O holy Martyr Saints, who competed well and received the crowns of laurel, intercede with the Lord for us, that His mercy come upon our souls. [SD]
Enyi mashahidi watakatifu wapiganaji wema ambao wamevikwa taji, mtuombee ili azihurumie roho zetu [[SWA]]
Δόξα· καὶ νῦν. Θεοτοκίον. Οὐκ ἔτι κωλυόμεθα.
Glory. Both now. Theotokion. No longer are we barred.
Utukufu. Sasa. Wimbo wa Mzazi-Mungu
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι· Ἐλεῆμον Κύριε δόξα σοι.
Bring peace into our lives, O merciful Master, * through the intercessions of the Theotokos. * Glory to You, O Lord. [SD]
__________
__________
__________
Τῌ ΤΡΙΤῌ ΠΡΩΪ
ON TUESDAY MORNING
ΕΝ Τῼ ΟΡΘΡῼ
MATINS
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Κατανυκτικά.
After the first Psalter reading, Kathismata. For compunction.
Ἦχος βαρύς.
Grave Mode.
Sauti ya 7
Ἔχουσα ψυχή μου τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε προσπίπτουσα, ἐν στεναγμοῖς κραυγάζουσα, τῷ ἰατρῷ ψυχῶν τε καὶ σωμάτων· Ἐλευθέρωσόν με Φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων· συναρίθμησόν με τῇ πόρνῃ, καὶ τῷ λῃστῇ καὶ τῷ τελώνῃ· καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με.
O my soul, you have the clinic of repentance. Go to it, imploring the Physician of souls and bodies, sighing and crying, “O benevolent Lord, free me from my offenses. Number me with the harlot, the publican, and the robber; and grant to me forgiveness of my transgressions, O God, and save me.” [GOASD]
Τοῦ τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς πόρνης τὰ δάκρυα οὐ κέκτημαι· ἀπορῶ γὰρ ἐκ πωρώσεως, τῆς τοιαύτης διορθώσεως· ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, σῶσόν με ὡς φιλάνθρωπος.
I have not aspired to the publican’s repentance, nor have I acquired the tears of the harlot. Because of my indifference, I have no such amendment. So I implore You, O benevolent Lord, save me, by Your tender mercy, O Christ God. [GOASD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Utukufu. Sasa. Wimbo wa Mzazi-Mungu
Προστασία θερμὴ καὶ ἀντίληψις, Χριστιανῶν ὑπάρχεις Θεοτόκε ἀνύμφευτε· διὸ σὺν τῷ Προδρόμῳ, τὸν Υἱόν σου δυσώπησον, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.
O unwedded Theotokos, you are the ardent protection and assistance of us Christians. As such, join the Forerunner and implore Your Son, that we might find mercy. [SD]
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Κατανυκτικά.
After the second Psalter reading, Kathismata. For compunction.
Ὁ τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ τελώνου τὰ πταίσματα, ἐν στεναγμῷ συγχωρήσας, φιλάνθρωπε Κύριε ἐλέησόν με.
O Lord, You washed away Peter’s denial with his tears, and You forgave the Publican’s sins when he sighed. O benevolent Lord, have mercy on me. [GOASD]
Ἑτοιμάζου ψυχή μου ἐν τῇ ζωή σου, πρὸς τὴν μέλλουσαν ζωὴν μὴ ταραχθῆναι· ἐκεῖ γὰρ οὐδεὶς ὁ βοηθῶν, οὐ πλοῦτος οὐ δύναμις, οὐ φίλοι οὐκ ἄρχοντες, ἀλλʼ ἡ τῶν ἔργων ἐπίδειξις, καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία.
O my soul, in this life prepare yourself for the life to come, lest you be troubled. For in that place, nothing can help you, not wealth, nor power, not friends, nor powerful people; nothing, except the evidence of your works and the benevolence of our God. [SD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Utukufu. Sasa. Wimbo wa Mzazi-Mungu
Κύριε, ἡμεῖς ἐσμὲν λαός σου, καὶ πρόβατα νομῆς σου· πλανηθέντας ὡς ποιμήν, ἐπίστρεψον ἡμᾶς· σκορπισθέντας τῇ φθορᾷ, συνάγαγε ἡμᾶς· ἐλέησον τὴν ποίμνην σου Φιλάνθρωπε, σπλαγχνίσθητι ἐπὶ τὸν λαόν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Ἀναμάρτητε.
Lord, we are Your people and sheep of Your flock. As our benevolent Shepherd, bring us back when we go astray; gather us when we are scattered. Have mercy on your flock. O only sinless One, have compassion on Your people, at the intercessions of the Theotokos. [SD]
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.
After the third Psalter reading, Kathismata.
Τοῦ Προδρόμου.
For the Forerunner.
Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, ἐλέους σου ὑσσώπῳ, σπλαγχνισθεὶς ὡς ἀγαθός, ἀπόπλυνον Σωτήρ, καὶ καθαρίσας μολυσμοῦ, τῆς ἰλύος τῶν παθῶν, ἐλέησόν με Δέσποτα· διάσωσον τὸ πλάσμα σου, πρεσβείαις τοῦ σοῦ Προδρόμου, μόνε Πολυέλεε.
O Lord, as You are good, take pity on me, and wash away the dirt of my soul with the hyssop of You mercy. O Savior, cleanse me of defilement, and have mercy on me. Rescue me, Your creature, from the slime of the passions, at the intercessions of Your Forerunner, O only very merciful Master. [SD]
Μαρτυρικόν.
For the Martyrs.
Οἱ Ἅγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρὰ σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
O Lord, Your holy Martyrs competed here on earth, and they trampled the enemy and negated the deception of idolatry. Therefore they received awards from You, O benevolent Master and merciful God, who to the world grant the great mercy. [GOASD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Utukufu. Sasa. Wimbo wa Mzazi-Mungu
Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ σκέπουσα τοὺς ἐπὶ γῆς, εἰς ἀπερίστατον λαόν, σπλαγχνίσθητι εὐλογημένη Θεοτόκε· ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολώμεθα δεινῶς· ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.
O blessed Theotokos, you are sympathetic towards our lowliness, and you shelter us on earth. Have compassion for us, a defenseless people. Intercede for us persistently, so that we not be horribly destroyed. O immaculate Lady, implore our placable God, to save our souls, O all-holy Virgin. [SD]
Κανὼν Κατανυκτικός.
Canon of Compunction.
Ἦχος βαρύς. ᾨδὴ αʹ. Ὁ Εἱρμός.
Grave Mode. Ode i. Heirmos.
Sauti ya 7 Irmosi.
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ ἀναβάτας τριστάτας βυθίσαντι, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.
Let us sing to our Redeemer and God, who by His arm brought wars to nothing, and who submerged the chosen captains, for He is glorified. [SD]
Τροπάρια.
Troparia.
Troparia
Καθʼ ἑκάστην ἁμαρτάνω, καὶ οὐ φρίττω σε Χριστέ, μακροθυμίᾳ ζητοῦντά μου τὴν μετάνοιαν, δός μοι λογισμὸν ἐπιστροφῆς ὡς Ἀγαθός, καὶ μὴ παρίδῃς με.
O Christ, I sin each day, and I do not shudder at You, who with forbearance await my repentance. Since You are good, please give me the thought of returning, and do not overlook me. [SD]
Ἁμαρτίαις ἁμαρτίας, προστιθέμενος Χριστέ, διαλιμπάνω οὐδόλως ὁ τάλας ἐγώ, μόνε Ἀγαθὲ καὶ ἀναμάρτητε Σωτήρ, οἴκτειρον σῶσόν με.
Not at all have I ceased heaping sin upon sin, wretch that I am. O only good and sinless Savior, take pity on me and save me. [SD]
Μαρτυρικά.
For the Martyrs.
Θαρσαλέως οἱ γενναῖοι, ἐπεφώνουν Ἀθληταί. Ἰδοὺ τὸ στάδιον πλῆρες ἀγώνων, δράμωμεν, κάθηται Χριστός, ἀγωνοθέτης στεφανῶν, τοὺς νικητὰς τοῦ ἐχθροῦ.
The valiant athletes bravely call out to each other, “We are in the stadium and the contests abound. Let us run our race, for Christ, the Judge of the games, is seated, and he will crown who defeat the foe.” [SD]
Ἀπεκδύσασθε τὸ σῶμα, πολυτρόποις αἰκισμοῖς, καὶ ἀφθαρσίας χιτῶνα περιεβάλεσθε, Μάρτυρες σοφοί, καὶ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, υἱοὶ γεγόνατε.
O wise Martyrs, enduring multiple tortures, you put off the body, and you put on the garment of incorruption, and you became sons of the Father of tender mercies. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Τὸν πολλαῖς κεκακωμένον, ἁμαρτίαις τὴν ψυχήν, Θεογεννῆτορ Παρθένε θεράπευσον, ὅπως ἐν φωναῖς, εὐχαριστίας ἐκτενῶς, ἀεὶ δοξάζω σε.
My soul is afflicted by many sins. O Virgin Mother of God, heal me, so that I may ever earnestly glorify you with words of gratitude. [SD]
Κανὼν τοῦ Προδρόμου.
Canon for the Forerunner.
Νεύσει σοῦ πρὸς γεώδη.
N/M (Lord, at Your divine signal.)
Κόσμος τῆς Ἐκκλησίας, ὡραϊσμένος ἐδείχθης, μακάριε Πρόδρομε, ἣν πάντοτε πρεσβείαις σου, σῷζε πάσης καταδίκης, τῶν αἱρετιζόντων, ἑδραίαν ἀκλόνητον.
Blessed Forerunner, blooming with handsome beauty, you adorn the Church. By your intercessions, always preserve her mighty and unshaken in the face of judgments against her from heretics. [SD]
Ἄμωμον ἱερεῖον, τῷ ποιητῇ προσηνέχθης, τυθεὶς θεῖε Πρόδρομε, ὥσπερ ἀρνίον ἄκακον· ὅθεν πίστει δυσωπῶ σε, πάσης με κακίας, ἐχθρῶν ἀπολύτρωσαι.
Divine Forerunner, you were slaughtered like an innocent lamb and offered to the Creator as a blameless sacrifice. Therefore with faith I implore you, rescue me from all the wickedness of enemies. [SD]
Ἴασαι τῶν σωμάτων, καὶ τῶν ψυχῶν ἡμῶν νόσους, ἀοίδιμε Πρόδρομε, ἐκδυσωπῶν ἑκάστοτε, Λόγον τὸν πάντων τὰς νόσους, καὶ τὰς μαλακίας, εὐσπλάγχνως ἀράμενον.
Ever-renowned Forerunner, we pray you cure the diseases of our souls and bodies, as daily implore the Logos, who mercifully takes away the diseases and illnesses of all. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Τέτοκας Παναγία, τὸν ἀπερίληπτον Λόγον, σαρκὶ καθʼ ὑπόστασιν, ἡμῖν προσομιλήσαντα, τοῦτον πάντοτε δυσώπει, σῶσαι τοὺς πιστῶς σε, ἀεὶ μακαρίζοντας.
All-holy Virgin, you gave birth to the incomprehensible Logos associated with us in the flesh hypostatically. Ever implore Him to save us who faithfully ever call you blessed. [SD]
ᾨδὴ γʹ. Ὁ Εἱρμός.
Ode iii. Heirmos.
Irmosi.
Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε.
You are the one who by Your Word established the heavens, and who set the earth’s foundation on many waters. Establish my mind in your will, O only benevolent Lord. [SD]
Τροπάρια.
Troparia.
Troparia
Ὁ παρορῶν ἀνθρώπων ἁμαρτίας, διὰ πολλὴν Χριστὲ φιλανθρωπίαν, πάριδε μόνε Σωτήρ, τὰ πλήθη μου τῶν κακῶν, ἵνα δοξάζω σε, τὸν Ὑπεράγαθον.
O only Savior, You overlook people’s sins, in your great benevolence. I pray You also overlook the many evils I have done, so that I may glorify You, the surpassing good God. [SD]
Ἵνα σαρκὸς τὸ θέλημα ποιήσω, τὰ σὰ Χριστέ, θελήματα παρεῖδον, ὁ ἀσυνείδητος, καὶ δέδοικα τῆς φλογός, τὴν τιμωρίαν Λόγε, ἀφʼ ἧς με λύτρωσαι.
Against my conscience, I have ignored Your wishes, so that I can do the will of the flesh. And now I fear the fiery punishment. O Logos, rescue me from it. [SD]
Μαρτυρικά.
For the Martyrs.
Σωματικοῖς προσομιλοῦντες πόνοις, οἱ Ἀθληταὶ τὴν ἄπονον ἐσκόπουν, ζωὴν καὶ ἄνεσιν, ἧς ἔτυχον ἐν χαρᾷ, τῶν ἀνθρώπων πόνους ἀεὶ κουφίζοντες.
The Athletes experienced pains of physical torture, looking forward to the painless life and relaxation, which they joyfully attained. And now they ever alleviate the pains of other people. [SD]
Μαρμαρυγαῖς τῶν ἄθλων θεοφόροι, πλάνης δεινῆς ἐλύσατε τὴν νύκτα, καὶ πρὸς ἀνέσπερον φῶς, μετέβητε τῶν ἡμῶν, ὀδυνῶν τὸ σκότος ἀεὶ ἐξαίροντες.
O God-bearing Martyrs, you ended the night of terrible deception and error, and you were transported to the never-setting light. And now you ever deliver us from our pain and suffering. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Πύλην Θεοῦ προεῖδεν ὁ Προφήτης, διʼ ἧς αὐτὸς διῆλθε καθὼς οἶδε, Παρθένε ἄχραντε· διό σε ἐκδυσωπῶ, μετανοίας πύλας αὐτή μοι ἄνοιξον.
O immaculate Virgin, the Prophet Daniel foresaw you as the gate of God, by which He entered, as He knows. Therefore I implore you to open to me the gates of repentance. [SD]
Κανὼν τοῦ Προδρόμου. Ὁ κατʼ ἀρχὰς τοὺς οὐρανούς.
Canon for the Forerunner. N/M (First You established.)
Ἡλιοβόλοις ἀστραπαῖς, πᾶσαν φωτίζεις τὴν κτίσιν· τοῦ Ἡλίου γὰρ τοῦ νοητοῦ, ἀστὴρ φωτεινὸς ἐδείχθης Πρόδρομε, ὃν ἐκδυσώπει ἐκτενῶς, παθῶν τὸ σκότος διῶξαι, ἐκ τῶν πανωδύνων καρδιῶν ἡμῶν.
O Forerunner, you illumine all of creation with solar flares, for you are a bright star of the noetic Sun. Earnestly entreat Him to drive away the darkness of the passions from our aching hearts. [SD]
Νόμου καὶ χάριτος ἑστώς, ἐν μέσῳ θεῖε Προφήτα, παρεδήλους πᾶσιν ἐμφανῶς, τὴν παύλαν τοῦ μέν, τῆς δὲ τὴν ἔλλαμψιν, γενησομένην καθαρῶς, ἀνακαινίσει τελείᾳ, τῶν παλαιωθέντων ἁμαρτήμασι.
O divine Forerunner, standing as you were between the Law and grace, to all you manifestly indicated the end of the former and the shining of the latter, which would clearly come through perfect renewal to those who had become old in their sins. [SD]
Δαιμονικῆς ἐπιφορᾶς, ἐκ τῶν σκανδάλων τοῦ βίου, ἀπὸ πάσης θλίψεως ἡμᾶς, Χριστοῦ Βαπτιστά, βοῶμεν, λύτρωσαι, ἐκδυσωπῶν τὸν Ἀγαθόν, καὶ ἐν ἡμέρᾳ τῆς δίκης, τῶν κολαστηρίων ἀπολύτρωσαι.
We cry out to you, O Baptizer of Christ: As you implore our good God, deliver us from demonic assaults, from the scandals of life, and from every tribulation, and rescue us from perdition on Judgment Day. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Εὐλογημένη ἡ Θεόν, ἀνερμηνεύτως τεκοῦσα, σὺν τῷ θείῳ τούτου Βαπτιστῇ, δυσώπει Ἁγνὴ ἀπαύστως Δέσποινα, ὑπὲρ ἡμῶν τῶν συμφοραῖς, περιπιπτόντων τοῦ βίου, καὶ συνεχομένων ἁμαρτήμασι.
O blessed Lady, who inexplicably gave birth to God, join His holy Baptist and unceasing pray for us; for we have succumbed to life’s disasters, and we are distressed by our sins. [SD]
ᾨδὴ δʹ. Ὁ Εἱρμός.
Ode iv. Heirmos.
Irmosi.
Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου.
Confirming Your incarnate advent, O Christ, the Prophet Habbakuk cried out: “Glory to Your strength!” [SD]
Τροπάρια.
Troparia.
Troparia
Ἐξένευσα τῆς ὁδοῦ τῆς πρὸς ζωήν, φερούσης με, καὶ εἰς βόθρον τῶν κακῶν κατέπεσον. Σῶτερ μὴ παρίδῃς με.
I have wandered from the way that would lead me to life, and I have fallen into a pit of evils. O Savior, do not ignore me. [SD]
Δακρύων μοι ὀχετοὺς Λόγε Θεοῦ, κατάπεμψον, ἵνα πλύνω, τῶν πολλῶν πταισμάτων μου, Δέσποτα τὸν βόρβορον.
O Master, the Logos of God, send down to me buckets of tears, so that I may wash away the filth of my many offenses. [SD]
Μαρτυρικά.
For the Martyrs.
Ἀγόμενοι ὡς ἀρνία πρὸς σφαγήν, οἱ Μάρτυρες, τὸν πολέμιον ἐχθρὸν κατέσφαττον, δόξης ἀξιούμενοι.
The Martyrs were led like lambs to slaughter, but in fact they slaughtered the waring enemy, and they were granted glory. [SD]
Κενούμενοι τῶν αἱμάτων οἱ κρουνοί, πανεύφημοι τὸν χειμάῤῥουν, τῆς τρυφῆς ηὐτρέπιζον, ὑμῖν θεῖοι Μάρτυρες.
O all-lauded Martyrs, the streams of your blood emptied, and they prepared for you the torrent of delight. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Σεσάρκωται ἐξ αἱμάτων σου ἁγνῶν, ὁ Κύριος, τὴν μετάνοιαν, βροτοῖς, δωρούμενος, Κόρη μεσιτείαις σου.
O Maiden, the Lord has become flesh from your pure blood, and by your intercessions, He grants repentance to mortal men. [SD]
Κανὼν τοῦ Προδρόμου. Ὁ Πατρικοὺς κόλπους.
Canon for the Forerunner. N/M (O Christ our God, You did not depart.)
Καταβαλὼν στῖφος δυσμενῶν, καὶ ἀριστεύσας κατʼ αὐτῶν λαμπρότατα, ἐν ἐμοὶ τὴν βασιλεύουσαν, ἁμαρτίαν δέομαι, Βαπτιστὰ εὐχαῖς σου κατάβαλε.
O Baptist, you brought down the hostile enemies, and you splendidly prevailed over them. Now I entreat you, by your prayers bring down the sin that reigns in me. [SD]
Λύχνος ὀφθεὶς Μάκαρ νοητός, δικαιοσύνης τοῖς βροτοῖς ὑπέδειξας, Ἰησοῦν τὸν μέγαν Ἥλιον, ὑφʼ οὗ καταυγάζεσθαι, τὰς καρδίας πάντων ἱκέτευε.
O Blessed Forerunner, you appeared as a spiritual lamp, and to mortals you pointed at Jesus, the great Sun of Righteousness. Pray Him to illumine the hearts of all. [SD]
Ἐν ἀνομίαις συλληφθεὶς καὶ γεννηθείς, ζῶ ἀμελῶς καὶ δέδοικα, τὰ ἐκεῖθεν κολαστήρια, ἐξ ὧν με ἐξάρπασον, Βαπτιστὰ Θεὸν ἱλεούμενος.
I was conceived and born in iniquities, and now I live carelessly. I am afraid of the punishments on the other side. O Baptist, rescue me from these, by praying to God to be merciful. [SD]
Ἱκετηρίαν ὑπὲρ ἡμῶν, τῶν σὲ τιμώντων τῷ Θεῷ προσάγαγε, ὅπως πάσης ἡμᾶς ῥύσηται, δεινῆς περιστάσεως, καὶ δαιμόνων βλάβης πανόλβιε.
All-honored Forerunner, offer to God an fervent prayer for us who honor you, that He free us from every difficult situation and from demonic harm. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Νόμου σκιαί σε πολυειδῶς, τὴν τεξαμένην τὸν Θεὸν ἐδήλωσαν, ὃν ἱκέτευε Πανάμωμε, πάσης ἀνομίας με, καὶ παθῶν ῥυσθῆναι τοῦ σώματος.
In many different ways, the shadows of the Law indicated you, the one who gave birth to God. Entreat Him now, O all-blameless Virgin, to free me from all iniquity and from the body’s passions. [SD]
ᾨδὴ εʹ. Ὁ Εἱρμός.
Ode v. Heirmos.
Irmosi.
Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός.
O Creator of all, You drove away the original darkness of the abyss, and shined the first-created light on the world. I pray You, dispel the night of the passions, and shine in me the noetic light. [SD]
Τροπάρια.
Troparia.
Troparia
Ῥῦσαί με Λόγε δικαίας σου ὀργῆς, ἡνίκα κρίνῃς τὴν γῆν, καὶ τῶν πολλῶν μου πταισμάτων, μετανοίᾳ καθάρας, ναόν με δεῖξον τῆς σῆς, ἀγαθότητος μόνε, Δημιουργὲ τοῦ παντός.
O Logos, deliver me from Your righteous wrath, when You judge the earth. Through my repentance, cleanse me of my many transgressions, and make me a temple of Your goodness, O only Creator of the universe. [SD]
Ὑπὸ τῆς ἄγαν ἀχλύος τῶν παθῶν, ἀπετυφλώθην τὸν νοῦν, καὶ οὐ γινώσκω τί πράττω, πωρωθεὶς τὴν καρδίαν· ἐπίστρεψόν με Χριστέ, καὶ μετάνοιαν μοι δίδου, καθαρτικὴν μολυσμῶν.
My mind is blinded by the heavy fog of the passions, and I do not know what I am doing, since my hear is hardened. O Christ, convert me, and give me repentance that will cleanse my impurities. [SD]
Μαρτυρικά.
For the Martyrs.
Στάδιον πλῆρες ἱδρώτων Ἀθληταί, δραμόντες νεανικῶς, πρὸς τὴν οὐράνιον νύσσαν κατηντήσατε, νίκης, βραβεῖα ζωαρχικῆς, ἐκ χειρὸς δεδεγμένοι· ὅθεν ἐπαγάλλεσθε νῦν.
O Athletes, you vigorously ran the sweaty race, and you crossed the heavenly finish-line. You have received the medals of victory from the hand of the God who is the source of life. Therefore now you celebrate. [SD]
Ἰσχυροτάταις νευραῖς τῶν ἱερῶν, πόνων ὑμῶν Ἀθληταί, ἀπηγχονίσατε ὄντως, τὸν ἀρχέκακον ὄφιν, καὶ Παραδείσου τρυφῆς, ἠξιώθητε· ὅθεν, ἀνευφημοῦμεν ὑμᾶς.
O Athletes, you strangled the wicked serpent with the very cords that were used to torture you in your sacred labors, and you were counted worthy of the Garden of Eden. Therefore we extol you. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Ἡ τοῦ Ἡλίου νεφέλη φωτεινή, λάμψον μοι φῶς νοερόν, τῆς ἀληθοῦς μετανοίας, καὶ ἀπέλασον σκότος, τῶν πονηρῶν λογισμῶν, ἵνα πίστει ὑμνῶ σε, ὡς σωτηρίαν πιστῶν.
O Lady, you are the luminous cloud of the Sun. Shine in me the noetic light of genuine repentance, and drive away the darkness of my wicked thoughts, so that in faith I may extol you as the salvation of believers. [SD]
Κανὼν τοῦ Προδρόμου. Κύριε ὁ Θεός μου.
Canon for the Forerunner. N/M (I have arisen early.)
Ἔφυς φωνὴ βοῶντος, ἐν ἐρήμοις Πάνσοφε διανοίαις, Θεοῦ ἐπιγνώσεως· διὸ ἱκετεύω σε, τὴν ψυχήν μου ἐρημωθεῖσαν, πάσῃ παραβάσει καινούργησον.
All-wise Forerunner, You became the voice of one crying in the wilderness of minds bereft of the knowledge of God. So I entreat you to renew my soul, for it has become a desert because of all my transgressions. [SD]
Τίμιον τοῦ Δεσπότου, σκεῦος δεδειγμένος Θεοῦ Προφῆτα, ἀτίμων με πράξεων, πρεσβείαις σου λύτρωσαι, καὶ τιμῆς τυχεῖν αἰωνίου, τὸν Ἀγαθοδότην δυσώπησον.
O Prophet of God, you were shown to be an honorable vessel of the Master. By your intercessions, free me from dishonorable acts, and pray the Giver of blessings for me to obtain everlasting honor. [SD]
Ἤγγισαν ἀνομίαι, ἐπʼ ἐμὲ εἰσόδῳ τῆς ῥαθυμίας· τρόποις μετανοίας με, μακάριε Πρόδρομε, βελτίωσον, ὅπως προθύμως, τὰς ὁδοὺς Κυρίου ἀφίκωμαι.
Iniquities have come over me; they gained entrance because of my indifference. O blessed Forerunner, make me a better person, through the work of repentance, so that I may readily return to the ways of the Lord. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Νέκρωσον τῆς σαρκός μου, τὸ γεῶδες φρόνημα Θεοτόκε, ζωὴν ἡ κυήσασα, θανάτῳ τὸν θάνατον, παντελῶς θείᾳ δυναστείᾳ, Ἄχραντε σεμνὴ ἀφανίσασαν.
O immaculate and noble Theotokos, you held in your womb Life himself, who by death utterly vanquished death by His divine power. I pray you but to death the earthly mindset of my flesh. [SD]
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.
Ode vi. Heirmos.
Irmosi.
Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι. Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε.
I have fallen into the deep sea of sin. Now like Jonah from the whale I cry to You: Raise up my life from corruption, and save me, O good and benevolent Lord. [SD]
Τροπάρια.
Troparia.
Troparia
Νέος ἄσωτος ὤφθην, αἰσχρῶς βιώσας ἐν γῇ, καὶ ἡδονῶν ὑποκύψας ταῖς ὁρμαῖς, ἐπίστρεψόν με Χριστὲ ὁ Θεός μου, καὶ σῶσον ὡς φιλάνθρωπος.
I am the new prodigal son, for I lived shamefully on earth, and I submitted to the drives of pleasure. O benevolent Christ God, convert me and save me. [SD]
Στέναξον ὧ ψυχή μου, ἵνα ῥυσθῇς στεναγμῶν, δάκρυσον ὅπως δακρύων ἀπαύστων, μὴ λάβῃς πεῖραν ἐκεῖ ἐν ὀδύνῃ, οὐδὲν ἐχόντων ὄφελος.
O my soul, sign now, so that you may be saved from sighing later. Weep now, so that you will not experience unending tears there in perdition, where they will be of no benefit. [SD]
Μαρτυρικά.
For the Martyrs.
Ὤφθητε ὥσπερ λίθοι, ἐν τῷ στεφάνῳ σαφῶς, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας πηχθέντες, καὶ κόσμος ταύτης τερπνὸς γεγονότες, σεπτοὶ Μεγαλομάρτυρες.
O august Great-martyrs, you are like gems mounted in the crown of the Church of Christ, and you are her delightful adornment. [SD]
Τέλους ἀξιοθέου, ἀξιωθέντες σοφοί, ἀτελευτήτους κληροῦσθε ἀμοιβάς· διὸ τὰ τέλη ἡμῶν ἐν μετανοίᾳ, γενέσθαι ἱκετεύσατε.
O wise Martyrs, you were granted an end worthy of God, and you inherit unending rewards. Therefore pray that our lives may end in repentance. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Βυθοῦ με ῥαθυμίας, τῶν ἀμετρήτων παθῶν, ἡ τὸν βυθὸν εὐσπλαγχνίας τεκοῦσα, ἀνάγαγε Ἀγαθὴ καὶ δακρύων, πολλῶν πηγήν μοι δώρησαι.
O good Lady, you gave birth to the abyss of compassion. I pray you raise me up from the abyss of indifference and countless passions, and give me a wellspring of many tears. [SD]
Κανὼν τοῦ Προδρόμου. Ὁ Ἰωνᾶς ἐκ κοιλίας.
Canon for the Forerunner. N/M ()
Μαρμαρυγαῖς ἀρετῶν σαφῶς ἐξαστράπτων, καὶ φωταυγεῖ μαρτυρίῳ ἐκλάμπων, φωτίζεις πᾶσαν κτίσιν, νοητῆς Ἀνατολῆς Φίλε γνήσιε.
O genuine friend of the noetic Orient, you illumine all creation, as you are aglow with rays of the virtue, and shining with splendid martyrdom. [SD]
Ἐβλάστησας γηραλέας Μάκαρ ἐκ στείρας· διὸ βοῶ ἁμαρτίαις πολλαῖς με, γηράσαντα, εὐχαῖς σου, μετανοίας καλλοναῖς ἀνακαίνισον.
O blessed Baptist, you were born to an elderly, barren woman. Therefore, I who have grown old in many sins cry out to you: By your prayers renew me with the beauty of repentance. [SD]
Λύχνε φωτὸς ἀνεσπέρου θεῖε Προφῆτα, τὸν λύχνον μου, τῆς καρδίας σβεσθέντα, ἐπάναψον εὐχαῖς σου, καὶ φωτός με κοινωνὸν θείου ποίησον.
O divine Prophet, the lamp of the never-setting Light, the lamp of my heart has gone out. Light it again, by your prayers, and grant me to partake of the divine Light. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Ὡς ὑετὸς ἐν γαστρί σου ὁ Λόγος κατέβη, ὃν αἴτησαι Παναγία Παρθένε, τὰ ῥεύματα ξηράναι, τῶν ἀμέτρων μου κακῶν ἱκετεύω σε.
O all-holy Virgin, the Logos came down into your womb like dew. I entreat you, pray to Him to dry up the streams of my countless evils. [SD]
ᾨδὴ ζʹ. Ὁ Εἱρμός.
Ode vii. Heirmos.
Irmosi.
Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν, καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
The fire did not scorch nor at all disturb those Servants in the furnace. The three, as if with one mouth, extolled and blessed, saying: “Blessed is the God of our fathers!” [SD]
Τροπάρια.
Troparia.
Troparia
Εἰς πάθη ἀτιμίας ἐνέπεσα, κτήνεσι Σῶτερ ὁμοιωθείς, καὶ σκοτισθείς, οὐ θεωρῶ τῆς ἀνοχῆς σου, Λόγε τὸ μακρόθυμον· ἐπιστροφῆς μοι καιρόν, δίδου καὶ σῶσόν με.
O Savior, I have fallen into the dishonorable passions, and I have like the animals. And darkened thus, I do not see the forbearance of Your patience, O Logos. Give me time to return, and save me. [SD]
Ῥαθύμως τὴν ζωήν μου ἐξετέλεσα, πράττων ἃ οὐκ ἔξεστι ποιεῖν, καὶ νῦν ἰδού, ᾅδου λοιπὸν πύλαις ἐγγίζω, μὴ λαμβάνων αἴσθησιν, μή με παρίδῃς Χριστέ, ὁ μόνος ὢν ἀγαθός.
I lived my life with indifference, doing what is not permitted. And now, at last, I approach the gates of hades, and I am still indifferent. O Christ who alone are good, do not disdain me. [SD]
Μαρτυρικά.
For the Martyrs.
Ποθήσαντες ζωὴν τὴν αἰώνιον, κόσμῳ ἐνεκρώθητε σοφοί, καὶ τὸν ἐχθρὸν ἀπονεκρώσαντες τελείως, εἰς οὐρανοὺς ἀνίπτασθε, ὑπὲρ ἡμῶν Ἀθληταί, ἀεὶ πρεσβεύοντες.
O all-wise Athletes, you longed for everlasting life, so you died to the world. And when you had completely mortified the enemy, you flew up to the heavens, where you ever intercede for us. [SD]
Λυθέντες ἀναγκῶν τῶν τοῦ σώματος, ἐλύσατε πλάνης τὰ δεσμά, καὶ τῇ τοῦ Χριστοῦ Ἅγιοι Μάρτυρες, στοργῇ, ψυχὰς συνεδήσατε, τοῦ δεσμευθέντος σαρκί, καὶ λύσαντος τὴν φθοράν.
O holy Martyrs, freed from the needs of the body, you undid the bonds of deceitful error. And you bound your souls to the love of Christ, who was bound in the flesh and undid corruption. [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Τόμον καινόν σε Προφήτης ἔβλεψεν, ἐν ᾧ Λόγος γέγραπται Πατρός· ὅθεν Ἁγνὴ ἐκδυσωπῶ, βίβλῳ με ζώντων γραφῆναι ἱκέτευε, τὸν καινουργὸν τοῦ παντός, ἐκδυσωποῦσα Ἰησοῦν.
O pure Virgin, the Prophet Isaiah saw you as a new book, in which the Word of the Father was written. Therefore I implore you to entreat and implore Jesus, the One who makes all things new, to write me in the book of the living. [SD]
Κανὼν τοῦ Προδρόμου. Κάμινον Παῖδες.
Canon for the Forerunner. N/M (The fiery furnace.)
Δίδου μοι ὄμβρους, δακρύων εὐχαῖς σου, τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον, ὁ ποταμοῦ προχοαῖς λούσας Πρόδρομε, καὶ ὅλον με κάθαρον, μολυσμοῦ σαρκός τε καὶ πνεύματος.
O Forerunner, in the streams of the river you bathed the Abyss of compassion. By your prayers, grant me showers of tears, and wholly cleanse me of defilement of flesh and spirit. [SD]
Ἱκετηρίαν, προσάγαγε μάκαρ, τῷ ἐπὶ πάντων Θεῷ ἡμῶν, ὅπως κᾀμὲ ἐλεήσῃ ὡς εὔσπλαγχνος, πολλὰ ἁμαρτάνοντα, καὶ ἀνάνευσιν νῦν μὴ ἔχοντα.
O Blessed Forerunner, offer fervent supplication to the God of all, that being compassionate He have mercy on me who have committed many sins and cannot recover. [SD]
Ἄγονε σπεῦσον, ψυχὴ μεταγνῶναι, μὴ ὡς συκῆν σε τὴν ἄκαρπον, ἡ θεία δίκη ἐκτίλῃ προθέλυμνον· τῷ Δεσπότῃ βόησον, ὁ Θεὸς ἱλάσθητι σῶσόν με.
Barren soul of mine, hurry and repent, lest divine justice cut you down from the root, like a fruitless fig tree. Cry out to the Master: “O God, be gracious to me and save me!” [SD]
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Νενεκρωμένην, ψυχὴν κεκτημένος, ταῖς χαλεπαῖς παραβάσεσι, σὲ τὴν νεκρώσασαν ᾅδην τῷ τόκῳ σου, ἱκετεύω Δέσποινα· Μετανοίας τρόποις με ζώωσον.
Because of my serious transgressions, my soul has been deadened. O Lady, I pray you who by your childbirth put Hades to death: Revive me, through my works of repentance. [SD]
ᾨδὴ ηʹ. Ὁ Εἱρμός.
Ode viii. Heirmos.
Irmosi.
Τὸν ὑπʼ Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
Τροπάρια.
Troparia.
Troparia
Ὑπερβαλλόντως ἐντρυφήσας, ταῖς βλαπτούσαις ἡδοναῖς φρενοβλαβῶς, ὁ ἀσυνείδητος ἐγώ, ὑπερέβην πάντας ἁμαρτωλούς, ὁ ἔχων εὐσπλαγχνίας ὑπερβολήν, παράσχου μοι, ἱλασμὸν τῶν πταισμάτων.
Νῦν ἐπὶ θύραις ὁ Νυμφίος, τὴν λαμπάδα κατακόσμησον ψυχή, ἐλαίῳ ἄρδευσον αὐτήν, συμπαθείας καὶ παντοίων καλῶν, πρὶν ἂν κλεισθῇ, ἡ θύρα, σπεῦσον Χριστῷ συνεισελθεῖν, ἐν χαρᾷ ἀσυγκρίτῳ.
Μαρτυρικά.
For the Martyrs.
Οὐ δειλιῶντες τὰς βασάνους, οἱ γενναῖοι ἀνεβόων Ἀθληταί· Ἰδοὺ εὐπρόσδεκτος καιρός, στῶμεν πάντες στεῤῥοτάτω νοΐ, κτησώμεθα βραχέσι πόνοις, ζωὴν τὴν ἄπονον, καὶ τρυφὴν τὴν ἀγήρω.
Νάμασι θείοις Ἀθλοφόροι, τοῦ Σωτῆρος προσκλυζόμενοι ἀεί, πᾶσαν ἀρδεύετε γῆν, ἐκμιμήσει τῶν ἀγωνων ὑμῶν, καὶ καρποφόρον ταύτην, ταῖς ἀρεταῖς ἐργάζεσθε, ἐν Χριστῷ εἰς αἰῶνας.
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Θεοτόκε οὖσα βεβαία, προστασία καὶ ἐλπὶς Χριστιανῶν, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, πρόστηθί μοι ἑπταικότι πολλά, καὶ ῥῦσαι τῆς γεέννης τῆς φοβερᾶς, προβάτοις με, δεξιοῖς ἀριθμήσασα.
Κανὼν τοῦ Προδρόμου. Τὸν μόνον ἄναρχον.
Canon for the Forerunner. The ranks of bodiless hosts.
Δεσμῶν λυθῆναί με, τῶν πολλῶν μου πταισμάτων, τὸν δεσμευθέντα, καὶ δεσμώταις τὴν λύσιν, βραβεύσαντα, ἱκετεύων Προφῆτα, τὸν μόνον Λυτρωτήν, μὴ παύσῃ εἰς αἰῶνας, ἀεί σε εὐφημοῦντα.
Ἐπλήγην Πρόδρομε, ἡδονῆς τῇ ῥομφαίᾳ καὶ ἐν ὀδύνῃ σοι καρδίας κραυγάζω· Ἰάτρευσον τῆς ψυχῆς μου τὸ ἄλγος, Χριστὸν ἐκδυσωπῶν, τὸν μόνον ἰατῆρα, ψυχῶν τε καὶ σωμάτων.
Χειρί σου Πρόδρομε, ὃν ἐβάπτισας Λόγον, μὴ διαλίπῃς ἱκετεύειν ἀπαύστως, ῥυσθῆναί με ἐκ χειρὸς ἁμαρτίας, τὸν πταίσαντα πολλά, καὶ τεταπεινωμένον, καὶ κατακεκριμένον.
Ὅτι κατώρυξα, εἰς τὴν γῆν ἀγνωμόνως, τάλαντον, ὅπερ ἐκ Θεοῦ ἐπιστεύθην, ἐκδέχομαι τὴν πικρὰν τιμωρίαν, ἐξ ἧς με Βαπτιστά, ἐξάρπασον εὐχαῖς σου, πιστῶς ἐκδυσωπῶ σε.
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Ὑπῆρξας ἄφλεκτος, δεξαμένη ἐν σπλάγχνοις, τὸ πῦρ τὸ ἄστεκτον, ὦ Παρθένε· διό με, ἐξάρπασον τοῦ πυρὸς τοῦ ἀσβέστου, δροσίζουσά με νῦν, γνησίας μετανοίας, περικαλλέσι τρόποις.
ᾨδὴ θʹ. Ὁ Εἱρμός.
Ode ix. Heirmos.
Irmosi.
Ἀσπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόρου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διό σε αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν.
Τροπάρια.
Troparia.
Troparia
Ἵνα κληρονομήσωμεν, τὰ μέλλοντα ἀγαθά, πενθήσωμεν, στενάξωμεν, παρακαλέσωμεν Χριστόν, ἐν ὅσῳ καιρὸν ἔχομεν πιστοί, μετανοίας καὶ δεήσεως.
Ὡς Χαναναία κράζω σοι· Ἐλέησόν με Χριστέ, ὡς πάλαι τὴν συγκύπτουσαν, ἀνόρθωσόν με Ἰησοῦ, καὶ σῶσόν με Σωτήρ μου τὸν πολλαῖς, ἁμαρτίαις βυθιζόμενον.
Μαρτυρικά.
For the Martyrs.
Στενούμενοι ἐν θλίψεσι, καὶ φυλακαῖς καὶ ποιναῖς, οἱ Ἀθλοφόροι Μάρτυρες, πρὸς πλατυσμὸν ἀναψυχῆς, μετῆλθον ἐκ στενώσεως ἡμᾶς, ἐγκλημάτων ἐκλυτρούμενοι.
Ἡ γῆ μὲν κατεκάλυψεν, ὑμῶν τὰ σώματα, οὐρανὸς δὲ Ἅγιοι, φέρει τὰ πνεύματα ἀεί, τῷ θρόνῳ παρεστῶτα τῆς δόξης, μετʼ Ἀγγέλων ἀγαλλόμενα
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Φορέσας με ὁ Κύριος, ἐκ σοῦ προῆλθεν Ἁγνή· αὐτὸν οὖν ἐκδυσώπησον, στολῇ φαιδρῦναί με φωτός, Παρθένε ἐκδυθέντα τῶν παθῶν, νῦν τὸν σάκκον τὸν βαρύτατον.
Κανὼν τοῦ Προδρόμου. Μὴ τῆς φθορᾶς.
Canon for the Forerunner. When you conceived.
Ἱερωτάτης Προφῆτα, ῥίζης ἐβλάστησας, καὶ τῆς κακίας τὰς ῥίζας, πάσας ἀνέσπασας, καὶ συμπνιγόμενον, καὶ κατηχρειωμένον, ἐπίσκεψαί με Μάκαρ, καὶ θείας μετανοίας, ἐκβλαστάνειν καρποὺς εὐόδωσον.
Ὡραιοτάτην τρυγόνα, καὶ ἀηδόνα σε, ἡ Ἐκκλησία γνωρίζει, μέγιστε Πρόδρομε· τῆς μετανοίας γάρ, ἐβόησας τὸ μέλος, ψυχαῖς ἐρημωθείσαις, καὶ κακοῖς χερσωθείσαις· ὅθεν πίστει σε μακαρίζομεν.
Σὺ τὰς ὁδοὺς τὰς φερούσας, πᾶσιν ὑπέδειξας, πρὸς σωτηρίους εἰσόδους, ἅγιε Πρόδρομε· αἷς βηματίζειν με, εὐόδωσον τὸν πάσαις, τοῦ βίου ἀνοδίαις πλανώμενον ἀπάτῃ, τοῦ κακίαν δημιουργήσαντος.
Ἡ φοβερὰ ἐπὶ θύραις, ἡμέρα ἤγγικε, καὶ κατακρίσεως ἔργα, ἔχων ὀδύρομαι, εὔσπλαγχνε Κύριε, ὁ μόνος ἐλεήμων, εὐχαῖς τοῦ σοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἀκατάκριτον τότε δεῖξόν με.
Θεοτοκίον.
Theotokion.
Wimbo wa Mzazi-Mungu
Φῶς ἡ τεκοῦσα, τὸ θεῖον θεοχαρίτωτε, τὴν σκοτισθεῖσαν ψυχήν μου ταῖς παραβάσεσι, φώτισον δέομαι, καὶ σκότους αἰωνίου, ἐλεύθερόν με, δεῖξον, ὅπως Σὲ μεγαλύνω, καὶ δοξάζω ἀειμακάριστε.
Εἰς τὸν Στίχον τῶν Αἴνων.
At the Aposticha of Lauds.
Ἀπόστιχα Στιχηρά. Ἦχος βαρύς. Κατανυκτικά.
Aposticha. Grave Mode. For compunction.
Sauti ya 7
Ὡς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλʼ ἐπὶ πολλῷ τῷ ἔτει, συγχώρησίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα κᾀγὼ καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.
O Savior, sinner that I am, do not cut me down, like the unfruitful fig tree. But this year grant me forgiveness, and water my soul with the tears of my repentance, so that I may bring to You as fruit, charity and acts of mercy. [SD]
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]
Mstari Asubuhi tumejazwa na huruma yako, Ee Bwana; [[SWA]]
Οὐκ ἔτι κωλυόμεθα.
No longer are we barred.
Ὡς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας τῶν σοὶ βοώντων, Κύριε δόξα σοι.
The Sun of Righteousness as You are, O Savior, * rightly guide our hearts to the light as we cry out: * Glory to You, O Lord. [SD]
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]
Mstari Ubora wa Bwana Mungu wetu uwe juu yetu; atuongoze kwa kazi ya mikono yetu; hata kazi ya mikono yetu Aiongoze. [[SWA]]
Μαρτυρικόν. Ὅμοιον.
For the Martyrs. Same Melody.
Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Κύριε δόξα σοι.
While standing in the center of the arena * of the lawless pagans, the Martyrs rejoiced and cried out, “Glory to You, O Lord.” [SD]
Δόξα· καὶ νῦν. Θεοτοκίον. Σήμερον γρηγορεῖ ὁ Ἰούδας.
Glory. Both now. Theotokion. N/M (Judas today is vigilant.)
Utukufu. Sasa. Wimbo wa Mzazi-Mungu
Εὕρατο ἐκ γαστρὸς στειρευούσης, θεολογεῖν τὸν ἐν σπλάγχνοις σου, Θεὸν Λόγον Κόρη, φωνὴ ἡ τοῦ Λόγου ἐν τοῖς ἀσπασμοῖς σου, τὴν χάριν εὑροῦσα· ὅθεν Θεοτόκον σε, μητρὸς τῇ γλώσσῃ ἔκραζε, διʼ αὐτῆς ὑστέρημα, πληροῦσα τῆς φύσεως, καὶ ὀργάνων στέρησιν, διʼ ὧν διαρθροῦνται τὰ νοήματα.
O Maiden who found grace, when you greeted the barren mother of the Voice of the Word, he found the opportunity to declare from the womb the divinity of God the Word who was in your womb. He called you Mother of God, using his mother’s voice, for he lacked the ability and the organs, by which concepts are articulated. [SD]
__________
__________
__________
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
LITURGY
Οἱ Μακαρισμοί. Ἦχος βαρύς.
The Beatitudes. Grave Mode.
Sifa za heri. Sauti ya 7
Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ λῃστῇ· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
The fruit that killed me of old was good for food and beautiful to contemplate. But Christ is the very tree of life, from which I eat and die not. And echoing the Robber’s words, I cry out, “Remember me in Your kingdom, O Lord.” [SD]
Τὰ τραύματα, τῆς ἐμῆς καρδίας, τὰ ἀνίατα Κύριε, ἰάτρευσον ὡς μόνος ἰατρός, ψυχῶν τε καὶ σωμάτων, καὶ βηματίζειν με ὀρθῶς, πάντοτε εὐόδωσον, τὰς σωτηριώδεις ὁδούς.
O Lord, as the only physician of souls and bodies, heal the incurable wounds of my heart, and help me on my way to stand and walk the ways that lead to salvation. [SD]
Ὁ προδραμὼν τῆς δικαιοσύνης, τοῦ Ἡλίου Χριστοῦ Βαπτιστά, τὸν λύχνον τῆς ψυχῆς μου τὸν τῇ πολλῇ, κακίᾳ ἐσβεσμένον, ἄναψον θείαις προσευχαῖς, ὅπως μακαρίζω σε, πάντοτε σῳζόμενος.
The lamp of my soul has gone out because of much sinning. O Baptist of Christ, who came before the Sun of Righteousness, reignite my soul, by your divine prayers, so that I may be saved and may ever call you blessed. [SD]
Μαρτυρικόν.
For the Martyrs.
Ἀθλήσαντες καὶ στεφανωθέντες, τὸν ἐχθρὸν κατῃσχύνατε, καὶ νῦν περιπολεῖτε τοὺς οὐρανούς, φωτὸς ἀδιαδόχου, ἀποπληρούμενοι σοφοί, Μάρτυρες πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
O wise Martyrs, you competed and were crowned, and thus embarrassed the enemy. And now, filled with perpetual light, you orbit the heavens, and you intercede on behalf of your souls. [SD]
Δόξα.
Glory.
Utukufu.
Ἰάτρευσον τῆς ψυχῆς μου τὰ πάθη, τὰ ἀνίατα θεία Τριάς, καὶ ῥῦσαί με γεέννης καὶ πειρασμῶν, ἡ ἐν μιᾷ Θεότητι, δοξαζομένη εὐσεβῶς, καὶ τὴν αἰωνίαν μοι Βασιλείαν δώρησαι.
O Holy Trinity, correctly glorified in single Godhead, cure the incurable passions of my soul, and rescue me from trials and from hell, and grant me the eternal Kingdom. [SD]
Καὶ νῦν. Θεοτοκίον.
Both now. Theotokion.
Sasa. Wimbo wa Mzazi-Mungu
Ἐχώρησας ἀστενοχωρήτως, ἐν γαστρὶ τὸν ἀχώρητον, ὃν πάντοτε δυσώπει Μήτηρ ἁγνή, στενοχωρίας πάσης, καὶ παθῶν ἐπαγωγῆς, ῥύσασθαι τοὺς δούλους σου, πόθῳ σε δοξάζοντας.
O pure Mother, you contained in your womb the uncontainable God, without constraining Him. Ever implore Him to deliver us your servants from all constraints and assaults of the passions, so that we may glorify you. [SD]