×




Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ

ON THURSDAY EVENING

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

At, Lord, I have cried, Prosomia.

Στιχηρὰ Σταυρώσιμα.

Stichera for the Cross.

Ἦχος πλ. βʹ. Τριήμερος ἀνέστης.

Mode pl. 2. You rose within three days.

Μακρόθυμε Φιλάνθρωπε, Θεέ μου Πολυέλεε, καὶ Οἰκτίρμον, πῶς ὑπήνεγκας σφαγήν, καὶ νέκρωσιν ἐν ξύλῳ, ὑπὲρ ἀνθρώπων γένους; δοξολογοῦμέν σου τὸ εὔσπλαγχνον.

Longsuffering, benevolent, * all-merciful, compassionate * God my Savior, * for the human race You bore * slaughter and crucifixion! * We marvel at Your patience * and glorify Your tender mercies, O Lord. [GOASD]

Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πάντα φέρεις ὑπεράγαθε.

Forbearing Lord, You patiently * bore slaps and jeers and finally * crucifixion, * in Your wish to rescue all * from the hands of the deceiver, * for us enduring all things, * O most benevolent Giver of life. [GOASD]

Ἀνῆλθες ὁ Ποιμὴν ἐν Σταυρῷ, καὶ ἔτεινας τὰς χεῖρας βοῶν· Δεῦτε πρός με καὶ φωτίσθητε βροτοί, οἱ πλάνῃ σκοτισθέντες· ἐγὼ γὰρ φῶς ὑπάρχω. Δόξα σοι μόνε Φωτοπάροχε.

O Shepherd, You ascended the Cross * and, stretching out Your hands, cried out: * Come to me and * be enlightened, mortal men * bedarkened by delusion; * for I am Light. O glory * to You the only Bestower of light. [SD]

Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ἡ ἀπεγνωσμένη.

Additional Stichera. For the Theotokos. That woman, who was spurned.

Κατακαμπτομένην δυσφορωτάτῳ, βάρει τὴν ψυχήν μου, τῷ τῶν πταισμάτων, καὶ κατασυγκύπτουσαν, ἀνόρθωσον Παρθένε· σὺ γὰρ τὸν τοὺς κατεῤῥαγμένους, ἀνορθοῦντα Σωτῆρα, ἔχεις πειθόμενον εὐκόλως, μητρικῇ παῤῥησίᾳ· καὶ διάῤῥηξον σῇ μεσιτείᾳ, τῆς ἁμαρτίας τὸ χειρόγραφον δέομαι, διὰ τὸ μέγα σου ἔλεος.

Virgin, I implore you that you will straighten * my soul that is bent over, as it carries * the difficult burden of my many offences; * for you are the mother of the Savior * who lifted up the fallen, * and you can easily convince Him * when you speak as His mother. * I implore you, that in your great mercy * and by your holy intercession on my behalf, * tear up the record of all my sins. [GOASD]

Τὸν κατεγνωσμένον ταῖς ἁμαρτίαις, καὶ ἐσπιλωμένον ταῖς ἀνομίαις, τὸν καταφρονήσαντα, Θεοῦ τῶν προσταγμάτων, ἴδε καὶ μή με ἀποῤῥίψῃς, ἀπὸ τοῦ σοῦ προσώπου· σὺ γὰρ ὑπάρχεις Θεοτόκε, ἐλπίς μου καὶ προστάτις· διὸ πρόσχες μου σαῖς ἱκεσίαις, ἀπὸ πάσης με κηλῖδος καθάρισον, διὰ τὸ μέγα σου ἔλεος.

Lo, I am condemned by my sins, O Lady, * and by my iniquities am defiled; * and I have displayed contempt for God’s divine commandments. * Cast me not away from your presence, * O pure one, I beseech you. * You are my hope and my protectress, * all-holy Theotokos. * Hence I beg of you to be attentive * to my entreaties and to cleanse me from all stain of sin, * in your great mercy, O Mother of God. [SD]

Ἄνοιξόν μοι θύραν τῆς μετανοίας· δός μοι Παναγία πηγὴν δακρύων, παράσχου κατάνυξιν, καὶ σώφρονα καρδίαν· σὲ γὰρ βεβαίαν προστασίαν, ἐπιγράφομαι μόνην· πᾶσαν ἐπὶ σὲ προσδοκίαν, τὴν ἐμὴν ἀναφέρω· μὴ ἀπώσῃ με κατῃσχυμμένον, ἀλλὰ προσδέχου καὶ διάσωσον Δέσποινα, διὰ τὸ μέγα σου ἔλεος.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης.

Glory. Both now. Stavrotheotokion. You rose within three days.

Ὁρῶσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὃ ὑπομένεις διὰ οἶκτον πολύν;

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

My help comes from the Lord, who made heaven and earth.

Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Verse: I lifted my eyes to the mountains; from where shall my help come? [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Σταυρώσιμα.

Aposticha. Mode pl. 2. For the Cross.

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀντίληψις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπʼ αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

Your Cross, O Lord, is life and assistance to Your people. And trusting in it, we extol You our God who in the flesh was crucified. Have mercy on us. [SD]

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]

Ὁ Σταυρός σου Κύριε, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν σταυρωθέντα, σαρκὶ Θεὸν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

O Lord, Your Cross has opened Paradise to the human race. And now that we have been set free from death and decay, we extol You, our God who has risen. Have mercy on us. [GOASD]

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]

Μαρτυρικόν.

For the Martyrs.

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.

Your Martyrs did not renounce You, O Lord, nor did they deviate from Your commandments. By their intercessions, have mercy on us. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης.

Glory. Both now. Stavrotheotokion. You rose within three days.

Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ Μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

O Christ, when You were crucified, * Your Virgin Mother stood along * with the virgin * Disciple near the Cross, * and cried aloud lamenting: * Alas! How do You suffer * this Passion, being the dispassion of all? [SD]

__________

__________

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ

ON FRIDAY MORNING

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.

After the first Psalter reading, Kathismata. For the Cross.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Μόνον ἐπάγη τὸ ξύλον, Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ. Ἐδειξας ἡμῖν τὸ σωτήριόν σου ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ· ἐλέησον ἡμᾶς.

The wood of Your Cross was merely planted, O Christ, and the foundations of death were shaken, O Lord. Hades had swallowed You eagerly, but with trembling it disgorged You. You have shown us Your salvation, O Holy One, and we glorify You, Son of God. Have mercy on us. [SD]

Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων· οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν· καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν· ἀλλʼ ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ· Χριστὲ ὁ Θεὸς δόξα σοι.

Lord, the life of all, the Jews condemned You to death; they who by the rod of Moses crossed the Red Sea on foot, had you nailed to the Cross; they who suckled honey from the rock, gave You gall to drink. But You endured it all, so that you might free us from slavery to the enemy. O Lord, glory to You! [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.

Glory. Both now. Stavrotheotokion. You are the good hope.

Ἡ μόνη ἄμωμος ἀμνάς, Θεοτόκε Παρθένε, τὸν ἐξ αἱμάτων σου ἁγνῶν, σαρκωθέντα ὁρῶσα, κρεμάμενον ἐθελουσίως ἐν Σταυρῷ, ἐκραύγαζες Κόρη ἐν δάκρυσι πικροῖς· Υἱέ μου ἀνεξίκακε, ὑμνῶ σου τὴν φρικτήν, πᾶσαν οἰκονομίαν.

O only Virgin Mother of God, * as the all-blameless Ewe-lamb, * as you beheld your only Son who from your pure blood was incarnate * to hang upon the Cross of His own will, * O Maiden, you cried out * while shedding bitter tears: * “O most forbearing Son of mine, * I hymn and I extol * Your plan for our salvation.” [SD]

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

After the second Psalter reading, Kathismata.

Σταυρώσιμα.

For the Cross.

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε· καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε Φιλάνθρωπε.

Today the prophetic saying has been fulfilled. For, behold, we are worshiping in the place where Your feet stood, O Lord. And now that we have eaten from the tree of salvation, we have obtained the freedom from the passions that come from sin, by the intercessions of the Theotokos, O only benevolent God. [SD]

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις· διʼ αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.

O Lord, Your Cross was sanctified. Truly cures are effected by it, for those who are sick in sins. Through it we worship You. Have mercy on us. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.

Glory. Both now. Stavrotheotokion. You are the good hope.

Παρισταμένη τῷ Σταυρῷ, ἡ Παρθένος καὶ Μήτηρ, τοῦ ἄνευ πάθους ἐξ αὐτῆς, ὑπὲρ νοῦν σαρκωθέντος, ἐκραύγαζε δακρυῤῥοοῦσα μητρικῶς· Οὐ φέρω σε νεκρὸν κρεμάμενον ὁρᾷν, πνοὴν τὸν παρεχόμενον, τοῖς ζῶσιν ἐπὶ γῆς, ὦ Υἱὲ καὶ Θεέ μου.

The Virgin Mother stood by the cross * of the Lord who became incarnate * without passion from her * in an ineffable manner; * she wept and maternally cried out: “I cannot bear to see You crucified and dead, * who granted breath to everything * that lives upon the earth, * O my Son and my God.” [SD]

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

After the third Psalter reading, Kathismata.

Σταυρώσιμον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.

For the Cross. You are the good hope.

Σταυρὲ δαιμόνων ὀλετήρ, ἰατρὲ τῶν νοσούντων, ἰσχὺς καὶ φύλαξ τῶν πιστῶν, βασιλέων τὸ νῖκος, τὸ καύχημα τῶν Ὀρθοδόξων ἀληθῶς, τὸ στήριγμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, γενοῦ ἡμῖν ἀσφάλεια, καὶ τεῖχος καὶ φρουρός, ξύλον εὐλογημένον.

O Cross, all-holy and all-blest, * the destroyer of demons, * and the physician of the sick, * mighty guard of the faithful, * the victory of pious emperors of old, * we Orthodox believers ever boast of you, * the strength of the Church of Christ. * Become for us a force * that protects and defends us. [GOASD]

Μαρτυρικόν.

For the Martyrs.

Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.

Light always dawns for the righteous. The saints were illumined in You, and they shine like stars forever, and they extinguish the lamp of the impious. By their prayers, You will light my lamp, O Lord, and save me. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.

Glory. Both now. Stavrotheotokion.

Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με· ἀνθρωπίνῃ προστασία, μὴ καταπιστεύσῃς με, ἀλλʼ αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

O all-holy Theotokos, during my lifetime, I pray do not abandon me, nor entrust me to merely human protection; rather you help me yourself and have mercy on me. [SD]

Κανὼν Σταυρώσιμος.

Canon for the Cross.

Ἦχος πλ. βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Mode pl. 2. Ode i. Heirmos.

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλʼ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

He, who with a sea-wave had buried the tyrant pursuer long ago, was buried beneath the earth by sons of those then delivered. Now, as once the maidens did, let us sing to the Lord, “For He is greatly glorified.” [SD]

Τροπάρια.

Troparia.

Πάθει σου τιμίῳ, τὴν ἀτιμασθεῖσαν φύσιν ἐτίμησας, τῆς ἀνθρωπότητος· διὸ τιμῶντές σε φόβῳ, μεγαλύνομεν τὸ κράτος σου, καὶ πιστῶς δοξάζομεν· Ἐνδόξως γὰρ δεδόξασται.

Αἵματί σου Λόγε, αἱμάτων ἀδίκων χύσιν ἀνέστειλας, καὶ ἀπεκάθηρας, ῥύπου κακίας τὴν φύσιν, τῶν ἀνθρώπων Παντοδύναμε· διό περ δοξάζομεν σῳζόμενοι τὸ κράτος σου.

Μαρτυρικά.

For the Martyrs.

Θῆρας αἱμοβόρους, ἐνίκησεν ὄντως ἡ ἀξιέπαινος, Μαρτύρων ἔνστασις, πυρὸς ὑπέταξε φύσιν, δροσισμῷ ἐνθέου χάριτος, καὶ σφοδρὸν κλυδώνιον, πολυθεΐας ἔπαυσε.

Ὄμβροις τῶν αἱμάτων, ὀμβρήματα πλάνης ἀποξηράναντες, ὄμβρους ἰάσεων, ἀποχετεύετε κόσμῳ, καὶ φλογμὸν παθῶν διώκετε, ἀληθείας Μάρτυρες, ἐντεῦθεν μακαρίζεσθε.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Κάλλος ἐν τῷ πάσχειν ὡραῖον ἐν κάλλει, οὐδʼ εἶδος ἔχοντα, ἡ ἀπειρόγαμος, κατανοοῦσά σε Κόρη τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, μητρικῶς ἠλάλαζε, καὶ πόθῳ σε ἐδόξαζε.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Εἱρμὸς ὁ αὐτός.

Same Heirmos.

Ἄχραντε Παρθένε, κεχαριτωμένη Μαρία ἔνδοξε, τῆς χαρᾶς πρόξενε, τοὺς ὑμνητάς σου ἐνθέως, θείαις χάρισι χαρίτωσον, ὅπως χαριστήριον ᾠδήν σοι ἀναπέμψωμεν.

Βαβαὶ Θεομῆτορ, τῶν σῶν μυστηρίων! τῶν ποιημάτων γάρ, ἐδείχθης Δέσποινα, ὃν οὐ τολμᾷ ἀτενίσαι τῶν Ἀγγέλων τὰ στρατεύματα, ἐν ἀγκάλαις φέρουσα· διό σε μακαρίζομεν.

Γένος βροτῶν ἄπαν, φθορᾷ τοῦ θανάτου καταδεδίκασται, τῇ τῆς προμήτορος, ἀπογεύσει τοῦ ξύλου, διὰ σοῦ δὲ ἀνακέκληται, ὡς ζωὴν τεκούσης σου, Ἁγνὴ τὴν ἀδιάφθορον.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὔκ ἐστιν ἅγιος, πλὴν σοῦ Κύριε, κραυγάζουσα.

When creation beheld You, who without restraint suspended all the earth on the waters, now suspended on a cross on Golgotha, it was constrained by great astonishment, and cried aloud, “No one is holy, but You, O Lord.” [SD]

Τροπάρια.

Troparia.

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἐν ξύλῳ ὑψωθέντα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, κατανοῶν ὁ ἥλιος συνεσκοτίζετο, πάντων φωτισμὸν γινώσκων σε.

Τέτρωταί σου τοῖς ἥλοις, μακρόθυμε ὁ Παραδείσῳ πάλαι τρώσας Ἀδὰμ κακοῦργος, καὶ πληγωθεὶς ἀνιάτρευτος, εἰς τὸν αἰῶνα ἔμεινε, πιστοὶ δὲ εὕρομεν, πάντων τῶν τραυμάτων ἴασιν.

Μαρτυρικά.

For the Martyrs.

Ὅτε χορὸς Ἀγγέλων, ἑώρακε Μαρτύρων τὰς ἀγέλας, ὑπὲρ Ἀμνοῦ τυθέντος, συγκοπτομένας ἐθαύμαζε, πῶς δυσμενεῖς οἱ ἔνυλοι, ἀΰλους ἔτρεπον νίκης στέφος κομιζόμενοι.

Σθένος ἐνδεδυμένοι, οἱ Ἅγιοι τοῦ ἐν ἰσχύϊ μόνου, τὰ πάντα δυναμοῦντος, τῷ δυσμενεῖ συνεπλέκοντο, καὶ τὴν αὐτοῦ ἀνίσχυρον ἐπάτουν δύναμιν, στέφος ἐκ Θεοῦ δεχόμενοι.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Σὺ τὸν ἐκ σοῦ τεχθέντα ὡς ἔβλεψας τιτρωσκόμενον λόγχῃ, ἐτρώθης τὴν καρδίαν, Ὑπεραγία Πανάμωμε, καὶ θαμβουμένη ἔλεγες· Τί σοι ἀπέδωκε, Τέκνον δῆμος ὁ παράνομος;

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Canon for the Theotokos. Same Heirmos.

Δόλῳ με δελεάσας, θεώσεως ἐχθρὸς τῷ πόθῳ πάλαι, ἐξ Ἐδὲμ Θεομῆτορ, εἰς γῆν ἑρπύσας συνέτριψεν, ἀλλʼ ὁ Χριστὸς οἰκτείρας με, ἐκ τῆς νηδύος σου, σάρκα προσλαβὼν ἀνέπλασεν.

Ἐλύθη τῆς κατάρας, τῆς ἔκπαλαι ἡ δίκη Θεομῆτορ, ἐν τῇ σῇ μεσιτείᾳ· ἐπιφανεὶς γάρ σοι Κύριος, πᾶσιν ἀφθόνως ἔβλυσεν, ὡς ὑπεράγαθος, πᾶσαν εὐλογίαν Πάναγνε.

Ζωῆς ὡράθης πύλη, Προφήτῃ πρὶν Ἰεζεκιὴλ Κόρη, ἣν ὁ Κύριος μόνος, σεσαρκωμένος διώδευσε, καὶ κεκλεισμένην πάλιν σε, Ἁγνὴ τετήρηκεν, ὡς αὐτὸς οἶδεν ὁ Ὕψιστος.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος.

When he foresaw Your divine emptying on the Cross, Prophet Habakkuk cried out astonished, “You went to those in Hades and there cut off the heads of the rulers, O Good One, as the almighty God.” [SD]

Τροπάρια.

Troparia.

Ἐκτεταμένης χειρὸς Κύριε, τὴν ὁρμὴν αναιρῶν, πρὸς τὴν τοῦ ξύλου γεῦσιν, νεκροὺς ἐν ξύλῳ τέθυσαι, σῶσαι βουληθείς, ἐκ πλευρᾶς δʼ ἀποστάζεις, δεσμώταις ἄφεσιν.

Παθεῖν ἠνέσχου Ὑπεράγαθε, ὅπως λύσῃς ἡμᾶς, παθῶν τῆς ἀλογίας, χολῆς ἐγεύσω, βρύων μοι, θεῖον γλυκασμόν, ἐνεκρώθης ζωήν μοι, παρέχων Δέσποτα.

Μαρτυρικά.

For the Martyrs.

Τὸ πῦρ τῆς θείας ἀγαπήσεως, ἐν ψυχῇ λογικῇ, προσφέροντες τὴν φλόγα, παρανομούντων ἔσβεσαν, καὶ φωτιστικαί, οἱ Χριστοῦ Ἀθλοφόροι, λαμπάδες ὤφθησαν.

Οἱ θεῖοι φίλοι τοῦ Παντάνακτος, σαρκικῆς ἑαυτούς, χωρίσαντες φιλίας, πρὸς ἅπασαν ἐχώρησαν, βάσανον στεῤῥῶς, καὶ νικήσαντες, δόξῃ ἐστεφανώθησαν.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ἐκτός σε πάθους ἀπεκύησα, καὶ πῶς βλέπω σε νῦν, πάθει προσομιλοῦντα; πῶς φέρεις τοῦτο ἔκραζεν, ἄναρχε Υἱὲ; ἡ Παρθένος, δοξάζω σου τὸ μακρόθυμον.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Canon for the Theotokos. Same Heirmos.

Ἡ ἐκλεκτή τε καὶ ὑπέρτιμος, ἐκ πασῶν γενεῶν, ἀναφανεῖσα μόνη, ἡ ἀρεταῖς ἐκλάμψασα, Ἄχραντε, σεμνή, τοὺς σὲ ὑμνολογοῦντας, αἴγλῃ σου λάμπρυνον.

Θεὸν σαρκὶ Παρθένε τέτοκας, ἐξ ἁγνῶν σου σεμνή, αἱμάτων Θεομῆτορ, Σωτῆρα τὸν λυτρούμενον, πάντας ἐκ δεινῶν, τοὺς ὑμνοῦντάς σε, Κόρη θεοχαρίτωτε.

Ἱερουργεῖ τῷ θείῳ τόκῳ σου, Θεοτόκε ἁγνή, ἡ τῶν Ἀΰλων φύσις, καὶ τῶν βροτῶν τὸ σύστημα, πόθῳ σε ὑμνεῖ, ἀλλὰ σοῦ τῇ ἐλλάμψει, ἡμᾶς καταύγασον.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Πρὸς σὲ ὀρθρίζω, τὸν διʼ εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.

Early in the morning, I rise to You, who emptied yourself without changing and submitted to the Passion impassibly, for the sake of fallen Adam, in Your tender mercy, O Logos of God. Grant me Your peace, O benevolent Lord. [SD]

Τροπάρια.

Troparia.

Νεκρὸς ὁρᾶσαι, ἐπὶ τοῦ Κρανίου, τῷ πάθει ὁ νεκρώσας τὸν ᾍδην, τῆς σαρκός σου, καὶ εἶδος Χριστέ, οὐδὲ κάλλος σὺ εἶχες κρεμάμενος, καλλωπίσαι με θέλων ὡς φιλάνθρωπος.

Ἀδὰμ τοῦ πρώτου, ἐξηλῶσαι θέλων, ἐμπαθεῖς διαθέσεις, τοῖς ἥλοις προσηλοῦσαι, καὶ λόγχῃ τρωθείς, τὴν φλογίνην ῥομφαίαν κωλύεις Χριστέ, μὴ κωλύειν τὴν εἴσοδον τοῖς δούλοις σου.

Μαρτυρικά.

For the Martyrs.

Ἰχνηλατοῦντες, πάθη τοῦ Δεσπότου, οἱ χοροὶ τῶν Μαρτύρων, ἐν ξύλῳ προσηλοῦνται, καὶ χεῖρας ὁμοῦ, ἀφαιροῦνται καὶ πόδας, πρὸς τρίβον σεπτοῦ, μαρτυρίου εὐθυνούμενοι.

Νοῒ τελείῳ, νοῦν τὸν ἀλαζόνα, ἐπαιρόμενον θράσει, καθείλετε τελείως, ταπεινωθέντες, ἐν μιμήσει τοῦ πάντας ὑψώσαντος, ταπεινώσει καρδίας Χριστομάρτυρες.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ἐκ ῥίζης Κόρη, Ἱεσσαὶ βλαστάνεις, καὶ ὡς ἄνθος προσφέρεις, τὸν φυτουργὸν τοῦ κόσμου, παραφυάδας ξηράναντα, θείῳ φυτῷ τοῦ Σταυροῦ, ὃν σαρκὶ κατεδέξατο ὡς εὔσπλαγχνος.

Κανὼν τῆς Θεοτόκου. Θεοφανείας σου Χριστέ.

Canon for the Theotokos. Prophet Isaiah once beheld.

Κλῖμαξ φανεῖσα τυπικῶς, τῷ Ἰακὼβ πρὸς ὕψος ἐπηρμένη, τοῦ σοῦ Θεονύμφευτε ὑπέφηνε, τοκετοῦ τὸ ὄντως ἐξαίσιον· διὰ σοῦ γὰρ ὄντως Θεός, ἡμῖν ὡμίλησε, συγκαταβάσει, τῇ θείᾳ καὶ πρὸς ζωήν, πάλιν ἐπανήγαγε.

Λελυτρωμένοι διὰ σοῦ, τῆς μητρικῆς λύπης Θεοκυῆτορ, θυμηδίας ἔμπλεοι γεγόναμεν, εὐφροσύνην πᾶσι κυήσασα, καὶ παγκόσμιον χαρμονήν· διὸ Πανύμνητε τοὺς σοὺς ὑμνολόγους, κινδύνων, ταῖς σαῖς πρεσβείαις διαφύλαξον.

Μυσταγωγούμενος τὴν σήν, θεοπτικῶς ὁ Μωϋσῆς εἰκόνα, προεώρα βάτον ἀκατάφλεκτον τῷ πυρὶ, Παρθένε Πανάμωμε· ἐν σοὶ γὰρ ὁ πλαστουργός, οἰκήσας οὐκ ἔφλεξέ σε τὴν ἀνωτέραν, ἁπάντων τῶν ποιημάτων θεονύμφευτε.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Συνεσχέθη, ἀλλʼ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος· ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκαταλίπετε.

Prophet Jonah was in the belly of the whale detained, but not retained. For, in that he prefigured You, the One who suffered and was buried, he sprang forth from the beast as from a bridal room, and he cried out to the guard of soldiers, “You, who are keeping watch and follow vanity and lies, have forsaken the mercy that was meant for you.” [SD]

Τροπάρια.

Troparia.

Ἐναλλάττων, χεῖρας προετύπου, πάλαι Σταυρὸν ὁ Ἰακώβ, ἐπευλογῶν τοὺς παῖδας· ὅθεν Ὕψιστε ἐν τούτῳ βαίνων, ἀρᾶς τῆς πάλαι λύεις τὸ ἀνθρώπινον, καὶ πηγάζεις νῦν τὴν εὐλογίαν, τοῖς εὐλογοῦσί σε μόνε Εὐλογητέ, καὶ Δημιουργὲ καὶ Ὑπεράγαθε.

Σοῦ τὸ πάθος, προτυπῶν ὁ μέγας, Λόγε Μωϋσῆς ἀνυψοῖ, χαλκοῦν τὸν ὄφιν πάλαι, ἐξαιρούμενον τοὺς καθορῶντας, τοῦ ἰοβόλου δήγματος τῶν ὄφεων· καὶ γὰρ Δέσποτα σοῦ σταυρωθέντος, βλάβης τοῦ ὄφεως ἅπαντες οἱ πιστοί, τοῦ θεοστυγοῦς ἀπελυτρώθημεν.

Μαρτυρικά.

For the Martyrs.

Ὥσπερ ἄλλου, πάσχοντος οἱ θεῖοι, πάλαι καὶ σεπτοὶ Ἀθληταί, διέκειντο ἀθλοῦντες, προορώμενοι τὰς ἀντιδόσεις, τὰς αἰωνίους καὶ τὴν ἀγαλλίασιν. Ταῖς εὐχαῖς αὐτῶν Χριστὲ οἰκτίρμον, τοὺς ἀνυμνοῦντάς σε λύτρωσαι πειρασμῶν, καὶ ἁμαρτιῶν καὶ περιστάσεων.

Τοὺς χειμάῤῥους, ἔπαυσαν τῆς πλάνης, ῥείθροις αἱμάτων οἱ σεπτοί, καὶ θεῖοι Ἀθλοφόροι, καὶ πηγαὶ πιστοῖς θεογνωσίας, βλύζουσαι ὕδωρ, ὄντως ἀνεδείχθησαν. Ταῖς εὐχαῖς αὐτῶν Σωτὴρ τοῦ κόσμου, ὄμβρισον ἄφεσιν ἅπασι καὶ ζωήν, καὶ τὸν ἱλασμὸν καὶ μεγα ἔλεος.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Τὸν Ποιμένα, πάντων καὶ Δεσπότην, ξύλῳ ὁρῶσα ἡ Ἀμνάς, ἐναπῃωρημένον, θρηνῳδοῦσα μητρικῶς ἐβόα· Τί τοῦτο Τέκνον τὸ καινὸν μυστήριον; πῶς ἀθάνατος τὸ κατʼ οὐσίαν, ὑπάρχων, θάνατον δέδεξαι τοὺς βροτούς, θέλων ἐκ φθορᾶς ἀπολυτρώσασθαι;

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Canon for the Theotokos. Same Heirmos.

Νομικοί σε, τύποι Θεοτόκε, καὶ αἱ προῤῥήσεις σαφῶς, τῶν Προφητῶν ἐδήλουν, τεξομένην τὸν τοῦ κόσμου ῥύστην, καὶ εὐεργέτην ἀπάσης τῆς κτίσεως, τὸν πολυμερῶς καὶ πολυτρόπως, εὐεργετήσαντα τοὺς πίστει τε καὶ στοργῇ, Δέσποινα ἁγνὴ δοξολογοῦντάς σε.

Ξενωθέντας, πάλαι ἐξ ἀπάτης, τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, Θεοῦ τοὺς πρωτοπλάστους, τῆς τρυφῆς τοῦ Παραδείσου μόνη, Θεογεννῆτορ αὖθις ἐπανήγαγες, πρὸς Παράδεισον ἀποτεκοῦσα, Σωτῆρα Κύριον σταύρωσιν καὶ ταφήν, θείᾳ ἐξουσίᾳ ὑπομείναντα.

Ὁ βουλήσει, θείᾳ καὶ δυνάμει, δημιουργικῇ ἑαυτοῦ, τὰ πάντα ἐκ μὴ ὄντων, συστησάμενος Ἁγνὴ προῆλθεν, ἐκ σῆς νηδύος καὶ Θεὸς καὶ ἄνθρωπος, καὶ τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας, τὸ πρὶν ὑπάρχοντας λάμψεσι θεϊκαῖς, Δέσποινα ἁγνὴ φαιδρῶς κατηύγασεν.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ineffable wonder! He who delivered the pious youths in the furnace from the raging fire is laid out today, dead and breathless, in a tomb, for the salvation of us who sing, “O our God and Redeemer, You are blessed.” [SD]

Τροπάρια.

Troparia.

Ὅτε Σταυρῷ σε, δῆμος Ἑβραίων κατέκρινε, θεωροῦσα ἔφριξεν ἡ γῆ, ἥλιος τὸ φῶς, τὸ ἴδιον ἔπαυσε, καὶ οἱ ἐν σκότει φῶς εἶδον μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητός εἶ.

Ὕβριν ὑπέστης, καλάμῳ Σῶτερ τυπτόμενος, καὶ ἀκάνθαις οἷα Βασιλεύς, βουλήσει Χριστέ, ὁ Θεὸς στεφόμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Μαρτυρικά.

For the Martyrs.

Δεσμεῖσθε πᾶσαν, τοῦ διαβόλου Πανεύφημοι, τὴν ἀπάτην λύοντες σαφῶς, φέρετε ποινάς, καὶ θάνατον ἄδικον, ζωὴν ποθοῦντες τὴν ἄνω καὶ βοῶντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Ἔστητε μέσον, φλογὸς Πανεύφημοι Μάρτυρες, τὴν ἀπάτην φλέγοντες σαφῶς, καὶ τῷ δροσισμῷ, τῆς ἐνθέου χάριτος, μὴ φλογισθέντες, βοᾶτε μελῳδοῦντες· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Σταυροῦσαι θέλων, ἡ Θεοτόκος ἐκραύγαζε, καὶ ὁρῶσα ἄναρχε Υἱέ, λύπῃ τὴν ψυχήν, νῦν καταβαπτίζομαι· θνῄσκεις παρέχων ζωὴν τοῖς μελῳδοῦσι· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Canon for the Theotokos. Same Heirmos.

Πεποικιλμένην, σὲ κεκτημένην διάχρυσον, Θεομῆτορ κόσμον εὐπρεπῆ, ἔστερξεν ὁ σός, Υἱός τε καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν σοὶ βοώντων· ὁ καρπός σου Ἁγνή, εὐλογημένος.

Ῥόδον ἐν μέσῳ, τῶν ἀκανθῶν εὑρὼν Ἄχραντε, ὁ Δεσπότης, ἔπλησεν ἡμᾶς, ὀσμαῖς σου τερπναῖς, χαρίτων τοῦ Πνεύματος, τοὺς ἐκβοῶντας αὐτῷ ἐν κατανύξει· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Σύμβολα πάντες, θεῖοι Προφῆται θεώμενοι, τοῦ σοῦ θείου, τόκου εὐκλεῶς, ἐβόων Ἁγνή· ὁ Θεὸς ἐλεύσεται, ἐκ τῆς Παρθένου, τοῦ σῶσαι τοὺς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Heaven, be astonished and amazed, and let the foundations of the earth be shaken! Behold, He who ever dwells in the heights is numbered among the dead; a small tomb receives Him as a stranger. Bless the Lord, O you Servants; sing a hymn, Priests; and People, exalt Him beyond measure unto all the ages. [SD]

Τροπάρια.

Troparia.

Πίνεις ποτήριον Χριστέ, ὃ ἐπεθύμησας, διὰ πάθους τοῦ Σταυροῦ, πηγάς μοι προχέων ἀφέσεως, ἐκ ζωηφόρου πλευρᾶς, τῷ διὰ πλευρᾶς θανατωθέντι· διό περ ἀνυμνῶ σε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὅτε σε ἄνομος λαός, μέσον κατέκρινε, σταυρωθῆναι Ἰησοῦ, ἀνόμων ζωοδότα Κύριε, διεδονήθη ἡ γῆ, καὶ πάντες ἀνέμελπον ἐν φόβῳ· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικά.

For the Martyrs.

Τίμιος ἔναντι Θεοῦ, ὑμῶν ὁ θάνατος, ἀπεφάνθη Ἀθληταί· πολλοῖς γὰρ ὁμιλοῦντες πάθεσι, πάθους σεπτοῦ κοινωνοί, βοῶντες ἐδείχθητε ἐμφρόνως· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὄντως οὐ σαρκικὰ ὑμῶν, τὰ ὅπλα Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, ἐλπὶς δὲ πίστις καὶ ἀληθεια, διʼ ὧν τυχόντες Θεοῦ, Ἀγγέλων χοροῖς συναριθμεῖσθε, βοῶντες τῷ Δεσπότη· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ὕψιστε ἄναρχε Υἱέ, φέρεις ἐμπτύσματα, καὶ ὀνείδη καὶ Σταυρόν, καλάμῳ παικτικῶς τυπτόμενος, ἡ Θεοτόκος ἐβόα· δοξάζω τὴν σὴν μακροθυμίαν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Canon for the Theotokos. Same Heirmos.

Τῷ θεολήπτῳ Δανιήλ, σὺ προτεθέασαι, ἀλατόμητον ὄρος· ἐκ σοῦ γὰρ Κόρη λίθος τέτμηται, Χριστὸς ὁ μόνος Θεός, Παρθένε ἄνευ χειρὸς ἀνθρώπου, ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.

Ὕμνοις τὸν Τόκον σου Ἁγνή, ἀεὶ δοξάζουσιν, οἱ τῶν ἄνω Στρατηγοί, καὶ σὲ δὲ Κόρη ἀειπάρθενε, χαρμονικῶς σὺν ἡμῖν, ὡς Θεομήτορα ἀνυμνοῦσιν, ἣν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Φέγγους σου ταῖς μαρμαρυγαῖς, τοὺς σὲ φρονοῦντας νῦν, Θεοτόκον ἀληθῆ, Μαρία φωταυγεῖς ἀπέργασαι, φωτογεννῆτορ Ἁγνή· φωτὸς γὰρ σκηνὴ ὤφθης Παρθένε, τοῖς πίστει σοι βοῶσι· Χαῖρε εὐλογημένη, καὶ δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.

Weep not for Me, O Mother, as you see your Son, whom you conceived in your womb without seed, lying in a tomb. For I will rise from the dead and will be glorified; and as God, I will unceasingly exalt in glory those who magnify you with faith and love. [SD]

Τροπάρια.

Troparia.

Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.

Ὢ πῶς ὑπέστης ὀδύνας, ἐν Σταυρῷ ἡπλωμένος, τῶν ὀδυνῶν τῶν χαλεπῶν, ἐξαίρων με Σωτήρ! πῶς ἀκάνθας στεφθείς, πάσας ἔκαυσας τῶν παθῶν τὰς ἀκάνθας! πῶς ὄξος ποτισθείς, εὐφροσύνης κρατῆρα, ἡμῖν ἐκέρασας!

Μαρτυρικά.

For the Martyrs.

Στενοχωρούμενοι πόνοις, καὶ εἱρκταῖς ὁμιλοῦντες, καὶ μεληδὸν οἱ Ἀθληταί, τεμνόμενοι δεινῶς, καὶ τροχοῖς ἀπηνῶς κατατεινόμενοι, καὶ βορὰ τοῖς θηρίοις διδόμενοι, Χριστόν, τὸν ἁπάντων Δεσπότην, οὐκ ἐξηρνήσαντο.

Ἡλιακῶν λαμπηδόνων, πλειοτέρως ἐκλάμπει, τῶν Ἀθλητῶν ἡ παμφαής, καὶ εὔσημος μνήμη, καὶ ψυχὰς εὐσεβῶν φωτίζει πάντοτε, καὶ διώκει τὸ σκότος, παθῶν καὶ πειρασμῶν, καὶ δαιμόνων σκεδάζει, ζόφον βαθύτατον.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ τὸν ἐκ χειρός, ῥυσάμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου, ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας, ἡμᾶς ῥυσάμενον.

Κανὼν τῆς Θεοτόκου. Εἱρμὸς ὁ αὐτός.

Canon for the Theotokos. Same Heirmos.

Χαρᾶς ἡμῖν αἰωνίου, καὶ ζωῆς ἀνεδείχθης, ὑπερφυῶς Θεογεννῆτορ, πρόξενος Ἁγνή, τὸν Σωτῆρα πάντων κυοφορήσασα, τὸν τῆς γῆς ἐκ προσώπου, πᾶν δάκρυον σαφῶς, ἀφελόντα καὶ πᾶσι, χαρὰν βραβεύσαντα.

Ψάλλων Δαυῒδ σὸς προπάτωρ, κιβωτόν σε προέφη, συμβολικῶς καὶ θείου μάννα, χρυσῆν στάμνον Μωσῆς ὁ θεόπτης· καὶ γὰρ ἐχώρησας, τὸν ἐν κόλποις πατρῴοις, ὑπάρχοντα ἀεί, Θεοτόκε· διό σε ὕμνοις δοξάζομεν.

Ὡς ἀληθῶς ὑπερτέρα, πάσης κτίσεως πέλεις· τὸν γὰρ Θεὸν τῶν ἁπάντων, ἐκύησας σαρκί· διό σε προστάτιν ἔχομεν Δέσποινα, καὶ ἐλπίδα βεβαίαν, καὶ τεῖχος ὀχυρόν, διὰ σοῦ σωτηρίας τυχεῖν ἐλπίζοντες.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

At the Aposticha of Lauds.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Σταυρώσιμα.

Aposticha. Mode pl. 2. For the Cross.

Ἐν τῷ Σταυρῷ τὴν ἐλπίδα κέκτημαι, καὶ ἐν αὐτῷ καυχώμενος βοῶ· Φιλάνθρωπε Κύριε, τὴν ἀλαζονείαν κατάβαλε, τῶν μὴ ὁμολογούντων σε, Θεὸν καὶ ἄνθρωπον.

I now have hope, because of the Cross, and I boast in it, saying: “O benevolent Lord, bring down the arrogance of those who do not confess You to be both God and man.” [SD]

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]

Οἱ τῷ Σταυρῷ τειχιζόμενοι, τῷ ἐχθρῷ ἀντιτασσόμεθα, μὴ δειλιῶντες τὰς αὐτοῦ μεθοδείας καὶ ἐνέδρας· ὁ γὰρ ὑπερήφανος κατήργηται, καὶ καταπεπάτηται, τῇ δυνάμει τοῦ ἐν ξύλῳ, προσπαγέντος Χριστοῦ.

We who are shielded by the Cross stand up to the enemy, and we are not frightened by his tactics and traps. For the proud one has been brought down, and he has been trampled by the power of Christ, who was nailed to the Cross. [SD]

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]

Μαρτυρικόν.

For the Martyrs.

Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

O Lord, all creation celebrates at the memory of Your Saints: the heavens and the Angels are exultant, and the earth rejoices with its people. By their supplications, have mercy on us. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης.

Glory. Both now. Stavrotheotokion. You rose within three days.

Ἐπάγην μὲν ὡς ἄνθρωπος, ἐν ξύλῳ καὶ νενέκρωμαι, καὶ ἐν τάφῳ κατετέθην ὡς θνητός, ἀλλʼ ὡς Θεὸς ἐν δόξῃ, Μήτηρ ἁγνὴ Παρθένε, πάλιν ἀνίσταμαι τριήμερος.

As man, I have been nailed to a cross, * and truly I am put to death. * As a mortal, I am laid within a tomb, * but as God, I will in glory * rise again on the third day, * O holy Mother, ever-virgin and pure. [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Οἱ Μακαρισμοί. Ἦχος πλ. βʹ.

The Beatitudes. Mode pl. 2.

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.

Like the robber I entreat You, O my Savior, * when You come in Your kingdom, remember me, * O Lord, and save me, O only benevolent God. [SD]

Ὑφαπλώσας, τὰς παλάμας ἐπὶ ξύλου, ἠγκαλίσω τὰ ἔθνη ὑμνοῦντά σου, τὴν εὐσπλαγχνίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Being crucified, O Lord, You spread Your arms out * and embraced all the nations, that now extol * Your tender mercy, O Christ our Savior and God. [SD]

Προσηλώθης, ἑκουσίως ἐπὶ ξύλου, καὶ τὰ κέντρα Χριστὲ τοῦ ἀλάστορος, τῇ σῇ δυνάμει, τελείως ἐξήλειψας.

You were nailed upon the Cross of Your own will, Lord. * Being crucified, You, by Your might, O Christ, * obliterated the stingers of the evil one. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Ταῖς βασάνοις, ἐντρυφῶντες Ἀθλοφόροι, Παραδείσου τρυφῆς ἠξιώθητε, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως δεόμενοι.

Holy Martyrs, having reveled in the tortures, * you were granted the pleasures of Paradise; * and you unceasingly pray on behalf of the world. [SD]

Δόξα.

Glory.

Ἀπὸ πάσης, ἐξελοῦ ἡμᾶς βασάνου, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ σύνθρονον, Πνεῦμα τὸ θεῖον, τοὺς δούλους σου Κύριε.

Father, Son, and Spirit, reigning as the one God, * we Your servants entreat You, our single Lord, * to extricate us from torments and punishment. [SD]

Καὶ νῦν. Σταυροθεοτοκίον.

Both now. Stavrotheotokion.

Καθορῶσα, ἐν Σταυρῷ ἐφηπλωμένον, ἡ Παρθένος δακρύουσα ἔστενεν· ἧς ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.

Then the Virgin saw You crucified, O Savior, * and she wept, heaving sighs of maternal grief. * She intercedes now for us, that You save us, O Lord. [SD]