×




ΠΕΡΙΟΔΟΣ ΤΟΥ ΠΛ. Αʹ ΗΧΟΥ

PERIOD OF MODE PL. 1



Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ON SATURDAY EVENING

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

SMALL VESPERS

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους δʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γʹ, δευτεροῦντες τὸ αʹ.

At, Lord, I have cried, we use 4 verses, and we sing the 3 Resurrectional Stichera of the Octoechos, the first one twice.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, τὸ Δογματικόν.

Glory. Both now. Theotokion, so-called the Dogmatic.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Τὴν θεοπρεπῆ, καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβείμ· ὁ γὰρ Δημιουργὸς τῶν ὅλων, ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ ἐν τούτῳ ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπή, ἐν αὐτῷ οὐχ ὑπῆρξε; καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη; καθὼς ὁ προφήτης λέγει· Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Μετὰ τό, Καταξίωσον κ.λ.π., ψάλλομεν τὸ Ἀναστάσιμον Στιχηρόν, Σὲ τὸν σαρκωθέντα Σωτῆρα… καὶ εἶτα τὰ παρόντα Προσόμοια.

After, “O Lord, keep us this evening…” we sing the Resurrectional Sticheron, O Christ our Savior… and then the following Prosomoia:

Στιχηρὰ τῆς Θεοτόκου.

Stichera for the Theotokos.

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Mode pl. 1. Rejoice.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Verse: I will remember your name from generation to generation. [SAAS]

Χεῖρας ἐπανατείνω πρὸς σέ, καὶ ῥυπαρὰ χείλη ἀνοίγω πρὸς δέησιν, καὶ κάμπτω καρδίας γόνυ, καὶ νοητῶς τῶν ποδῶν, σοῦ τῶν παναχράντων νῦν ἐφάπτομαι, Ἁγνὴ καὶ προσπίπτω σοι, τὰς ὀδύνας μου ἴασαι, τὰ χρόνιά μου, τὰ πολλὰ καὶ ἀνίατα, ἀγαθότητι, σῇ θεράπευσον τραύματα, ῥῦσαι ἐξ ὁρωμένων με, ἐχθρῶν ἀοράτων τε, κούφισον Κόρη τὸ βάρος, τῆς ῥαθυμίας μου, ὅπως σε, ὑμνῶ καὶ δοξάζω, διʼ ἧς εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Verse: Listen, O daughter, behold and incline your ear, and forget your people and your father’s house. For the King desired your beauty. [SAAS]

Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα Πανάμωμε, καὶ τοῦτον σαρκὶ τεκοῦσα, τὸ καθʼ ἡμᾶς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον, ψυχὴν νοεράν τε, καὶ αὐτεξούσιον ἔχοντα· ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος, διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον· ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται, ὡς ἑκατέρων δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστὸς ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Verse: The rich among the people shall entreat your favor. [SAAS]

Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σῳζομένων, ἡ φλογοφόρος λαβίς, τῆς ἀρᾶς ἡ λύσις Παντευλόγητε, γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις, ἁγιωτέρα, Χερουβεὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα, δυσθεώρητον ὅραμα, ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα, ἅρμα τοῦ Λόγου, νεφέλη, ἐξ ἧς ἀνέτειλεν Ἥλιος, ἡμᾶς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.

Rejoice! Beauty of Jacob, the one * whom God has chosen for himself and whom He has loved. * The coal-bearing tongs portrayed you, the door of those being saved, * O all-blessed Virgin, lifting of the curse. * Your womb carried God inside. You restored those who fell of old. * You are more holy than the Cherubim. You transcend * the created world. Vision difficult to perceive. * Yours is a story most unique, report indescribable. * Chariot bearing the Logos, the cloud from which has risen the Sun, * the Lord, who illumines * those in darkness and through you gives great mercy to our souls. [GOASD]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

__________

__________

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

GREAT VESPERS

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καἰ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ιʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζʹ ἢ Ϛʹ ἢ δʹ, καὶ τοῦ Ἁγίου τῆς ἡμέρας γʹ ἢ δʹ καὶ Ϛʹ, εἴπερ ἑορτάζεται ὁ Ἅγιος.

After the introductory Psalm and the first Kathisma of the Psalter, at Lord, I have cried, we use 10 verses, and we sing 7 or 6 or 4 Resurrectional Stichera, and for the Saint of the day 3 or 4 or 6 if the it is a celebrated Saint.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. αʹ.

Resurrectional Stichera from the Octoechos. Mode pl. 1.

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου· δοξάζομέν σε μονογενές.

By Your honorable crucifixion, O Christ, You humiliated the devil; and by Your resurrection You blunted the deadly sting of sin. And You rescued us through the gates of death. We glorify You, the Only-begotten Son. [GOASD]

Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.

He who gave resurrection to the human race is the One who was led like a lamb to the slaughter. The rulers of Hades shrank from Him, and the dreadful gates were shaken and removed. Then Christ the King of glory entered, and He said to the prisoners who were in darkness, “Come out into the light and show yourselves.” [GOASD]

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Great is the marvel! The Creator of things unseen, as benevolent Lord, suffered in the flesh, and as immortal God, rose from the dead. Come, all people everywhere, let us worship Him. By His tender mercy disabused of delusion, we have learned that we ought to extol one God in three hypostases. [GOASD]

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Additional Stichera by Anatolios.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾅδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι· Φωτοδότα Κύριε δόξα σοι.

We offer evening worship to You, the never-setting Light. In the fullness of time, You shined in the world, through Your flesh as through a lens. You descended to Hades, dispelling the darkness there. And You showed the light of the resurrection to all nations. O Lord, the Giver of light, glory to You! [GOASD]

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται· χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη· Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.

To Christ, the pioneer of our salvation, let us sing hymns of glory. For since He rose from the dead, the world has been saved from delusion. Angelic choirs are rejoicing; demonic error is rejected. Fallen Adam stands again, and the devil is subdued. [GOASD]

Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα έσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι· μάθετε τὰς ῥήσεις τῶν προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ παντοδύναμος.

Some of the guards were directed by the transgressors of the Law, “Cover up the resurrection of Christ. Take the sum of money and tell people, ‘The dead man was stolen from the tomb while we were asleep.’” Come now! Who has ever seen or heard that a corpse was stolen, especially embalmed and naked, with the burial cloths left behind in the tomb? O Jewish people, do not be misled. Understand what the Prophets said, and recognize that He is in fact the Redeemer of the world and all-powerful. [GOASD]

Κύριε ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον, τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.

Lord our Savior, You divested Hades of plunder, and You trampled death. You enlightened the world, by the Cross that we honor. We pray You have mercy on us. [GOASD]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

In the Red Sea long ago, there was a prefigurement of the ever-virgin Mary. There, it was Moses parting the water, and here, Gabriel took part in the wonder. Israel walked through the sea as on dry ground. The Virgin, without seed, gave birth to Christ. The sea remained impassable after the passing of Israel. The blameless Mother remained immaculate after conceiving Emmanuel. O God, the One who is and ever was and who appeared as man, have mercy on us. [GOASD]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

The Lord reigns; He clothed Himself with majesty.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Verse: The Lord clothed and girded Himself with power. [SAAS]

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: And He established the world, which shall not be moved. [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος πλ. αʹ.

Aposticha. Mode pl. 1.

Ἀναστάσιμον.

Resurrectional.

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος· σκυλεύσας ᾅδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

O Christ our Savior, who became incarnate and yet did not depart from the heavens, we are singing hymns magnifying You. For You accepted crucifixion and death for the human race, O benevolent Lord. You stormed the gates of Hades, and You rose on the third day and saved our souls. [GOASD]

Τὰ κατʼ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ.

The Aposticha, which in Greek have the Alphabet as acrostic. By St. John of Damascus.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Verse: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS]

Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας ζωῆς καὶ σωτηρίας· σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος· οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός· διὰ τοῦτο βοῶμεν· Φιλάνθρωπε Κύριε δόξα σοι.

O Giver of life, when Your side was pierced, You poured out rivers of forgiveness, life, and salvation for everyone. You accepted to die in the flesh, and thus You granted us immortality. You were enclosed in a tomb, and thus You liberated us, and as God You resurrected us in glory along with You. Therefore we sing to You: O benevolent Lord, glory to You! [GOASD]

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: And He established the world, which shall not be moved. [SAAS]

Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

Your crucifixion and descent into Hades were extraordinary, O benevolent Lord. You divested Hades of its spoils, and as God in glory You resurrected with yourself those who had been prisoners for a long time; and You opened Paradise and granted them to enjoy it. And now, as we glorify Your resurrection on the third day, we pray that You forgive us our sins, and that You grant us to dwell in Paradise, as You are especially compassionate. [GOASD]

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Verse: Holiness is proper to Your house, O Lord, unto length of days. [SAAS]

Ὁ διʼ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

For us, You submitted to the Passion in the flesh, and on the third day You rose from the dead. We implore You heal our own carnal passions, and raise us from our fatal offences, and save us, O benevolent Lord. [GOASD]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε· διʼ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε κατʼ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

All-venerable Virgin, you are the temple and the gate, the palace and the throne of the King. Through you did Christ the Lord, my redeemer, appear to those who lay asleep in darkness; for He, the Sun of Righteousness, wished to enlighten those whom He formed in His own image with His very own hand. O all-lauded Lady, since you have acquired maternal confidence towards Him, we implore you, intercede unceasingly, and entreat Him to save our souls.

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.

As the Father and Spirit are unoriginate, * so the Word, who was born from the Virgin for us. * Let us praise Him, O believers, and let us worship Him. * For our salvation He was pleased * to be crucified in the flesh, * and to undergo death, * and to resurrect the dead, by His glorious resurrection. [GOASD]

Θεοτοκίον.

Theotokion.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Hail, gate of the Lord, through which no man has passed! * Wall and shelter of all who rely on you, rejoice! * Port and haven undisturbed by any tempest, rejoice! * You gave birth to your Creator and God in the flesh, * ever remaining a virgin. * Never cease interceding for us who worship and extol your Son. [GOASD]

__________

__________

Τῌ ΚΥΡΙΑΚῌ ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

ON SUNDAY MIDNIGHT OFFICE

Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·

Canon for the Trinity

Κανὼν ὁ πέμπτος φωτὶ τῷ τρισηλίῳ.

Ἦχος πλ. αʹ. ᾨδὴ αʹ. Ἵππον καὶ ἀναβάτην.

Mode pl. 1. Ode i. N/M (He who brings wars to nothing.)

Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν· Τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δέσποτα, μετεώρισον δόξαν ἄφραστον.

We extol the dominion of the single and tri-solar essence, and we sing, “Almighty God and Master, shine on our minds, and elevate them to Your ineffable glory.” [GOASD]

Ἄνω σε τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἀσιγήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ᾄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον.

In heaven the spiritual orders of the Angels sing thrice-holy hymns, unceasingly extolling You, O triune God, the consubstantial, superessential, almighty Trinity. [GOASD]

Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τῇ ψυχῇ μου παράσχου, Τριὰς Μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δέσποτα, πολυέλεε πάσης κτίσεως.

O Trinity and Unity, the Source of light, give my soul that sweetest, light-giving nectar of Your love, and also divine and cathartic compunction, O very merciful Master of all creation. [GOASD]

Θεοτοκίον.

Theotokion.

Ὥσπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν Ἄχραντε.

O immaculate Virgin, the divine rain from heaven quietly came down into your womb, as if the fleece, and saved all of human nature, which had withered. [GOASD]

ᾨδὴ γʹ. Ὁ πήξας ἐπʼ οὐδενός.

Ode iii. N/M (O Lord, You established earth.)

Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνῳδοὺς ἀπαύστους τῆς σῆς Θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων, καὶ γηγενῶν δέξαι τὴν δέησιν, καὶ τὴν ἱκεσίαν ὡς εὔσπλαγχνος.

O tri-solar and omnific God, You conceived the spiritual beings and brought them into existence to extol Your Godhead unceasingly. We pray You also accept the prayer and supplication of Your clay and earth-born creatures, as You are compassionate. [GOASD]

Ὁ πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοῖς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος.

O God, connaturally immutable, we who are mutable, and who extol the inscrutable fount of Your goodness, pray You grant us pardon of offenses and salvation, as You are compassionate. [GOASD]

Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφῇ Θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπῆ, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν.

We glorify You, the Father, the Son, and the Spirit, not differing in essence of divinity, the single and thrice-radiant Lord of all, as the Prophets and Apostles were clearly taught by You. [GOASD]

Θεοτοκίον.

Theotokion.

Ἐφάνης τῷ Μωϋσῇ ἐν βάτῳ ὡς Ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, διʼ ἧς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας.

O Logos of God, You appeared to Moses in the bush, as the Angel of Great Counsel of the Ruler of all, foretokening Your incarnation from a Virgin, by which You transformed us and raised us up to heaven. [GOASD]

Κάθισμα. Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Kathisma. Mode pl. 1. As the Father and Spirit.

Ἐλεήμων ὑπάρχεις Τριὰς ἀμέριστε· ἐλεεῖς γὰρ τοὺς πάντας ὡς παντοδύναμος, καὶ πανοικτίρμων, συμπαθὴς καὶ πολυέλεος· διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοῖς, βαρούμενοι κεκραγότες· Ἱλάσθητι τοῖς σοῖς δούλοις, καὶ ῥῦσαι πάντας πάσης κολάσεως.

O inseparate Trinity, You are merciful. * You have mercy on everyone, as almighty God, * sympathetic, all-compassionate, and very merciful. * And that is why we who are burdened by very many sins * take refuge in You and cry out: * Be gracious to us, Your servants, * and release us all from any punishment. [GOASD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τοὺς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

All-holy Virgin, have mercy on us who now in faith * run for refuge to you who are most compassionate, * and who pray for your assistance and earnest aid, * for you are good, and you are able to save and rescue all, * by your maternal intercessions, * since you are full of divine grace, * as the Mother of the Most High God. [GOASD]

ᾨδὴ δʹ. Τὴν θείαν ἐννοήσας.

Ode iv. N/M (Habakkuk as a prophet.)

Μυεῖται τῆς μιᾶς Κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (δίς)

Daniel was initiated into the triple radiance of the one Dominion, when he saw Christ as judge going towards the Father, and the Spirit who revealed the vision. [GOASD] (2)

Πηλίνοις τοὺς ὑμνοῦντάς σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικόν τε τῇ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον.

Make us worthy of the Angels’ glory, as with mouths of clay we extol You, superessential God, single in nature and triple in hypostases. [GOASD]

Θεοτοκίον.

Theotokion.

Τὸ ὄρος δασὺ καὶ κατάσκιον, ὃ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος, τὸν δυσθεώρητον Τόκον ἐδήλου, σῆς Παρθένε συλλήψεως.

O Virgin, the mount of shaded leafy trees that Habakkuk saw of old, and from which the Holy One would come forth, as he said, revealed the Son that you conceived, and who is hard comprehend. [GOASD]

ᾨδὴ εʹ. Ὁ ἀναβαλλόμενος.

Ode v. N/M (Early do I rise to You.)

Ὁ διʼ ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, καὶ κατʼ εἰκόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον, τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος.

O my thrice-radiant God, in Your goodness You created humanity and made it according to Your image. Come and dwell in me, as You are good and compassionate. [GOASD]

Σύ με καθοδήγησον Μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἐλλάμψεως πλήρωσον, ὡς φύσει Θεὸς ἀπειροδύναμος.

O tri-solar Unity, as omnipotent God by nature, guide me in the godly paths of divine salvation, and fill me with Your radiance. [GOASD]

Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον τοῖς χαρακτῆρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, καταύγασον ταῖς αἴγλαις σου.

O undivided Light of the single nature, separated in persons, thrice-radiant and never-setting, shine Your rays in my heart. [GOASD]

Θεοτοκίον.

Theotokion.

Ὡς κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον, εὐθύς σε ἐπέγνω, Θεοῦ κατοικητήριον.

O all-immaculate Virgin, when the Prophet saw you of old as the gate that faces the never-setting light, he immediately understood you to be the dwelling-place of God. [GOASD]

ᾨδὴ Ϛʹ. Μαινομένην κλύδωνι.

Ode vi. N/M (I implore You, Master Christ.)

Τριφαὴς ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας, ὡς σύμμορφος καὶ ἰσουργός, καὶ κατʼ οὐσίαν καὶ βούλησιν. (δίς)

Godhead, being hypostatically thrice-radiant, You are one, as consubstantial and equific, in essence and will. [GOASD] (2)

Ἱκανῶς ἐδήλωσεν, ὁ Προφήτης ᾄδων τῷ Πατρί, σῷ φωτὶ ὀψόμεθα, τῷ Πνεύματι φῶς τὸν Υἱόν, ἕνα Θεὸν τὸν τρισήλιον.

When the Prophet sang his Psalm to the Father, “In Your light, namely the Spirit, we shall see light, namely the Son,” he aptly revealed the one, tri-solar God. [GOASD]

Θεοτοκίον.

Theotokion.

Τῶν πταισμάτων λύτρωσιν, καὶ κινδύνων Δέσποτα Θεέ, ἑνικὲ καὶ τρίφωτε, κατάπεμψον σοῖς ὑμνηταῖς, πρεσβείαις τῆς Θεομήτορος.

O single and thrice-radiant Master and God, to us who extol You send down freedom from offenses and from dangers, at the intercessions of the Mother of God. [GOASD]

Κάθισμα. Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Kathisma. Mode pl. 1. As the Father and Spirit.

Τὸ τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νῦν προσκυνήσωμεν, ὅτι ἐφώτισεν ἡμᾶς, καὶ ἠλέησε, καὶ ἐῤῥύσατο φθορᾶς, τὸ γένος ἄπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ Βασιλείαν ἡμῖν παρέσχετο.

Let us sing hymns and glorify the thrice-radiant light; * let us bow down and worship the simple Trinity; * for It had mercy on us and illumined us * and freed from corruption the entire human race, * and delivered the whole world * from idolatry’s deception, * and has granted us the Kingdom on high. [GOASD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἀπορήσας ἐκ πάντων πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ ταπεινῶν, κράζων τό· Ἥμαρτον, ἀλλʼ ἐπιμένω τοῖς χείροσιν, ἀναισθητῶν ὁ ἄθλιος, ἐλέησόν με πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥῦσαι, πάσης κολάσεως τὸν ἀνάξιον.

I have no other helper, and so I run to you, * all-immaculate Virgin. You are the hope of all * and the refuge of us humble sinners. Now, I cry out, * “I have sinned, yet I persist in wicked ways insensibly, * wretch that I am and unworthy. * Before the end, have mercy on me, * convert me, and free me from all punishment.” [GOASD]

ᾨδὴ ζʹ. Ὁ ὑπερυψούμενος.

Ode vii. N/M (Praiseworthy and beyond measure.)

Ὡς ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα σε ὑμνοῦντας, τριλαμπῆ Θεὸν τῶν ὅλων. (δίς)

O compassionate Lord, since You have a deep sea and infinite ocean of mercy, have mercy on those who extol You, the one, thrice-radiant God of all. [GOASD] (2)

Τὸν ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεόν σε καὶ Κύριον, ὑμνοῦντες βοῶμέν σοι· Παράσχου τοῖς σοῖς δούλοις, ἱλασμὸν ἁμαρτημάτων.

We extol You, the incomprehensible, single yet thrice-radiant God and Lord, and we pray to You: Grant Your servants forgiveness of sins. [GOASD]

Θεοτοκίον.

Theotokion.

Ῥάδαμνον ἐβλάστησας, τῷ Πατρὶ συνάναρχον, ἄνθος τῆς Θεότητος, βλαστὸν συναΐδιον, Παρθένε τὸν διδοῦντα, τὴν ζωὴν πᾶσιν ἀνθρώποις.

O Virgin, you brought forth a scion, unoriginate with the Father, a blossom of the Godhead, a co-eternal branch, your Son who gives life to all people. [GOASD]

ᾨδὴ ηʹ. Σοὶ τῷ παντουργῷ.

Ode viii. N/M (Summoning a worldwide chorus.)

Ἵνα τῆς μιᾶς, ἀνακαλύψῃς πάλαι, σαφῶς Κυριότητος, τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνοῦντι, σὸν κράτος ἑνιαῖον. (δίς)

My God, You appeared in human form to Abraham of old, to clearly reveal the three hypostases of the one Lordship. And he extolled Your single dominion. [GOASD] (2)

Σύ με πρὸς τὰς σάς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοι, ἀεὶ Κύριε πάντων.

Count me worthy to gaze at Your theurgic rays, O unapproachable light, compassionate Father, Logos, and Spirit, so that I may ever be pleasing to You, O Lord of all. [GOASD]

Θεοτοκίον.

Theotokion.

Ἤστραψας ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

All-lauded Virgin, you flashed forth to us Christ the Lord, who is one of the persons of the tri-solar glory. He initiates all to extol the one Godhead in three persons, unto the ages. [GOASD]

ᾨδὴ θʹ. Ἠσαΐα χόρευε.

Ode ix. N/M (O Isaiah, dance with joy.)

Λαλιαί σε βρότειαι, κατʼ ἀξίαν Ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν, τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῷ σῶ κράτει καὶ τὴν αἴνεσιν. (δίς)

Human words are not capable of extolling You worthily, O unoriginate Unity. Yet to the best of our ability, with faith we dare to offer glory and praise to Your dominion, O divine coequal Trinity. [GOASD] (2)

Ἰσοῤῥόπῳ δόξῃ σε, τὸν μονάρχην τρίφωτον Θεόν, δοξάζει τὰ Χερουβείμ, καὶ τὰ Σεραφείμ, ἀχράντοις ἐν στόμασι, μεθʼ ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας.

With immaculate mouths, the Cherubim and Seraphim glorify You, the monarchal, thrice-radiant God, with equivalent glory. Lord, accept us sinners as we join them, to magnify Your dominion. [GOASD]

Θεοτοκίον.

Theotokion.

Ὡς ἁγνὴ καὶ ἄμωμος, καὶ παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς, ἀπὸ πειρασμῶν, Θεὸν ἀναλλοίωτον, ἀλλὰ καὶ νῦν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε.

O Lady, as a pure and blameless virgin, you bore a Son, immutable God, who rescues us from trials and temptations. We pray you implore Him to to grant us forgiveness of offenses. [GOASD]

__________

__________

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Καθίσματα Ἀναστάσιμα.

After the first Psalter reading, Kathismata. Resurrectional Kathismata.

Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον.

Mode pl. 1. As the Father and Spirit.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

Let us honor the Cross of the Lord with solemn praise. * Let us sing hymns extolling His holy burial. * Let us highly glorify His resurrection from the dead. * For, being God, He raised the dead from the graves with himself. * He shined light on those in Hades, annihilating the power of death and the devil’s might. [GOASD]

Δόξα. Ὅμοιον.

Glory. Same Melody.

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον· ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπʼ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Lord, You who deadened death were described as being dead. You who emptied tombs had been buried in a tomb. Above, soldiers guarded the sepulcher; below, You resurrected the dead of all ages. Lord almighty and incomprehensible, glory to You! [GOASD]

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Both now. Theotokion. Same Melody.

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Holy Mountain, like that on which God once walked, rejoice! * Metaphorical bush that was not consumed, rejoice! * Only bridge connecting the world to God * and conveying mortal humans to everlasting life, * rejoice, immaculate Lady! * Ever remaining a virgin, you gave birth to Him who saves our souls. [GOASD]

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Καθίσματα Ἀναστάσιμα.

After the second Psalter reading, Kathismata. Resurrectional Kathismata.

Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα· Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε· ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.

After You had risen on the third day, O Lord, and the Apostles had worshiped You, Peter said to You, “The women were courageous, but I was afraid. The robber stated Your divinity, but I denied knowing You. Will You ever call me Your disciple again, or will you send me back to be a fisher of the sea? I pray You to receive me in repentance, O God, and save me.” [GOASD]

Δόξα. Ὅμοιον.

Glory. Same Melody.

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

The villains had You crucified between the convicts. And they pierced Your side with a spear, O merciful Master. You accepted burial. You destroyed the gates of Hades, and You rose on the third day. The Women ran to see You, and they announced Your resurrection to the Apostles. Supremely exalted Savior, whom the Angels extol, O blessed Lord, glory to You! [GOASD]

Καὶ νῦν. Θεοτοκίον. Τὸν συνάναρχον Λόγον.

Both now. Theotokion. As the Father and Spirit.

Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

Bride unwedded and Mother of God, you are the one * who turned Eve’s pain and sorrow into exultant joy. * We the faithful sing your praises and we honor you; * for you have lifted us up from the ancient curse. * All-lauded, all-holy Virgin, * never cease interceding with your Son and God to save our souls. [GOASD]

Μετὰ τὸν Ἄμωμον καὶ τὰ Εὐλογητάρια, ἡ

After Psalm 118 and the Evlogetaria:

Ὑπακοή.

Hypakoe.

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Mentally amazed by the angelic apparition, inwardly illumined by the divine resurrection, the Myrrh-bearing Women brought good tidings to the Apostles. “Proclaim the resurrection of the Lord among the Gentiles, as He works with you by signs and miracles, and He grants to us the great mercy.” [GOASD]

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Αʹ.

Anavathmoi. Antiphon 1.

Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

In my affliction, like David, I sing to You, my Savior. Deliver my soul from a deceitful tongue. [GOASD]

Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

Blessed is the life of those who dwell in the desert, as they mount up with wings of the intense love of God. [GOASD]

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.

By the Holy Spirit are all things maintained, both seen and unseen; for He is inseparably one of the Trinity with full authority. [GOASD]

Ἀντίφωνον Βʹ.

Antiphon 2.

Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

O my soul, let us be lifted to the mountains. Come to the One, from whom help comes. [GOASD]

Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

O Christ, let Your soaring right hand keep me from every kind of mischief. [GOASD]

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

To the Holy Spirit we say, theologizing, “You are God, life and intense love, light and mind. You are goodness, and You reign forever.” [GOASD]

Ἀντίφωνον Γʹ.

Antiphon 3.

Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου· χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω.

When they say to me, “Let us go into the courts of the Lord,” I am filled with great joy, and I send up my prayers. [GOASD]

Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

Over the house of David fearful things will be accomplished; a fire will be there, burning every shameful thought. [GOASD]

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.

In the Holy Spirit, as in the Father and the Logos, is the principle of life; and by Him every living being is animated. [GOASD]

Προκείμενον.

Prokeimenon.

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Arise, O Lord my God, for You reign unto the ages.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Verse: I will give thanks to You, O Lord, with my whole heart.

Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινόν, τὸ ἐνδιάτακτον. Εἶτα· Ἀνάστασιν Χριστοῦ θεασάμενοι· τὸν Νʹ Ψαλμόν, καὶ τὰ λοιπὰ (ὅρα ὄπισθεν). Μετὰ ταῦτα ψάλλονται οἱ Κανόνες.

“Let everything that breathes…” The appointed Sunday Matins Gospel. Then, “Having beheld the Resurrection of Christ…” Psalm 50, and the rest (as laid out before). Then we sing the Canons.

Κανὼν ὁ Ἀναστάσιμος.

Canon for the Resurrection.

Ἦχος πλ. αʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Mode pl. 1. Ode i. Heirmos.

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

He who brings wars to nothing with arm exalted is Christ. * Horse and rider of Egypt He shook off; and He threw them in the midst of the Red Sea * and delivered Israel, * who were singing a song of victory. [SD]

Τροπάρια.

Troparia.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Thorn-bearing, the assembly of the leaders of the Jews, * did not show You, O Benefactor, tender maternal love. * O Christ, they berated You, * as You wore a crown of thorns * and released Adam from the curse of thorns. [SD]

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

Giver of life, not liable to fall, You came to the pit, * and You raised me who fell; and You endured my putrid decay, * without being touched by it; * and You made me fragrant, * with Your divine essence’s perfume, O Christ. [SD]

Θεοτοκίον.

Theotokion.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι.

Loosed is the curse. The sentence of pain and sorrow at birth * is suspended; for Mary, who is blessed and is full of grace, * has caused joy to rise for all. * She gave birth to Christ our God, * and blossomed blessing for the whole wide world. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

ᾨδὴ αʹ. Τῷ Σωτῆρι Θεῷ.

Ode i. To our Savior and God.

Τῷ βουλήσει Σταυρῷ, προσηλωθέντι σαρκί, καὶ τῆς ἀρχαίας ἀποφάσεως, τὸν διὰ ξύλου πεσόντα ἐλευθερώσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Τῷ ἐκ τάφου νεκρῷ, ἐξαναστάντι Χριστῷ, καὶ τὸν πεσόντα συνεγείραντι, καὶ συνεδρίᾳ Πατρικῇ κατακοσμήσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Θεοτοκίον.

Theotokion.

Ἄχραντε Μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασε.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ἵππον καὶ ἀναβάτην.

He who brings wars to nothing.

Φῶς τὸ κατασκηνῶσαν, ἐν σοὶ Πανάχραντε, καὶ φωτίσαν τὸν κόσμον, μαρμαρυγαῖς Θεότητος, Χριστὸν ἐκδυσώπησον, φωτισθῆναι ἅπαντας, τοὺς ὑμνοῦντάς σε Μητροπάρθενε.

Ὡς ὡραϊζομένη, τῷ κάλλει τῶν ἀρετῶν, ἡ κεχαριτωμένη, καλλοποιὸν εὐπρέπειαν, τῇ αἴγλῃ τοῦ Πνεύματος, ὑπεδέξω Πάναγνε, τὸν τὰ σύμπαντα καλλωπίσαντα.

Σὲ πάλαι προτυποῦσα, ἡ βάτος ἡ ἐν Σινᾷ, οὐκ ἐφλέχθη Παρθένε, τῷ πυρὶ ὁμιλήσασα· Παρθένος γὰρ τέτοκας, καὶ παρθένος ἔμεινας, ὑπὲρ ἔννοιαν Μητροπάρθενε.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Ὁ πήξας ἐπʼ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

O Lord, You established earth on nothing by Your command, * and You made it free floating, heavy though it be. * Do likewise now establish Your Church on Your divine commandments, * as on a rock that is immovable. * You alone are good and humane, O Christ. [SD]

Τροπάρια.

Troparia.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δʼ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Ungrateful towards You were the children of Israel, * for all the good You did them in the wilderness. * You performed a wonder, and a rock gave honey, which they suckled. * Now in return they give You gall, O Christ; * for the manna, they give You vinegar. [SD]

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο· ἀλλʼ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

Descendants of those who were shielded by the shining cloud * laid inside a tomb Christ the Lord and life himself. * Since in His own power He rose, from on high He sent the Spirit’s * illumination that now mystically * overshadows all who believe in Him. [SD]

Θεοτοκίον.

Theotokion.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

You virginally and without labor gave birth to Him * who shone forth eternally from the undefiled * Father and became Mother of God. Therefore we orthodoxly * proclaim that you are Theotokos, for you * carried in your womb the incarnate Word. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Δυνάμει τοῦ Σταυροῦ σου.

O Christ, I pray.

Ἀνέστης ἐκ τοῦ τάφου Χριστέ, φθορᾶς θανάτου λυτρωσάμενος, τοὺς ἀνυμνοῦντας ζωοδότα, τὴν ἑκούσιόν σου σταύρωσιν,

Μυρίσαι σου τὸ σῶμα Χριστέ, αἱ Μυροφόροι κατεπείγοντο, καὶ μὴ εὑροῦσαι ὑπέστρεφον, ἀνυμνοῦσαί σου τὴν ἔγερσιν.

Θεοτοκίον.

Theotokion.

Ἱκέτευε ἀπαύστως ἁγνή, τὸν σαρκωθέντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης διαβόλου, τοὺς ὑμνοῦντάς σε Παρθένε ἁγνή.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ὁ πήξας ἐπʼ οὐδενός.

O Lord, You established earth.

Ἡ κλῖμαξ ᾗ πρὸς ἡμᾶς, κατέβη ὁ Ὕψιστος, τὴν φθαρεῖσαν φύσιν ἐπανορθώσασθαι, σὺ ἀριδηλότατα σεμνή, πᾶσι νῦν καθωράθης· διὰ σοῦ γὰρ ὁ ὑπεράγαθος, κόσμῳ ὁμιλῆσαι ηὐδόκησε.

Τὸ πάλαι προορισθέν, Παρθένε μυστήριον, καὶ πρὸ τῶν αἰώνων προγινωσκόμενον, τῷ πάντα γινώσκοντι Θεῷ, χρόνων νῦν ἐπʼ ἐσχάτων, ἐν τῇ νηδύϊ σου Πανάμωμε, πέρας εἰληφὸς ἀναδέδεικται.

Ἐλύθη ἡ τῆς ἀρᾶς, τῆς πάλαι κατάκρισις, τῇ σῇ μεσιτείᾳ Παρθένε ἄχραντε· ἐπὶ σοὶ γὰρ Κύριος ὀφθείς, πᾶσι τὴν εὐλογίαν, ὡς ὑπεράγαθος ἀνέβλυσε, μόνη τῶν βροτῶν ἐγκαλλώπισμα.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Τὴν θείαν ἐννοήσας σου κένωσιν, ἐξεστηκὼς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

Habakkuk as a prophet considered Your divine self-emptying, O Christ, and in astonishment said to You, * “For the salvation of Your people You have come, to save Your anointed ones.” [SD]

Τροπάρια.

Troparia.

Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν Ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

A type of Your immaculate Cross is seen, * when in the desert Moses made the bitter waters of Marah sweet * using a tree, O good Savior: * the tree is Your Cross that kills the taste of death. [SD]

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι· κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.

To remedy the failures in Paradise, * the tree of knowledge and the sweet forbidden fruit and destructive death, * O Lord, for us You accepted * the Cross and bitter gall, and You spilled Your blood. [SD]

Θεοτοκίον.

Theotokion.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

O Lady, as a virgin remaining chaste * you still conceived within your womb, and you gave birth without laboring. * Giving birth to God incarnate, * after childbirth you remained a virgin still. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Εἰσακήκοα τὴν ἀκοήν.

I have heard the report.

Ὡς ἐπάγη ἐπὶ γῆς, ἐν τῷ Κρανίῳ ὁ Σταυρός, συνετρίβησαν μοχλοί, καὶ πυλωροὶ αἰώνιοι, καὶ ἐβόησαν· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὡς κατῆλθεν ὁ Σωτήρ, πρὸς τοὺς δεσμίους ὡς θνητός, συνανέστησαν αὐτῷ οἱ ἀπʼ αἰῶνος θανέντες, καὶ ἐβόησαν· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον.

Theotokion.

Ἡ Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ μήτηρ μέν ἐστι, παρθένος δὲ διέμεινεν· ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Τὴν θείαν ἐννοήσας.

Habakkuk as a prophet.

Καρδίᾳ, νῷ, ψυχῇ τε καὶ στόματι, ὁμολογῶν πανευσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, τὴν σωτηρίαν καρποῦμαι, καὶ σῴζομαι Παρθένε πρεσβείαις σου.

Ὁ κτίσας ἐκ μὴ ὄντων τὰ σύμπαντα, ἐκ σοῦ κτισθῆναι τῆς ἁγνῆς, ὡς εὐεργέτης ηὐδόκησε, πρὸς σωτηρίαν τῶν πίστει, καὶ πόθῳ σε ὑμνούντων Πανάμωμε.

Ὑμνοῦσι τὸν σὸν τόκον Πανάμωμε, οἱ ὑπερκόσμιοι Χοροί, τῇ σωτηρίᾳ γηθόμενοι, τῶν ἀληθῆ Θεοτόκον, φρονούντων σε Παρθένε ἀμόλυντε.

Σὲ ῥάβδον Ἠσαΐας ὠνόμασεν, ἐξ ἧς ἐβλάστησεν ἡμῖν, ὡραῖον ἄνθος Χριστὸς ὁ Θεός, πρὸς σωτηρίαν τῶν πίστει, καὶ πόθῳ προστρεχόντων τῇ σκέπῃ σου.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Early do I rise to You, who cover yourself with light * as with a garment. O God, I cry out * to You, to illumine my soul that has been darkened, * O Christ, the only merciful Lord. [SD]

Τροπάρια.

Troparia.

Ὁ τῆς δόξης Κύριος ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Christ, the Lord of glory, who assumed inglorious form, * is voluntarily stripped of honor * and unjustly crucified, thus for me procuring * glory divine ineffably. [SD]

Σύ με μετημφίασας πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας, τοῦ μνήματος τριήμερος.

Tasting death’s destruction in the flesh without decay, * O Christ my Savior, and within three days * rising from the sepulcher, * You put the imperishable on my nature, O Lord. [SD]

Θεοτοκίον.

Theotokion.

Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας, ἀρᾶς Θεοτόκε, τὴν φύσιν τοῦ προπάτορος.

You, O Theotokos, without seed gave birth to Christ, * who is our justice and our redemption; * in so doing you have freed * the nature of Adam, our forefather, from the curse. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ὀρθρίζοντες βοῶμέν σοιε.

Arising very early.

Ἐξέτεινας τὰς χεῖρας Σωτὴρ ἡμῶν, ἐπὶ τοῦ ξύλου πάντας προσκαλούμενος, πρὸς ἑαυτὸν ὡς φιλάνθρωπος.

Ἐσκύλευσας τὸν ᾍδην Σωτὴρ ἡμῶν, τῇ ταφῇ σου, καὶ τῇ Ἀναστάσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας.

Θεοτοκίον.

Theotokion.

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ὁ ἀναβαλλόμενος.

Early do I rise to You.

Ἅπαντες Προφῆταί σε σαφῶς προήγγειλαν, γενησομένην Θεοῦ Μητέρα, Θεοτόκε πάνσεμνε· μόνη γὰρ εὑρέθης ἁγνή, τελείως ἄμωμος.

Φωτεινὴν νεφέλην σε τοῦ ζῶντος ὕδατος, ἡμῖν τὸν ὄμβρον τῆς ἀφθαρσίας, τὸν Χριστὸν ὀμβρήσασαν, τοῖς ἀπεγνωσμένοις, σεμνὴ ἐπιγινώσκομεν.

Ὡς πλησίον ὅλην σε καλὴν καὶ ἄμωμον, ἐσφραγισμένην τῇ παρθενίᾳ, καθαρῶς ἠγάπησεν, ἐν σοὶ ὁ σκηνώσας Θεός, ὡς μόνος εὔσπλαγχνος.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

I implore You, Master Christ, that You quiet the furious sea * of the passions and the soul-destroying waves; * and from corruption raise me, O compassionate Lord. [SD]

Τροπάρια.

Troparia.

Εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωήν, ἀνῆκται διὰ τοῦ πάθους σου.

Master Christ, our ancestor in the garden ate forbidden fruit, * and he slipped and fell into decay and death. * Now he is raised to life again, by Your Passion, O Lord. [SD]

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾅδην Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς, ἐπήγασας τὴν ἀνάστασιν.

Master Christ and Life itself, You went down to Hades and became * the destruction of the one destroying us. * You have gushed forth resurrection by dying for us. [SD]

Θεοτοκίον.

Theotokion.

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, παρθένος Μήτηρ βαστάσασα.

Virgin Mary bore a child; after childbirth she continued chaste. * As a truly virgin Mother, in her arms * she held the One who holds the whole wide world in His hands. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ἐκύκλωσέ με ἄβυσσος.

The deep abyss.

Ἐξέτεινας παλάμας σου, συνάγων μακρὰν διεστῶτά σου, ἐθνῶν τὰ συστήματα, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῷ ζωηφόρῳ Σταυρῷ σου ὡς φιλάνθρωπος.

Ἐσκύλευσας τὸν θάνατον, καὶ πύλας τοῦ ᾍδου συνέτριψας. Ἀδὰμ δὲ ὁ δέσμιος, λυθεὶς ἀνεβόα σοι· Διέσωσέ με ἡ δεξιά σου Κύριε.

Θεοτοκίον.

Theotokion.

Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ Κλίμακα ἔμψυχον, καὶ Πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Μαινομένην κλύδωνι.

I implore You, Master Christ.

Τοῦ παντὸς ὁ αἴτιος, καὶ τὸ εἶναι, πᾶσι παρασχών, ὡς αἰτίαν ἔσχηκε, σαρκούμενος τὸ καθʼ ἡμᾶς, σὲ Θεομῆτορ πανάμωμε.

Ἰαμάτων Δέσποινα, ψυχοτρόφων, βρύουσαν πηγήν, τοῖς πιστῶς προστρέχουσι, τῇ σκέπῃ σου τῇ εὐκλεεῖ, γινώσκομέν σε Πανάμωμε.

Σωτηρίας αἴτιον, ζωοδότην, τέτοκας ἡμῖν, αἰωνίαν λύτρωσιν, δωρούμενον τοῖς ἀληθῆ, σὲ Θεοτόκον κηρύττουσι.

Κοντάκιον. Μιμητὴς ὑπάρχων.

Kontakion.

Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

O my Savior, You descended into the netherworld, and You shattered its gates, for You are almighty God. O Creator, with yourself You raised the dead of all time, and You utterly destroyed the sting of death, O Christ. O benevolent Master, You freed Adam from the ancient curse. Therefore we all cry to You: Save us, O Lord. [GOASD]

Ὁ Οἶκος.

Oikos.

Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

When the women heard the Angel’s words, they put away their grief; and they rejoiced with trembling as they saw the resurrection. And behold, Christ came to them and said, “Rejoice! Take courage! I have overcome the world and have rescued the prisoners. Go quickly now to the Disciples and tell them that I am going before them to proclaim it in the region of Galilee.” Therefore we all cry to You: Save us, O Lord. [GOASD]

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Praiseworthy and beyond measure exalted Lord and God * extinguished the furnace fire, refreshing the three young men, * who sang to Him together, * “God of our fathers, You are blessed.” [SD]

Τροπάρια.

Troparia.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.

You assumed our flesh, O Lord, using it as bait to lure * and catch with Your hook the ancient snake, by Your might as God, * while raising those who cry out, * “God of our fathers, You are blessed.” [SD]

Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ Ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Lying in a tomb is He who is uncontainable, * the One who created earth and all of the universe. * Let us all extol Him, * “God of our fathers, You are blessed.” [SD]

Θεοτοκίον.

Theotokion.

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

You, all-blameless Virgin, gave birth to God, when He became * incarnate, in natures two, yet one in hypostasis. * Let us all extol Him, * “God of our fathers, You are blessed.” [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ὁ ἐν καμίνῳ πυρός.

Inside the furnace.

Ὁ διὰ ξύλου Σταυροῦ, τὴν τῶν εἰδώλων λύσας πλάνην, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ ἀναστὰς ἐκ νεκρῶν, καὶ τοὺς ἐν ᾍδῃ συνεγείρας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Theotokion.

Ὁ ἐκ Παρθένου τεχθείς, καὶ Θεοτόκον ταύτην δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ὁ ὑπερυψούμενος.

Praiseworthy and beyond measure.

Ὁ ἀπεριόριστος, διαμείνας ἄτρεπτος, σαρκὶ καθʼ ὑπόστασιν, ἡνώθη ὡς εὔσπλαγχνος, ἐν σοὶ τῇ Παναγίᾳ, ὁ μόνος εὐλογημένος.

Νύμφην σε πανάμωμον, Θεοτόκε Δέσποινα, συμφώνως δοξάζομεν, καὶ θρόνον τοῦ Κτίστου σου, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Μήτηρ τοῦ Παντάνακτος, ἁγνισθεῖσα Πνεύματι, Παρθένε γεγένησαι, τοῦ σὲ πλαστουργήσαντος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἔσωσέ με Κύριος, Θεομῆτορ ἄχραντε, σαρκὸς περιβόλαιον, ἐκ σοῦ περιθέμενος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔψαλλον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Summoning a worldwide chorus in the furnace, * Your Servants sang to You, O God who created all, * “All you works, to the Lord sing a hymn and praise Him; * exalt Him beyond measure unto all the ages.” [SD]

Τροπάρια.

Troparia.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον· δύο θελήσεις δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις Χριστὲ εἰς τοὺς αἰῶνας.

Praying that the cup You earnestly desired, * Your Passion, as if not voluntary, pass from You, * Christ, You exhibit the two wills corresponding * to the two essences You have unto the ages. [SD]

Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾅδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.

Christ, by Your descent to Hades, You have mocked it; * for You, who created all, made it regurgitate * all who were dead because of ancient deception, * and who exalt You beyond measure unto all the ages. [SD]

Θεοτοκίον.

Theotokion.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

You, by word alone, humanly and divinely * gave birth in virginity to God ineffably. * We, all His works, ever blessing you, O Virgin, * exalt you beyond measure unto all the ages. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.

Before the ages.

Τὸν ἐν Σταυρῷ ἑκουσίως, τὰς παλάμας ἐκπετάσαντα, καὶ τὰ δεσμὰ τοῦ θανάτου διαῤῥήξαντα, Χριστὸν τὸν Θεόν, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ὡς νυμφίον ἐκ τάφου, ἀνατείλαντα Χριστὸν τὸν Θεόν, καὶ Μυροφόροις ὀφθέντα, καὶ χαρὰν αὐταῖς φθεγξάμενον· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Theotokion.

Τῶν Χερουβεὶμ ὑπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις, ἐποχούμενον βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Σοὶ τῷ παντουργῷ.

Summoning a worldwide chorus.

Πέπαυται τανῦν, ἡ προπατόρων λύπη, χαρὰν τεξαμένης σου, τῆς Θεομήτορος· ὅθεν ἀπαύστως, ὑμνοῦμέν σε Παρθένε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾌδει σὺν ἡμῖν, τῶν Ἀσωμάτων δῆμος, Παρθένε τὸν τόκον σου τὸν ἀκατάληπτον, μίαν χορείαν, στησάμενοι σὺν πόθῳ, καὶ ὑπερυψοῦντες, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ῥεῖθρον διαυγές, ἀθανασίας Κόρη, ἐκ σοῦ ἐξελήλυθεν ὁ πάντων Κύριος, ῥύπον ἐκπλύνων, τῶν πίστει σε ὑμνούντων, καὶ ὑπερυψούντων, εἰς πάντας τοὺς αἰῶνας.

Θεῖον ἀληθῶς, καὶ φωτοφόρον θρόνον, καὶ πλάκα τῆς χάριτος, ὁμολογοῦμέν σε, Λόγον Παρθένε, Πατρὸς ὡς δεξαμένην, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἠσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὂν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

O Isaiah, dance with joy, * for the Virgin conceived in the womb; * and she brought forth a son, who is God and man. * His name is Emmanuel, Dayspring and dawn, Orient, The Branch. * We magnify the Lord, and we also call the Virgin blest. [SD]

Τροπάρια.

Troparia.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς ὅλος συναφθείς· μόνος ἁμαρτίας δέ, μὴ μετασχὼν ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι.

You, O Master Christ, assumed * from the Virgin’s womb into yourself * the nature of fallen man, fully joined to it. * Only You did not at all partake of sin; rather You have freed * all from corruption and death, by Your undefiled sufferings. [SD]

Θεοῤῥύτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλικὴ πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.

Christ our Master, ever since * Your divine blood was emptied for us * from Your immaculate and life-giving side, * the idols and sacrifice to them have ceased, whereas we on earth * everywhere offer up holy sacrifice of praise to You. [SD]

Θεοτοκίον.

Theotokion.

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνὴ Κόρη καὶ σεμνή, ἀλλʼ ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Not a disembodied God * nor again a merely mortal man * was He to whom the noble Virgin gave birth. * No, He was a perfect human and in truth perfect God as well. * We magnify Him and the Father and the Holy Spirit. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Σὲ τὴν ὑπὲρ νοῦν.

You, transcending mind.

Σὲ τὸν ἐν Σταυρῷ, τὰ πάθη δεξάμενον, καὶ θανάτῳ συντρίψαντα τοῦ ᾍδου τὴν δύναμιν, οἱ πιστοὶ ὀρθοδόξως μεγαλύνομεν.

Σὲ τὸν ἀναστάντα, ἐκ τάφου τριήμερον, καὶ τὸν ᾍδην σκυλεύσαντα, καὶ κόσμον φωτίσαντα, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

Θεοτοκίον.

Theotokion.

Χαῖρε Θεοτόκε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας αἴτησαι, πταισμάτων τὴν ἄφεσιν, δωρηθῆναι τοῖς πίστει ἀνυμνοῦσί σε.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ἠσαΐα χόρευε.

O Isaiah, dance with joy.

Ἐξ ἁγνῶν αἱμάτων σου, ἐτυρώθη σάρξ ὑπερφυῶς, τῷ πάντων Δημιουργῷ, καὶ μονογενεῖ, Υἱῷ τοῦ Γεννήτορος, οὐκ ἐξ ἀνδρός, ἄνευ δὲ σπορᾶς, ἔννους καὶ ἔμψυχος, Θεοτόκε ἀειπάρθενε.

Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, γεννήσασα σαρκικῶς, ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον· ᾗ προσβαλών, στόματι πικρῷ, ᾍδης κατήργηται, Παναγία Μητροπάρθενε.

Ἐν θρόνῳ καθήμενος, ὁ Υἱός σου τῷ δεσποτικῷ, χρυσοῖς σε ἐν κροσσωτοῖς, θείαις ἀρεταῖς, φαιδρῶς διαλάμπουσαν, ἐκ δεξιῶν, ἔστησεν αὐτοῦ, νέμων τὰ αἴσια, ὡς Μητρί σοι Παναμώμητε.

Ἐξαποστειλάριον, τὸ ἐνδιάτακτον Ἑωθινόν.

The appointed Eothinon Exaposteilarion.

Εἰς τοὺς Αἴνους.

At Lauds.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. αʹ.

Resurrectional Stichera. Mode pl. 1.

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι· πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

The sepulcher was firmly sealed by villains, O Lord. But You came forth from the tomb, much like You were born from the Theotokos. Your bodiless Angels did not know how You became incarnate, and the soldiers who were guarding You did not notice when You rose. Both of these miracles were confirmed to the prophets who inquired and revealed to them, who by faith revered the mystery. Which we now extol; and we pray You restore to us the joy and the great mercy. [GOASD]

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.

When You had crushed the age-old bars and broken the chains to pieces, You rose from the tomb, O Lord. And You left the grave clothes behind, as evidence that You were truly buried for three days. And You proceeded to Galilee, You who had been held in custody in a rock-hewn tomb. Great is Your mercy, incomprehensible Savior! Have mercy on us. [GOASD]

Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν διʼ ἠμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

The women ran to the tomb, O Lord, to see You, the Christ, who had suffered for us. When they came, they found an Angel sitting on the stone, which he had fearsomely rolled back. And he said to the women, “The Lord has risen! Go tell His disciples, ‘The Savior of our souls has risen from the dead!’” [GOASD]

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.

O Lord, just like You exited the sepulcher, although it was sealed, so You entered where Your disciples were, the doors being shut. You showed them the injuries You suffered on Your body, which You accepted and bore with long-suffering, O Savior. As the progeny of David, You endured the wounds; as the Son of God, You freed the world. Great is Your mercy, incomprehensible Savior! Have mercy on us. [GOASD]

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Additional Stichera by Anatolios.

Κύριε, ὁ βασιλεὺς τῶν αἰώνων, καὶ ποιητὴς τῶν ἁπάντων, ὁ διʼ ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν· ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Lord, You are the King of the ages and Maker of all things. For us You accepted bodily crucifixion and burial, in order to free us all from Hades. You are our God; we know no other besides You. [GOASD]

Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τίς διηγήσεται; ἢ τίς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ διʼ ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου τῷ λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾅδου συνέτριψας, καὶ ἐν τῇ ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.

Who will declare Your dazzling miracles, O Lord? Who will show Your awesome mysteries? When You became a human being for us, as You willed, You revealed the might of Your power. When You were on the cross, You opened Paradise to the robber; while You were buried, You crushed the bars of Hades; and when you rose from the dead, You enriched the universe. O compassionate Lord, glory to You! [GOASD]

Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν ἀθάνατον Λόγον καὶ Θεόν· καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀποστόλοις μηνῦσαι ἐμφανῶς· ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

The Myrrh-bearing Women came to Your sepulcher very early in the morning, seeking to anoint You, the immortal Logos and God. When they heard what the Angel said, they returned with joy, to openly tell the Apostles that You, the life of all, had risen, and that You grant forgiveness to the world and the great mercy. [GOASD]

Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε· κρῦψαι τὴν ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τί πάλιν κρῦψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρʼ ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε, τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὗ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν· καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξί· Οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾅδου τε τὴν κένωσιν; Τί τὸν τὸ νῖκος τοῦ ᾅδου καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

The soldiers who had guarded the sepulcher that had contained God said to the Jewish leaders, “Oh the folly of your counsel! Your efforts were in vain, for you attempted to guard Him who cannot be contained. Then by trying to cover up the resurrection of the one whom you had crucified, you have made it widely known. Oh the folly of your council! Why do you again take counsel to conceal what cannot be hidden? Instead you should listen to us and be willing to believe the truth of what occurred. An angel descended from heaven. His appearance was like lightning. He rolled back the stone. For fear of him we trembled and became like dead men. He addressed the mighty-minded Myrrh-bearing women and said, ‘Do you not see that the guards are mortified, the seals are broken, and Hades is emptied? Why do you seek as if a mere mortal the One who has overturned the victory of Hades and who has crushed the sting of death? Go quickly to the Apostles with the good tidings of the resurrection, and fearlessly cry aloud: Truly the Lord has risen, He who has the great mercy!’” [GOASD]

Δόξα. Τὸ Ἑωθινὸν τῆς Κυριακῆς.

Glory. The Eothinon of the Sunday.

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD]

Δοξολογία μεγάλη, καὶ μετʼ αὐτήν, τὸ τροπάριον·

The Great Doxology, followed by the Troparion:

Ἦχος δʹ.

Mode 4.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Today has salvation come to pass in the world. Let us sing to Him who resurrected from the tomb and is the Author of our life. For, destroying death by death, He gave us the victory and the great mercy. [SD]

ἀντὶ τοῦ πάλαι ψαλλομένου εἰς τὸν πλ. α, πλ. β, βαρὺν καὶ πλ. δ ἦχον, ἔχοντος οὕτως·

instead of the one that used to be sung on Sunday’s of Modes pl. 1, pl. 2, Grave, and pl. 4, which goes like this:

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ διʼ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

When You rose from the sepulcher and broke the bonds of Hades, You repealed the sentence of death, O Lord, and delivered all from the snares of the enemy. And when You showed yourself to Your Apostles, You sent them out to preach, and through them You granted peace to the whole world, O only very merciful One. [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοί.

The Typika and Beatitudes.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου.

When the robber had believed * that You the crucified were truly God, * he wholeheartedly and sincerely confessed You, * and he cried aloud to You, O Christ, “In Your kingdom, remember me.” [SD]

Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν, καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατάραν, ὡς Σωτῆρα καὶ Δημιουργόν, συμφώνως ὑμνήσωμεν.

Crucified upon the tree * of the Cross, He blossomed life for our race, * and He dried up the curse from the tree, as our Savior; * whom, as our Creator, let us all in unison extol in song. [SD]

Τῷ θανάτῳ σου Χριστέ, θανάτου ἔλυσας τὴν δύναμιν, καὶ συνήγειρας τοὺς ἀπʼ αἰῶνος θανέντας, σὲ ὑμνοῦντας τόν, ἀληθινὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν.

By Your death, O Christ our Lord, * You released us from the power of death, * and raised with yourself those who had died from the ages; * for You are our Savior and true God, whom all now extol in song. [SD]

Ἐπὶ τὸ μνῆμά σου Χριστέ, παραγενόμεναι Γυναῖκες σεμναί, ἐπεζήτουν σε ζωοδότα μυρίσαι, καὶ ὤφθη ταύταις Ἄγγελος βοῶν· Ἀνέστη ὁ Κύριος.

Pious women came at dawn * to Your sepulcher, O Giver of life, * for they wanted to anoint You with fragrant ointments. * An Angel appeared to them and said, “The Lord has arisen indeed.” [SD]

Σταυρωθέντος σου Χριστέ, ἐν μέσῳ δύο καταδίκων λῃστῶν, ὁ μὲν εἷς βλασφημῶν σε, κατεκρίθη δικαίως, ὁ δὲ ἄλλος σε ὁμολογῶν, Παράδεισον ᾤκησε.

When You were crucified, O Lord, * between two convicted robbers, O Christ, * the one was justly condemned for he unjustly blasphemed You, * but the other, for confessing You, is dwelling in Paradise. [SD]

Τῶν Ἀποστόλων τῷ χορῷ, παραγενόμεναι Γυναῖκες σεμναί, ἀνεβόησαν· ὁ Χριστὸς ἀνέστη, ὡς Δεσπότην καὶ Δημιουργόν, αὐτὸν προσκυνήσωμεν.

The pious women ran and found * the Apostles who were hiding in fear, * and they announced to them that indeed Christ had risen. * He is our Creator and our Lord. Therefore let us worship Him. [SD]

Δόξα.

Glory.

Τριὰς ἀμέριστε Μονάς, ἡ παντουργὸς καὶ παντοδύναμος, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα, σὲ ὑμνοῦμεν τὸν ἀληθινὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν.

Our Savior and our very God * we extol You, Father and Son * and the Holy Spirit, omnipotent, omnific, * Trinity and Unity, at once distinct and indivisible. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Χαῖρε ἔμψυχε ναὲ Θεοῦ, καὶ πύλη ἀδιόδευτε, χαῖρε ἄφλεκτε καὶ πυρίμορφε θρόνε, χαῖρε Μήτηρ τοῦ Ἐμμανουήλ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Rejoice, living temple of God, * rejoice, O impassable gate, * and throne that is fiery and yet not burning. * Rejoice, holy Mother of the Lord Emmanuel Christ our God. [SD]