×




Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ

ON MONDAY EVENING

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

At, Lord, I have cried, Prosomia.

Στιχηρὰ Δεσποτικά.

Stichera for the Master.

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Mode pl. 2. When the saints deposited.

Ὅλος ἐκ νεότητος, ταῖς ἡδοναῖς ἐδουλώθην, τῆς σαρκὸς καὶ γέγονα, παθῶν καταγώγιον, τυραννούντων με, τῆς ψυχῆς ὅλως δέ, ἀλογήσας Σῶτερ, ἐντολῶν σου κατεφρόνησα· ἀλλὰ ὁ πλάσας με, καὶ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, ὁ μόνος ἀναμάρτητος, δός μοι τὴν συγχώρησιν Εὔσπλαγχνε, ὧν περ ἐν ἀγνοίᾳ καὶ γνώσει αἰσθητῶς καὶ νοητῶς, ἀπὸ νεότητος ἥμαρτον, μόνε Εὐσυμπάθητε.

From my youth in every way I am enslaved to the pleasures * of the flesh and have become * a haunt of the passions that are oppressing me. * Savior, I have not obeyed * Your divine commandments, wholly unconcerned about my soul. * Nevertheless, since You * fashioned me and know my infirmity * and truly are compassionate * and alone without sin, forgive the sins, * which I have committed in knowledge and in ignorance from youth, * both with my senses and mentally, * only sympathetic Lord. [GOASD]

Τίς ἐκ τοῦ θανάτου με, τῆς ταλαιπώρου σαρκός μου, ῥύσεται καὶ σώσει μου, τὴν ψυχὴν ἀπήμονα, καὶ ἀπείραστον; τυραννεῖ βία γάρ, εὐπαθοῦσα αὕτη, καὶ ψυχῆς κατεξανίσταται, καὶ θλίβει πάλιν δέ, ἀσθενοῦσα, οἴ μοι τῷ τάλανι! Ἀντέχειν οὖν οὐ δύναμαι, πρὸς τὴν ταύτης Σῶτερ ἀσθένειαν· ἀλλʼ ὦ Ποιητά μου, μὴ δώσῃς νικηθῆναι τῷ χοΐ, τὸ πνεῦμα ὅ μοι ἐνέπνευσας, ὡς αὐτὸς εὐδόκησας.

Who will keep my soul immune to every harm and temptation; * and who will deliver me * from this death, and namely this sordid flesh of mine? * For when it feels at ease * then it tyrannizes * and it rises up against the soul. * And it afflicts again * when it is infirm. Woe is me, the wretch! * And then, O Savior, I am not able to endure its infirmity. * Hence, O my Creator, * I earnestly entreat, let not the dust * defeat the spirit which into me * You were pleased to breathe in me. [SD]

Ὅταν τῇ προστάξει σου, ἐκ τῶν δεσμῶν τοῦ σαρκίου, βουληθῇς χωρίσαι μου, τὴν ψυχὴν Ἀθάνατε, τότε φεῖσαί μου, προσηνῆ Ἄγγελον, χαροποιῶς βλέποντα, ἀποστείλας παραλήψεσθαι, καὶ διασώσεσθαι, ἀπὸ τῶν ἀρχόντων τοῦ σκότους με· εὐκόλως δυναμοῦντά με, τοῦ εὐθυπορῆσαι τὴν ἄνοδον, τὴν ἐν τῷ ἀέρι, καὶ φθάσαι εἰς προσκύνησιν τοῦ σοῦ, θρόνου φρικτοῦ ἀκατάκριτον, Θεὲ ὑπεράγαθε.

Ἕτερα Στιχηρά. Τοῦ Προδρόμου. Ἡ ἀπεγνωσμένη.

Additional Stichera. For the Forerunner. That woman, who was spurned.

Ὁ κατεγνωσμένος ἐν ἀσωτίᾳ, σοὶ τῷ ὑπὲρ λόγον δεδοξασμένῳ, προσπίπτω καὶ δέομαι, ἐκ βάθους τῆς καρδίας· ἴδε τὴν θλῖψιν τῆς ψυχῆς μου, τῆς χαρᾶς ὁ προλάμψας· ἴδε τὰ ἕλκη τῆς καρδίας, μετανοίας ὁ κήρυξ· καὶ παράσχου μοι τὴν σωτηρίαν, διὰ τῆς θείας πρεσβείας σου Πρόδρομε, καθικετεύων τὸν Κύριον.

Praying now wholeheartedly, I implore you, * who are glorified transcendently, O Baptist. * Condemned am I due to my promiscuous living. * See how my soul is in anguish. * You shone before the joy came. * See how my heart has sores and lesions, * O preacher of repentance. * And provide the means for my salvation, * by your divine intercessions, O Forerunner, * and entreat the Lord on my behalf. [GOASD]

Ὅλος ἐν κακίᾳ κατεγνωσμένος, ὅλος ἀπογνώσει βεβυθισμένος, αὐτὸς πονηρότατος, καὶ ζοφερὸς ὑπάρχω· ὅλως κατεστιγμένος ὅλος, ἐξ ἡδονῶν ἀτόπων, ὅλως δεινῶς κατεφθαρμένος, καὶ κατηχρειωμένος· σοῦ τοῖς ἴχνεσι προσπίπτω Μάκαρ· μὴ ἀποῤῥίψῃς, ἀλλὰ σῶσον Ἰωάννη με, φίλε Κυρίου καὶ Πρόδρομε.

Totally condemned am I by my vices. * I am sunk completely in desperation. * Yes, I am extremely bad in every way and gloomy, * covered with blemishes all over, * entirely corrupted * woefully by unseemly pleasures, * and through abuse am worthless. * I fall prostrate at your feet and beg you, * O blessed John, reject me not, but rather rescue me, * O friend and Forerunner of the Lord. [SD]

Ῥῦσαι τὴν ψυχήν μου πικροῦ θανάτου, τοῦ τῆς ἁμαρτίας καὶ τῶν πταισμάτων, πανεύφημε Πρόδρομε, καὶ ζώωσον ἐν ἔργοις, θείοις Χριστοῦ τῶν προσταγμάτων, πρεσβειῶν σου δυνάμει· παῦσον πολέμους ἀοράτως, τοὺς ἐμὲ πολεμοῦντας, καὶ ὁδήγησον ὁδοῖς εὐθείαις, τῆς αἰωνίου καὶ σωτηρίου καταπαύσεως, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅλην ἀποθέμενοι.

Glory. Both now. Theotokion. When the saints deposited.

Σύμβολον ὀργῆς ἐστι, μνησικακία θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, διʼ ὧν καὶ τῶν ὕβρεων, τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με.

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

The Lord will hear me when I cry to Him.

Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.

Verse: You heard me when I called, O God of my righteousness. You strengthened my heart when I was in distress. [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Κατανυκτικά.

Aposticha. Mode pl. 2. For compunction.

Μετάνοιαν οὐ κέκτημαι, ἀλλʼ οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοὶ μετάνοιαν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

O Master, I have not attained * repentance nor a faucet of tears. * O my Savior, I implore You and I pray: * Before the end convert me, * and grant to me repentance, * that I be freed from the future punishment. [GOASD]

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]

Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τὴν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

At Your frightful second coming, O Christ, may we not hear You say: I know you not. For on You we set our hope, even if because of our negligence we do not perform Your commandments. O spare our souls, we fervently appeal to You. [SD]

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]

Μαρτυρικόν.

For the Martyrs.

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

They who witnessed for You, O Christ, endured many tortures, and in heaven finally received the crown of glory, that they might intercede on behalf of our souls. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

You are a turning for the better for those in trouble and deliverance of the sick, O Virgin Theotokos. Save your people and your flock, since you are the peace of the embattled, tranquil calm of those in agitation, and the believers’ only patronage. [SD]

__________

__________

Τῌ ΤΡΙΤῌ ΠΡΩΪ

ON TUESDAY MORNING

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Κατανυκτικά.

After the first Psalter reading, Kathismata. For compunction.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς· πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ· ποίᾳ δὲ παῤῥησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με.

I think about that fearful day, and I lament my filthy deeds. How shall I argue in my own defense before the immortal King? How can I face the Judge with confidence, the prodigal that I am? O compassionate Father, only-begotten Son, and Holy Spirit, I implore, have mercy on me! [GOASD]

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

When You sit to pass righteous judgment, in the valley of weeping, in the place You appointed, O merciful Master, please do not make public the sins I committed in private, please do not embarrass me in the presence of the Angels. I beg You, spare me, O God, and have mercy on me! [GOASD]

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.

Glory. Both now. Theotokion. N/M (You are the good hope.)

Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπʼ ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον ἐξ ἁγνῶν, αἱμάτων σου Θεοκυῆτορ ἄνευ ἀνδρός· ὃν αἴτησαι δωρήσασθαι, ἡμῖν ἁμαρτιῶν, ἄφεσιν πρὸ τοῦ τέλους.

O Mother of God, without the agency of a man, from your pure blood, you gave birth to the Son and Logos of God, in latter times. He was begotten of the Father before all ages, without a mother, and became incarnate of you. We pray you to entreat Him to grant us forgiveness of sins before the end. [SD]

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Κατανυκτικά.

After the second Psalter reading, Kathismata. For compunction.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Have mercy on us, Lord have mercy on us. For with nothing to say in our own defense, we sinners offer this supplication to you our Master. Have mercy on us. [SD]

Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλʼ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Lord have mercy on us, for in You we trust. Be not enraged with us greatly, nor remember our iniquities. But look upon us now, being compassionate, and deliver us from our enemies. For You are our God, and we Your people, all of us the work of Your hands, and now we have invoked Your name. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον. Αὐτόμελον.

Glory. Both now. Theotokion. Automelon.

Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

You are the good hope of the world, O Virgin Theotokos. * Therefore we beg for only your awe-inspiring protection. * Take pity on a people left with no defense. * Insistently supplicate our merciful God, * O only blessed Lady, to deliver our souls * from all impending danger. [SD]

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

After the third Psalter reading, Kathismata.

Τοῦ Προδρόμου. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.

For the Forerunner. You are the good hope.

Ζωῆς ὡς ἔδειξας ὁδούς, τοῖς λαοῖς Ἰωάννη, βοῶν· Εὐθύνατε ὑμῶν, τὰς καρδίας Κυρίῳ· διάσωσον πολυαμάρτητον ψυχήν, κατάνυξον πεπωρωμένον λογισμόν, καὶ ῥῦσαι κολάσεως, μελλούσης σαῖς εὐχαῖς, Πρόδρομε τοῦ Σωτῆρος.

O John, you showed the ways of life * to all people, and cried out, * “Prepare the way of the Lord, * in your hearts make His paths straight.” * I beg you to rescue my very sinful soul, * and give compunction to my apathetic mind. * and pray that I be saved from the punishment to come, * O Forerunner of the Savior. [GOASD]

Μαρτυρικόν. Ἀγγελικαὶ Δυνάμεις.

For the Martyrs. When the angelic powers.

Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης· ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν βελίαρ, ὁμολογίᾳ Χριστοῦ. Ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

The martyr athletes offered resistance in the ring, * contesting for the faith, and the tyrants tortured them. * The hosts of Incorporeals observed and were holding the victory medals. * The truly wise contestants amazed the tyrants and kings. * They overturned the devil by their confession of Christ. * O Lord, who strengthened them, glory to You. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Πολλὰ τὰ πλήθη τῶν ἐμῶν Θεοτόκε πταισμάτων· πρὸς σὲ κατέφυγον Ἁγνή, σωτηρίας δεόμενος· Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ αἴτησαι τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθῆναί μοὶ τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.

O Theotokos, my offenses are indeed very many. * To you I run, O Maiden pure, and I pray for salvation. * Visit my infirm and ailing soul, * and pray for me to your Son and our God, * to grant to me forgiveness for the evils I have done, O only blessed Lady. [SD]

Κανὼν Κατανυκτικός.

Canon of Compunction.

Ἦχος πλ. βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Mode pl. 2. Ode i. Heirmos.

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.

He became for me a helper and a shelterer for salvation. * He is my God, and I will glorify Him, * the God of my father, and Him will I exalt, * for He is greatly glorified. [SD]

Τροπάρια.

Troparia.

Λυτρωτά μου Ἰησοῦ, ὡς ἐλυτρώσω πολλῶν πταισμάτων, Πόρνην τὴν ποτέ, μεταγνοῦσαν καλῶς, κᾀμὲ δυσωπῶ σε, τῶν ἀμέτρων μου κακῶν, ὡς ἐλεήμων λύτρωσαι.

Ὑποπλέων Ἰησοῦ, ἐν ματαιότητι διανοίας, βίου τὸ δεινόν, τοῦτο πέλαγος, φεῦ! Πολλοῖς ναυαγίοις, περιέπεσα, ἐξ ὧν, ἀπολυτρώσας σῶσόν με.

Μαρτυρικά.

For the Martyrs.

Τοὺς γενναίους Ἀθλητάς, τοῦ ἀλλοτρίου τοὺς καθαιρέτας, τοὺς καρτερικῶς ἐναθλήσαντας, καὶ στέφος λαβόντας, ἐκ Θεοῦ νικητικόν, περιχαρῶς δοξάσωμεν.

Ῥητορεύοντες σοφῶς, ἐν παῤῥησίᾳ Θεοῦ τὸν λόγον, ῥήτορας δεινοὺς ἐνικήσατε, καὶ πᾶσαν ἰδέαν, ἐνεγκόντες ἀλγεινῶν, μεγάλως ἐδοξάσθητε.

Θεοτοκίον.

Theotokion.

Ὤφθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῷ τοκετῷ σου, λύσασα Ἁγνή, ὤφθης γῆ ἐκλεκτή, διʼ ἧς ἀνυψώθη, ἀπὸ γῆς εἰς οὐρανούς, τὸ τῶν ἀνθρώπων φύραμα.

Κανὼν τοῦ Προδρόμου.

Canon for the Forerunner.

Ὁ αἰσθητὸς Φαραώ.

Ἄγγελος θεῖος τὴν σήν, γέννησιν Ἄγγελε Θεοῦ, προμηνύει τῷ Πατρί, μεθʼ οὗ ἡμῶν μνημόνευε, ἐν ἡμέρᾳ τῆς δίκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἅγιε Πρόδρομε.

Βλαστὸς ὑπάρχων τερπνός, ἐρήμου Πρόδρομε Χριστοῦ, ἐν ἐμοὶ τὴν ἀπαύστως, βλαστάνουσαν ἀμέλειαν, ἐκ ῥιζῶν ἀνασπάσας, μετανοίας προσφέρειν με, καρποὺς εὐόδωσον.

Γαστὴρ στειρεύουσά σε, καρπογονεῖ πανευκλεῶς, γονίμους καρδίας, τὰς πρὶν ἀκάρπους δείξαντα, ἀλλὰ πίστει βοῶ σοι· Βαπτιστὰ τοὺς ἀκάρπους μου, λογισμοὺς ἔκτιλον.

Θεοτοκίον.

Theotokion.

Δόλῳ ἀπαύστως ὁ ἐχθρός, θηρεύει με ὁ πονηρός, τῆς αὐτοῦ με ἐνέδρας, Πανάμωμε ἐξάρπασον, καὶ ποιεῖν τοῦ Δεσπότου, Θεοτόκε εὐόδωσον, μόνον τὸ θέλημα.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Establish upon the rock of Your commandments my heart, O Master, * sorely shaken as it is, O Lord. * Only You are holy, and again only You are Lord. [SD]

Τροπάρια.

Troparia.

Ἱλέῳ σου ὄμματι, ἡνίκα μέλλω ἐνώπιόν σου, παραστῆναί τε καὶ κρίνεσθαι, πρόσβλεψόν μοι μόνε, εὐδιάλλακτε Κύριε.

Στενάζοντα δέξαι με, ὡς τὸν Τελώνην ψυχῆς ἐκ βάθους, καὶ μετάνοιάν μοι δώρησαι, ἁμαρτίας πάσης με, Σωτὴρ ἀπαλλάττουσαν.

Μαρτυρικά.

For the Martyrs.

Τοῖς ῥεύμασιν Ἅγιοι, τῶν παναγίων ὑμῶν αἱμάτων, ἐναγῶς λύθρον φερόμενον, ἀπεπαύσατε δαίμοσι, ποτὲ ἐπιβώμιον.

Ἐν Πνεύματι Ἅγιοι, ἐῤῥιζωμένοι τῷ παναγίῳ, κατεστρέψατε σεβάσματα ἀπωλείας, πάντας πρὸς τὴν πίστιν στηρίζοντες.

Θεοτοκίον.

Theotokion.

Συνέλαβες Ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου· διὰ τοῦτο ἱκετεύω σε, Λύτρωσαί με πάσης, συνεχούσης κολάσεως.

Κανὼν τοῦ Προδρόμου. Ἐν τῇ στεῤῥᾷ τῆς πίστεως.

Canon for the Forerunner.

Ἐπιστροφὴν ὁδοῦ πεπλανημένης, δίδου μοι νῦν, καὶ ἔκτεινόν μοι χεῖρα, μακάριε Πρόδρομε, ἐν πελάγει τῶν δεινῶν, διηνεκῶς θαλαττεύοντι.

Ζῶ ἀμελῶς καὶ ἡ τομὴ ἐγγίζει, ταῖς σαῖς προσευχαῖς, ἀνάνευσίν μοι δίδου, ἀοίδιμε Πρόδρομε, μὴ ὡς ἄκαρπος εἰς πῦρ, ἀποπεμφθήσωμαι ἄσβεστον.

Ἡ φοβερὰ ἡμέρα ἐπὶ θύραις, καὶ χαλεπά, περίκειμαι φορτία, ἐξ ὧν με ἐλάφρωσον, τοῦ Κυρίου Βαπτιστά, ταῖς καθαραῖς σου δεήσεσι.

Θεοτοκίον.

Theotokion.

Θρόνος Θεοῦ, ἐδείχθης Θεοτόκε, ἐν ᾧ σαρκὶ καθίσας, τοῦ ἀρχαίου ἐξήγειρε πτώματος, τοὺς ἀνθρώπους ἐν φωναῖς, χαριστηρίοις ὑμνοῦντάς σε.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε.

On hearing about Your advent, * O Lord, the Prophet Habakkuk of old was frightened: * that You purposed from a Virgin to be born * and appear to humankind. And thus he said: * O Lord, I have heard Your report and I am frightened. * Glory to Your strength, O Lord my God. [SD]

Τροπάρια.

Troparia.

Κρουνούς μοι δακρύων δίδου, ξηραίνοντας τῶν παθῶν μου τὰς ἀναβλύσεις, καὶ τῆς ἁμαρτίας πάντα βόρβορον, ἀποπλύνοντας Οἰκτίρμον Κύριε, καὶ παύοντας πυρός γεέννης, αἰωνιζούσης, φλόγα μοι τὴν ἄσβεστον.

Οὐ παύομαι ἐπιξέων, τὰ τραύματα τῆς ψυχῆς μου φιληδονίαις, μόνος δὲ ἀναίσθητος εἰς αἴσθησιν, ἐμαυτοῦ ἐλθεῖν μὴ προαιρούμενος, τίς γένωμαι, καὶ τί ποιήσω; Χριστέ, Οἰκτίρμον, ἴασαι καὶ σῶσόν με.

Μαρτυρικά.

For the Martyrs.

Ὑδάτων τῆς ἀπωλείας, καὶ κλύδωνος τῆς κακίας, τῇ κυβερνήσει, τῇ ἐνθέῳ Μάρτυρες ἀοίδιμοι, πίστει ὑποπλέοντες τὸ πέλαγος, τὸ ἄστατον, τῆς Βασιλείας τῆς οὐρανίου, ὅρμον κατελάβετε.

Φωστῆρες τῆς εὐσεβείας, λαμπτῆρες τῆς ἀληθείας γεγενημένοι, φέγγει τῶν ἀγώνων ἐμειώσατε, σκότος ἀθεΐας πολυώδυνον, θαυμάτων δὲ ταῖς φρυκτωρίαις, παθῶν ὁμίχλην, Μάρτυρες σκεδάζετε.

Θεοτοκίον.

Theotokion.

Ἑπτάφωτόν σε λυχνίαν, τὸ πῦρ τῆς θεογνωσίας, φέρουσαν Κόρη, ὁ Προφήτης πάλαι προεώρακε, φαῖνον τοῖς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε τῆς ἀγνωσίας· διὸ βοῶ σοι· Φώτισόν με δέομαι.

Κανὼν τοῦ Προδρόμου. Ἀκήκοα Κύριε τὴν ἀκοήν.

Canon for the Forerunner.

Ἰάτρευσον Πρόδρομε, τὴν πληγωθεῖσαν λῃστῶν ἐφόδοις, ἱκετεύω σε καρδίαν μου, δραστηρίῳ θείας σου φαρμάκῳ δεήσεως.

Κατάβαλε Πρόδρομε, τὴν ἔτι ζῶσαν ἐν τῇ ψυχῇ μου, ἁμαρτίαν καὶ ἀνάνευσιν, νῦν μοι δίδου, πρὸς τὰς ἡδονὰς ὀλισθαίνοντι.

Λιμὴν ἡμῖν φάνηθι, χειμαζομένοις ἐν τῷ πελάγει, τῷ τοῦ βίου τὸ κλυδώνιον, μεταβάλλων, ὅλον εἰς γαλήνην Πανόλβιε.

Θεοτοκίον.

Theotokion.

Μὴ κρίνῃς με Κύριε, κατὰ τὰ ἔργα μου δυσωπῶ σε, ἀλλὰ ἵλεώς μοι φάνηθι, δυσωπεῖ σε, σὺν τῷ Βαπτιστῇ ἡ Τεκοῦσά σε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξον με ποιεῖν, ἀεὶ τὸ θέλημά σου.

Early in the morning when I rise from night, * give me Your light, I pray, * and direct me in the way of Your divine commandments, * and teach me always to do Your will, O gracious Master. [SD]

Τροπάρια.

Troparia.

Ἰδοὺ ὁ τὸ τάλαντόν σου κρύψας Χριστέ, ὀκνηρὸς δοῦλός σου, καὶ σχολάσας πονηραῖς, τῶν παθῶν ἐργασίαις, ἐγὼ ὑπάρχω· διό, μή με εἰς πῦρ ἐκπέμψῃς.

Σὸς υἱὸς γενόμενος ἐν χάριτι, εὔσπλαγχνε Κύριε, ἐδουλώθην τῷ ἐχθρῷ, καὶ σοῦ ἀπεμακρύνθην, ζήσας ἀσώτως· διό, ἐπιστρέψας με σῶσον.

Μαρτυρικά.

For the Martyrs.

Οἱ Μάρτυρες ἵσταντο πρὸ βήματος, θώρακα πίστεως, περιφέροντες, διό, τοῖς βέλεσι τῆς πλάνης, τρῶσαι αὐτοὺς ὁ δεινός, οὐκ ἴσχυσε Βελίαρ.

Νεκρούμενοι σώμασιν οἱ Μάρτυρες, πάσας ἐνέκρωσαν, μεθοδείας τοῦ ἐχθροῦ, καὶ πρὸς ζωὴν ἀγήρω, μετέβησαν ἐν χαρᾷ, στέφος λαβόντες δόξης.

Θεοτοκίον.

Theotokion.

Πύλη ἀδιόδευτε διάνοιξον, πύλας μοι δέομαι, μετανοίας ἀληθοῦς, καὶ δεῖξόν μοι τὴν τρίβον, τῆς σωτηρίας Ἁγνή, ἡ πάντων ὁδηγία.

Κανὼν τοῦ Προδρόμου. Πρὸς σὲ ὀρθρίζω.

Canon for the Forerunner. Early in the morning.

Ναὸς ἐγένου, μάκαρ τῆς Τριάδος, καὶ ναῷ σου ἁγίῳ, ἰδοὺ συνηθροισμένοι, ἐν πίστει θερμῇ, δυσωποῦμέν σε Πρόδρομε, ῥῦσαι ἡμᾶς, πειρασμῶν τε, καὶ θλίψεων μακάριε.

Ξενώσας πάσης, ἀρετῆς τὸν νοῦν μου, σὲ τὸν ξένην τεμόντα ὁδόν, ἐν βίῳ μάκαρ, νῦν ἐκδυσωπῶ, τῷ τῶν ὅλων Θεῷ με οἰκείωσον, βελτιῶν με ἀρίσταις ἐπιδόσεσιν.

Ὁ καταδύσας, ταῖς τοῦ Ἰορδάνου, προχοαῖς τοῦ ἐλέους, τὴν ἄβυσσον Προφῆτα, τὰς βρύσεις τῶν κακῶν μου, πρεσβείαις σου ξήρανον, ὀχετούς μοι δακρύων παρεχόμενος.

Θεοτοκίον.

Theotokion.

Πεποικιλμένη, θείαις ἀγλαΐαις, τὸν ὡραῖον ἐν κάλλει, ἐκύησας Παρθένε· αὐτόν, οὖν ἀεὶ ἐκδυσώπει, σωθῆναι ἡμᾶς ἐκ φθορᾶς, τοὺς ἐν πίστει καὶ πόθῳ σε δοξάζοντας.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.

I cried aloud and shouted with all my heart * unto the tender-loving God, * and He heard my voice from the lowest depths of Hades, * and He raised my life from the pit of corruption. [SD]

Τροπάρια.

Troparia.

Μὴ δείξῃς με δαιμόνων ἐπίχαρμα, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, μὴ ἀκούσω τότε, φωνῆς παραπεμπούσης, εἰς τὸ πῦρ Χριστέ, Ἰησοῦ τὸ τῆς γεέννης.

Ἐβύθισε βυθῷ παραπτώσεων, ὁ τῶν δικαίων με ἐχθρός, καὶ τῶν οἰκτιρμῶν σου, προστρέχω τῷ πελάγει, Ἰησοῦ πρὸς ὅρμον, ζωῆς νῦν ἴθυνόν με.

Μαρτυρικά.

For the Martyrs.

Πόνων πολλῶν ἀρότρῳ νεώσαντες, ψυχῆς τὴν αὔλακα Σοφοί, τῷ ἐνθέῳ σπόρῳ, τῆς πίστεως πολύχουν, μαρτυρίου στάχυν, σαφῶς ἐγεωργεῖτε.

Τοῖς τραύμασι κατετραυματίσατε, τὸν τραυματίσαντα ὑμᾶς, εὐσεβῶς ὁπλῖται· διὸ μετατεθέντες πρὸς ζωήν, τὰ πάθη, βροτῶν καὶ νῦν ἰᾶσθε.

Θεοτοκίον.

Theotokion.

Ναὸς Θεοῦ ἐδείχθης Πανάμωμε, ἐν ᾧ οἰκήσας ἱερῶς, τὴν βροτῶν οὐσίαν, ἐθέωσε ποιήσας, τοὺς πιστούς, ναοὺς ἑαυτοῦ παραδόξως.

Κανὼν τοῦ Προδρόμου. Ἄβυσσος ἐσχάτη.

Canon for the Forerunner.

Ῥάδαμνος Προφῆτα, ῥίζης ἀκάρπου ἐβλάστησας, καὶ καρδίας στειρευούσας πάσης, θεογνωσίας ἐγκάρπους, εἰς αἴνεσιν, Κυρίου ἀπέδειξας.

Σύντριψον ἐν τάχει, τὸν πονηρὸν ἐν τοῖς ποσὶν ἡμῶν, καὶ κατεύθυνον ἡμῶν τοὺς πόδας, τοὺς νοητοὺς εἰς εἰρήνης ὁδόν, ταῖς προστασίαις σου Πρόδρομε.

Τείχισον Προφῆτα, δικαιοσύνης τὴν ποίμνην σου, ἐκλυτρούμενος ἡμᾶς παντοίας, ἐπιβουλῆς τῶν δαιμόνων, καὶ τῆς αἰωνιζούσης κολάσεως.

Θεοτοκίον.

Theotokion.

Ὕμνον σοι Παρθένε, εὐχαριστίας προσάγομεν, διὰ σοῦ Ἁγνὴ οἱ σεσωσμένοι, ἐκ τῆς ἀρχαίας κατάρας, καὶ πᾶσαν εὐλογίαν καρπούμενοι.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.

We sinned, O Lord, and we broke Your law, * we behaved unrighteously before You, * and neither have we kept Your word, nor acted according to the way You commanded for us. * Yet, O God of the fathers, we pray, do not utterly deliver us up. [SD]

Τροπάρια.

Troparia.

Ἀποσκοπῶ εἰς τὸ ἔλεος, σοῦ τὸ ἄμετρον ἄμετρα πταίσας, οἶδά σου τὴν συμπάθειαν, οἶδα τὸ μακρόθυμον, καὶ τὸ ἀνεξίκακον· μετανοίας μοι δώρησαι οἰκτίρμον, καρποὺς καὶ σῶσόν με.

Ἰάτρευσον τῆς καρδίας μου, τὰ ἀνίατα πάθη Οἰκτίρμον δίδου ἀποκοπὴν τῶν χρεῶν μου, τὸ βαρύτατον φορτίον ἐλάφρυνον, ἵνα ἐν κατανύξει σε δοξάζω ἀεί, τὸν τῶν Πατέρων Θεόν.

Μαρτυρικά.

For the Martyrs.

Στρεβλούμενοι, συγκοπτόμενοι, δαπανώμενοι πυρὶ ἐνύλῳ, λέουσιν ἐκδιδόμενοι βρῶμα, καὶ τεινόμενοι τροχοῖς, οὐκ ἠρνήσαντό σε, τὸν ζῶντα Θεὸν ἡμῶν οἱ θεῖοι, καὶ ἱεροὶ Ἀθληταί.

Μερίζεσθε ἐκ τοῦ, σώματος, ἀλλʼ ἀμέριστοι Θεοῦ ὁρᾶσθε, Μάρτυρες διʼ ἑνώσεως, θείας τοῦ ἑνώσαντος, ἑαυτὸν ἀῤῥεύστως ἡμῖν, ὃν ἀεὶ δυσωπήσατε σωθῆναι, πάσης ἀνάγκης ἡμᾶς.

Θεοτοκίον.

Theotokion.

Ἐβλάστησας ἄνευ σπέρματος, ὃν ἐγέννησε Πατὴρ ἀῤῥεύστως, ἔμεινας μετὰ τόκον, παρθένος ὡς πρὸ τοῦ τόκου· διὸ μεμακάρισαι, καὶ δεδόξασαι Ἄχραντε ἀπαύστως, ὡς Μήτηρ οὖσα Θεοῦ.

Κανὼν τοῦ Προδρόμου. Οἱ Παῖδες ἐν Βαβυλῶνι.

Canon for the Forerunner. In Babylon those Servants.

Φωνὴ τοῦ Λόγου ὑπάρχων, νῦν τὰς φωνὰς ἡμῶν πρόσδεξαι, Βαπτιστά, καὶ παθῶν καὶ κινδύνων, καὶ πολλῶν περιστάσεων, καὶ αἰωνίου λύτρωσαι, τὸν λαόν σου κολάσεως.

Χειρὶ δεικνύεις Προφῆτα, Ἀμνὸν Θεοῦ κόσμου αἴροντα, ἁμαρτίας ἀεί, ὃν δυσώπει ἀφαιρεῖν μου, τὰ πταίσματα τὰ χαλεπὰ καὶ χρόνια, καὶ ζωῆς ἀξιῶσαί με.

Ψυχή μου σπεῦσον καὶ κρᾶξον, τὸν σκοτασμὸν καταλείψασα, τῶν ἀλόγων πράξεων. Οἴκτειρόν με Ἰησοῦ, παρακλήσεσι τοῦ Βαπτιστοῦ καὶ ῥῦσαί με, τοῦ βορβόρου τῶν ἔργων μου.

Θεοτοκίον.

Theotokion.

ᾯ παρειστήκεισαν τρόμῳ, τὰ ἐπουράνια Τάγματα, τοῦτον τίκτεις Ἁγνὴ ἑνωθέντα, τοῖς βροτοῖς ἀγαθότητι, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τοὺς δούλους σου.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Ὃν Στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Him whom the hosts of the heavens glorify, * at whom quake the Cherubim and the Seraphim, * every breath and creation, * extol Him now and bless Him, * and exalt supremely, unto all the ages. [SD]

Τροπάρια.

Troparia.

Ἀποσκοπῶ εἰς τὸ μέγα ἔλεος, τῶν οἰκτιρμῶν σου, Χριστέ, ὥσπερ ὁ Δαυΐδ, πταίσας ὑπὲρ ἐκεῖνον, καὶ κράζω σὺν ἐκείνῳ. Μόνε ἐλεῆμον, ἐλέησόν με διὰ τάχους.

Τέλος χρηστόν, γενέσθαι μοι εὔχομαι, καὶ θέσθαι ταῖς πονηραῖς, πράξεσί ποτε, τέλος οὐ προθυμοῦμαι, πεπωρωμένην ἔχων, τὴν ἐμὴν καρδίαν, οἰκτείρησόν με Θεοῦ Λόγε.

Μαρτυρικά.

For the Martyrs.

Ὡς ἐκλεκτά, καὶ ἄμωμα θύματα, τυθέντι ὑπὲρ ὑμῶν, τῷ μονογενεῖ, Λόγῳ ἐθελουσίως, προσήχθητε θυσίας, πάσας καταργοῦντες, τὰς τῶν δαιμόνων Ἀθλοφόροι.

Νευρῶν τομάς, ὀδόντων ἐκρίζωσιν, ἀφαίρεσίν τε χειρῶν, ξέσεις τε μελῶν, πᾶσαν ποινήν τε ἄλλην, ἠνέγκατε γενναίως, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν τὸν μόνον ἀθλοθέτην.

Θεοτοκίον.

Theotokion.

Νέον ἡμῖν, βρέφος ἀπεκύησας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐπὶ γῆς, τρίβους ὑποδεικνύοντα, καὶ τὴν παλαιωθεῖσαν φύσιν καινουργοῦντα, Ἀνύμφευτε εὐλογημένη.

Κανὼν τοῦ Προδρόμου. Νόμων πατρῴων.

Canon for the Forerunner. Braving all danger.

Ἐπὶ τὸν Λόγον, βαπτιζόμενον, περιστερᾶς ἐν εἴδει Πνεῦμα τὸ ἅγιον, ἐθεάσω κατερχόμενον, καὶ φωνῆς ἐπακοῦσαι, κατηξιώθης, μάκαρ τοῦ Πατρός. Οὗτός ἐστιν, ὁ Υἱός μου ὁ σύνθρονος, ᾧ μέλπει πᾶσα κτίσις. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πυρὶ Προφῆτα, σῶν δεήσεων, τὰ φρυγανώδη πάθη τῆς διανοίας μου, καταφλέξας ἐσβεσμένον μου, τὸν λύχνον τῆς καρδίας, ἄναψον πάλιν, ὅπως τηλαυγῶς κατανοῶν, ἀναμέλπω τοῦ Κτίσαντος, τὸ φῶς τῶν προσταγμάτων. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ κατακρύψας, δοῦλος τάλαντον, ὅπερ εἰς ἐργασίαν ἐκ Θεοῦ εἴληφα, ἐγὼ πέφυκα ὁ ἄθλιος, καὶ τί ποιήσω, ὅταν εἰς κρίσιν ἔλθῃς, ἑκάστου τὸ ἔργον ἐκζητῶν; Πρόφθασον τοίνυν Προφῆτα, κραυγάζοντά με πίστει. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Theotokion.

Συντήρησόν μου, τὴν διάνοιαν, ἐν ταπεινώσει Κόρη θεοχαρίτωτε, ἡ τῷ τόκῳ σου συντρίψασα, ἐπάρσεις τῶν δαιμόνων, καὶ ὕψωσόν με, ἀπὸ τῆς κοπρίας τῶν παθῶν, καὶ πεινῶντα τὴν χάριν σου, κόρεσον μελῳδοῦντα. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

The birth is ineffable, conceived without the seed of man; the unwed Mother’s * childbirth was free of all corruption. The birth of God * makes new again the natures. * And thus, in Orthodox manner all * generations magnify you as the Mother and the Bride of God. [SD]

Τροπάρια.

Troparia.

Ἰησοῦ φιλάνθρωπε, ὁ μόνος τὴν ἀσθένειαν, ἡμῶν γινώσκων· ταύτην γὰρ ἐφόρεσας, διʼ οἶκτον βουλόμενος, αὐτὴν ἀποκαθάραι· διὸ τοὺς σπίλους τοὺς πονηρούς, καὶ τὰ ἕλκη τῶν παθῶν μου, ἀποκάθαρον, καὶ σῶσόν με.

Ὡς Πόρνη τὰ δάκρυα, προσφέρω σοι φιλάνθρωπε, ὡς ὁ Τελώνης, στενάζων κραυγάζω σοι· Ἱλάσθητι σῶσόν με, ὥσπερ ἡ Χαναναία. Ἐλέησόν με, ἐκβοῶ, ὡς τὸν Πέτρον μεταγνόντα, συγχωρήσεως ἀξίωσον.

Μαρτυρικά.

For the Martyrs.

Σαρκὶ συμπλεκόμενοι, ἀσάρκῳ κοσμοκράτορι, πυγμαῖς τῶν ἄθλων, τοῦτον κατεβάλετε, καὶ νίκης τὸν στέφανον, ἐδέξασθε ἀξίως· διὸ πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ πάντων τῶν ἐν πίστει, εὐφημούντων ὑμᾶς Ἅγιοι.

Ἡγίασας Κύριε, τὴν γῆν ἁγίοις αἵμασι, τῶν σῶν Ἁγίων, καὶ τούτων Πανάγιε, τὰ πνεύματα πνεύμασι, Δυνάμεων ἁγίων, συνάπτεις πάντοτε, διʼ αὐτῶν, ἁγιάζων τοὺς ἐν πίστει, ἀληθεῖ σε ἁγιάζοντας.

Θεοτοκίον.

Theotokion.

Φωνήν σοι προσάγομεν, τὴν τοῦ Ἄγγέλου Πάναγνε, εὐλογημένη. Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον, χαῖρε κατάρας λύσις, καὶ εὐλογίας εἰσαγωγή, χαῖρε μόνη Παραδείσου, ἡ τὴν θύραν ἀνεῴξασα.

Κανὼν τοῦ Προδρόμου. Ξενίας δεσποτικῆς.

Canon for the Forerunner. Come, believers, let us enjoy.

Ἰάτρευσόν μου τὸν νοῦν, φιληδονίαις τοῦ βίου, δεινῶς τραυματισθέντα, καὶ παῦσον τὸ σφοδρῶς, συνταράσσον με κλυδώνιον, καὶ δεῖξόν μοι τῆς μετανοίας, τὰς ὁδοὺς τὰς εὐθείας, Κυρίου Πρόδρομε.

Ὡράθης μέσον ἑστώς, τῆς Παλαιᾶς τε καὶ Νέας, τὴν μὲν Προφῆτα παύων, τῆς δὲ τὸ φῶς δηλῶν, ᾧ πορεύεσθαι εὐόδωσον, ἡμᾶς ἐν συνειδότι θείῳ, ὅπως σκότους ῥυσθῶμεν, διαιωνίζοντος.

Συνήφθης ταῖς Στρατιαῖς, ταῖς οὐρανίαις θεόφρον, μεθʼ ὧν Χριστὸν δυσώπει, τοὺς ἐπὶ γῆς ἡμᾶς, διασῴζεσθαι τιμῶντάς σε, ἐν τῷ σεπτῷ σου τούτῳ οἴκῳ, Βαπτιστὰ Ἰωάννη, Κυρίου Πρόδρομε.

Ἡμέρα πλήρης θυμοῦ, ἡμέρα σκότους ὑπάρχει, τοῖς ἔργα σχοῦσι σκότους, ἡ δίκη ἡ φρικτή, Βαπτιστὰ Χριστοῦ καὶ Πρόδρομε, ἱκεσίαις σου τότε ῥῦσαι, κατακρίσεως πάσης, τοὺς σὲ γεραίροντας.

Θεοτοκίον.

Theotokion.

Φανεῖσα τῶν Χερουβείμ, ἁγιωτέρα Παρθένε, ὡς τὸν Θεὸν τεκοῦσα τὸν ὑπεράγιον, πάντας ἡμᾶς καθαγίασον, τοὺς ἐν φωναῖς ἁγίαις πίστει, ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἁγιάζοντας.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

At the Aposticha of Lauds.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. βʹ. Κατανυκτικά.

Aposticha. Mode pl. 2. For compunction.

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.

O Savior, heal the wounds of my heart, which have grown in me because of many sins, O physician of souls and bodies. As You ever grant forgiveness of offenses to those who ask, grant me tears of repentance, and give me the remission of my debts, O Lord, and have mercy on me. [SD]

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]

Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με.

The enemy found me naked of any virtues, so he shot me with the arrow of sin. But I pray You, the physician of souls and bodies, heal the wounds of my soul, and have mercy on me, O God. [SD]

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]

Μαρτυρικόν.

For the Martyrs.

Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.

O Lord, if we did not have Your Saints as intercessors, and Your benevolence being compassionate towards us, how would we dare to extol You, O Savior, whom the Angels bless unceasingly? O Master who know our hearts, we pray You to spare our souls. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλʼ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

No one who runs to you for help comes back from you ever frustrated in his cause, O Virgin Theotokos. But he asks for the favor and receives the bestowal which is appropriate for his request. [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Οἱ Μακαρισμοί. Ἦχος πλ. βʹ.

The Beatitudes. Mode pl. 2.

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.

Like the robber I entreat You, O my Savior, * when You come in Your kingdom, remember me, * O Lord, and save me, O only benevolent God. [SD]

Ὁ τοῦ Πέτρου, προσδεξάμενος τὸν θρῆνον, πρόσδεξαί μου Χριστὲ τὴν μετάνοιαν, καὶ σῳζομένων, τῇ τάξει με σύνταξον.

You accepted Peter’s weeping in repentance. * Please accept my repentance as well, O Christ. * Put me together with those who are being saved. [SD]

Ὁ κηρύξας, τὴν μετάνοιαν ἀνθρώποις, τοῦ Κυρίου Βαπτιστὰ καὶ Πρόδρομε, μετανοεῖν με ἐκ ψυχῆς ἱκέτευε.

Holy Forerunner and Baptist of the Savior, * as the herald of repentance to all mankind, * earnestly pray that I repent wholeheartedly. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Τρικυμίας, ἐνεγκόντες παθημάτων, Ἀθλοφόροι βροτῶν τὰ νοσήματα, νῦν ἐξιᾶσθε· ὅθεν μακαρίζεσθε.

You endured the painful suffering of torture, * O victorious Martyrs; and now you cure * mankind’s diseases. Therefore you are praised by all. [SD]

Δόξα.

Glory.

Ὁ Προφήταις, δοξαζόμενος Θεός, ὁ ἐν Τριάδι ἁπλῇ ἀσυγχύτῳ τε, ταῖς τοῦ Προδρόμου, σῶσον ἱκεσίαις με.

You are glorified, O God, by all the Prophets, * as the Trinity, simple and unconfused. * Save me, through prayers of Your holy Forerunner. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Προστασία, τῶν ἐν θλίψεσι βεβαίᾳ, πρόστηθί μοι τοῦ βίου τοῖς πάθεσι, προσομιλοῦντι, καὶ σῶσόν με δέομαι.

Lady, you are the dependable protection * of believers in trouble. Protect me now. * I am exposed to worldly passions. Save me, I pray. [SD]