×




Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

ON FRIDAY EVENING

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

At, Lord, I have cried, Prosomia.

Στιχηρὰ Δεσποτικά.

Stichera for the Master.

Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.

Mode 2. Joseph took You down.

Ὅταν ἐν τῇ δόξῃ σου Χριστέ, ἔλθῃς μετʼ Ἀγγέλων ἁγίων, κρῖναι τὰ σύμπαντα, ὅτε παραστήσονται, γυμνοί σοι ἅπαντες, ἀποδοῦναι ὧν ἔπραξαν, τὴν ἀπολογίαν, τότε τοῖς προβάτοις με, σύνταξον Λόγε τοῖς σοῖς, λύσιν παρασχών μοι ἐνταῦθα, τῶν πλημμελημάτων μου πάντων, ὧν περ ἐν τῷ βίῳ ἐπλημμέλησα.

When You come again, O Christ our God, * with Your holy Angels in glory to judge the universe, * when all men who ever lived shall stand before You exposed, * there to render a full account * for their every action; * then, O Word, include me in the number of Your sheep, * granting me from now absolution * of my every sin and transgression * which I have committed in this present life. [SD]

Ῥῆξον τὰς σειράς μου τῶν παθῶν, ξήρανον ψυχῆς σηπεδόνας, μόνε Φιλάνθρωπε, δώρησαί μοι δάκρυα τῆς κατανύξεως, τὴν καρδίαν μου φώτιτισον, τὴν ἐσκοτισμένην, λύτρωσαί με δέομαι, ἐκ περιστάσεως, ζάλης συμφορῶν ἐναντίων, καὶ ἐκ πειρασμῶν πολυτρόπων, τοῦ δεινοῦ ἐχθροῦ καὶ κοσμοκράτορος.

Only most benevolent God, * break apart the chains of my passions, dry up the festering * of my soul and grant me tears of true compunction, O Lord; * and illumine my darkened heart, * I fervently pray You, * and deliver me from all adverse predicaments, * turmoils and unhappy disasters, * and from all the cunning temptations * of the dreadful foe and ruler of this world. [SD]

Λάβε ὦ ψυχή μου κατὰ νοῦν, τὴν φοβερωτάτην ἐκείνην, ὥραν τῆς κρίσεως, ὅτε τρόμος λήψεται, τὴν κτίσιν ἅπασαν, καὶ καθίσῃ ὁ Ὕψιστος, ἐν θρόνῳ ἀστέκτῳ, λόγον εἰσπραξόμενος τῶν πεπραγμένων ἡμῖν· σπεῦσον, διαλλάγηθι ἔνθεν, τῷ Κριτῇ τῶν ὅλων βοῶσα· Ἥμαρτόν σοι Κύριε, καὶ σῶσόν με.

Ἕτερα τῆς Θεοτόκου. Ὅμοια.

Additional for the Theotokos. Same Melody.

Ὅλος ἐκ νεότητος ἐγώ, πάθεσιν αἰσχύνης δουλεύσας, καὶ ἀσωτίᾳ πολλῇ, τέλεον ἠμαύρωσα, τὸ κατʼ εἰκόνα Θεοῦ, καὶ πτοοῦμαι Πανύμνητε, τὴν μέλλουσαν δίκην, ὅτε παραστήσομαι τῷ σῷ Υἱῷ καὶ Θεῷ· νῦν οὖν πρὸ τοῦ τέλους μοι δίδου, κάθαρσιν Ἁγνὴ τῶν παθῶν μου, καὶ πλημμελημάτων ἀπολύτρωσιν.

Since my adolescence I have been * a slave to degenerate passions. Through immorality * I defaced the part of me that is the image of God. * O pure Virgin, I am afraid of imminent judgment, * when I shall appear before your Son and God to be judged. * Purge me of my passions, I beg you, * before my demise, holy Lady, * and secure a pardon for my trespasses. [GOASD]

Φρίττω τὸ κριτήριον Ἁγνή, καὶ τὴν τοῦ πυρὸς τιμωρίαν, τὴν αἰωνίζουσαν, καὶ τὴν ἀπαραίτητον, ὄντως ἀπόφασιν, τὸν βρυγμὸν τῶν ὀδόντων τε, καὶ τοῦ ἀκοιμήτου, σκώληκος Πανάμωμε, τὴν ἀγριότητα· ὅθεν ἐν ὀδύνῃ καρδίας, σὲ καθικετεύω Παρθένε, τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως.

Ὅτε τῶν τοῦ σώματος μελῶν, μέλλῃ ἡ ψυχή μου βιαίως, διαχωρίζεσθαι, τότε μοι παράστηθι, καὶ τῶν ἀσάρκων ἐχθρῶν, τὰς βουλὰς διασκέδασον, καὶ τούτων τὰς μύλας, σύντριψον ζητούντων με, καταπιεῖν ἀφειδῶς, ὅπως ἀκωλύτως διέλθω, τοὺς ἐν τῷ ἀέρι ἑστῶτας, ἄρχοντας τοῦ σκότους, Θεονύμφευτε.

Stand by me, all-holy Bride of God, * when my wretched soul is about to be parted forcibly * from the members of my body. Also frustrate the plans * of the bodiless enemies, * and shatter the fangs of * those who seek to swallow up my life unsparingly, * so that having nothing to block me, * I may unimpededly rise past * the rulers of darkness standing in the air. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

When grace came, the shadow of the Law passed away. The bush of old was not consumed, even as it was burning; likewise you, a virgin, gave birth and still remained a virgin. Instead of the pillar of fire, the Sun of righteousness has risen. Instead of Moses, there is Christ, the salvation of our souls. [GOASD]

Προκείμενον. Ἦχος βαρύς.

Prokeimenon. Grave Mode.

Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ· τὸ ἔλεός σου προφθάσει με.

You are my protector, O God. Your mercy shall go before me.

Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ λύτρωσαί με.

Verse: Rescue me from my enemies, O God, and redeem me from those who rise up against me. [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Μαρτυρικά.

Aposticha. Mode 2. For the Martyrs.

Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.

Since the holy Martyrs are interceding on our behalf and are sending up their praises to Christ, all delusion has ceased and by faith the human race is preserved. [SD]

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Verse: God is wondrous in His saints. [SAAS]

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

The companies of Martyrs withstood the tyrants and said: We are soldiers enlisted by the King of hosts. Though you consume us with tortures and fire, yet we do not deny the power of the Trinity. [SD]

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Verse: To the saints on His earth, in them the Lord magnified all His will. [SAAS]

Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν, τὸν ἐχθρὸν ἐνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Great is the glory that you, O Saints, obtained through faith. For not only in your suffering did you defeat the foe, but you expel evil spirits even after death. As physicians of souls and bodies you grant healings to the sick. Intercede with the Lord, to have mercy on our souls. [SD]

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Verse: Blessed are they whom You have chosen and received, O Lord. And their memorial abides from generation to generation. [SAAS]

Νεκρώσιμον.

For the Dead.

Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν ἁγίων σου κατάταξον σκηναῖς, τὰ πνεύματα τῶν σῶν δούλων Χριστέ.

A flower withers and a dream passes: likewise every human being disintegrates. Then, at the sound of the trumpet, there will be like an earthquake, and all the dead will rise to meet You, O Christ God. We pray You will then place the spirits of Your servants, whom You have taken from us, in the dwellings of Your Saints, O Master Christ. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Φωτός, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

O Mother of Light, I have committed my every hope wholly unto you. Keep me under your shelter. [SD]

__________

__________

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΩΪ

ON SATURDAY MORNING

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν. Καθίσματα Μαρτυρικά.

After the first Psalter reading. Kathismata for the Martyrs.

Ἦχος βʹ.

Mode 2.

Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπʼ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

You make Your holy martyrs shinier than gold, and You glorify Your devout ascetics, since You are good. Being importuned by them, O Christ our God, bring peace into our lives, O benevolent Lord, and let our prayer as incense rise to You, who alone dwell in the holy. [GOASD]

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παῤῥησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

O victorious Athletes of the Lord, blessed is the ground that was watered with your blood, and holy are the dwellings that received your spirits. You prevailed over the enemy in the stadium, and you openly proclaimed Christ. We pray you will earnestly entreat Him for us, that He save our souls, since He is good. [SD]

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

All surpassing every thought, all surpassing glorious, O Theotokos, are your mysteries. With your chastity sealed and your virginity preserved, still you are a mother in truth, for to the true God you gave birth. We pray you fervently entreat Him to save our souls. [GOASD]

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

After the second Psalter reading, Kathismata.

Μαρτυρικόν.

For the Martyrs.

Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι, περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν· αὐτῶν ταῖς ἱκεσίαις, καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς.

The holy Martyrs had You, who covers heaven with clouds, as a cover in the world, and thus they endured when the villains tortured them, and they negated idolatry. By their intercessions for us, O Savior, free us from the unseen enemy and save us. [GOASD]

Ἕτερα Νεκρώσιμα.

Additional for the Dead.

Εὐσπλαγχνίας ὑπάρχουσα.

N/M (As the Mother of God.)

Ὁ νεκρῶν καὶ τῶν ζώντων ὡς Θεός, ἐξουσίαν ἁπάντων ἐσχηκὼς Ζωοδότα, πρόσχες ταῖς δεήσεσι τῶν δούλων σου, δεῖξόν σου τὰ σπλάγχνα τὰ φιλάνθρωπα, καὶ δίδου τὴν ἄφεσιν ψυχαῖς, ἃς μετέστησας, ἐπʼ ἐλπίδι τῇ εἰς σέ, ὁ διʼ εὐσπλαγχνίαν ὑπεράγαθος.

O Giver of life, as God you have authority over all the dead and the living. Be attentive to the petitions of Your servants; show Your humane and tender mercies; and grant forgiveness to the souls of those who hoped in You, and whom You have transferred, O Lord, for You are transcendently good and compassionate. [SD]

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ, ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι, δοῦναι τὴν ἀνάπαυσιν.

Remember Your servants, O Lord, since You are good, and forgive them for all their sins in life; for no one is without sin except for You who are able to give rest to those who have passed away. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Holy Mother of the immaculate Light, we honor you with angelic hymns, and magnify you piously. [SD]

Κανὼν εἰς πάντας τοὺς Ἁγίους.

Canon for all Saints.

Ἦχος βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Mode 2. Ode i. Heirmos.

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

O my soul, taking up the ode of Moses, cry aloud and say: * He became for me a helper and shelter unto salvation. * He is my God and I will glorify Him. [SD]

Τροπάρια.

Troparia.

Διωγμοὺς χαλεπούς, καὶ αἰκισμοὺς σφοδροὺς καρτερικῶς, ἐνεγκόντες Ἀθληταί, πᾶσαν τὴν πλάνην ἐκ τῶν περάτων, σθένει θεϊκῷ ἐδιώξατε.

Οἱ Θεοῦ λειτουργοί, καὶ Ἱεράρχαι φέγγει νοητῷ, ἀπαστράπτοντες σαφῶς, πρὸς φῶς ὡδήγησαν εὐσεβείας, πάντων εὐσεβῶν τὰ πληρώματα.

Ὑπερήφανον νοῦν, ταπεινωθέντες Ὅσιοι καλῶς, κατεκλίνατε εἰς γῆν, καὶ ὑψωθέντες ἐνθέοις τρόποις, πᾶσι ταπεινοῖς βοηθεῖτε ἀεί.

Νεκρώσιμον.

For the Dead.

Λαμπροτάτου φωτός, καὶ αἰωνίου δεῖξον κοινωνούς, εὐφροσύνης ὡς Θεός, οὕς περ μετέστησας τῶν προσκαίρων, δούλους σου πιστούς, ὁ Θεὸς ἡμῶν.

Θεοτοκίον.

Theotokion.

Αἱ ἀσκήσει στεῤῥῶς, ἠγωνισμέναι καὶ ἀθλητικῶς, καθελοῦσαι τὸν ἐχθρόν, σεμναὶ Γυναῖκες Θεοκυῆτορ, σὲ περιεστῶσαι, εὐφραίνονται.

Κανὼν εἰς Κοιμηθέντας.

Canon for the Deceased.

Τῷ τὴν ἄβατον.

Let us sing to the Lord.

Τῷ θανάτῳ σου, καταπατήσας θάνατον, θείας ζωῆς ἀνέβλυσας ἀϊδιότητα, ἣν παράσχου ἀγαθέ, ταῖς τῶν κοιμηθέντων ψυχαῖς, ταῖς τῶν Μαρτύρων σου, πρεσβείαις ἄφεσιν, πταισμάτων χαριζόμενος.

Ὁ τὸ πλούσιον, ἀεὶ πηγάζων ἔλεος, τοῖς εὐσεβῶς φιλάνθρωπε προσδεχομένοις σε, ἐν τῷ οἴκῳ σου Χριστέ, ἐν τῇ θαυμαστῇ σου σκηνῇ, τόπον ἀνέσεως παράσχου Δέσποτα, τοῖς δούλοις σου ὡς εὔσπλαγχνος.

Ἰσχυρότατος, κατὰ θανάτου γέγονας· ὅθεν αὐτὸν ἐδέσμευσας, ἡμᾶς ῥυσάμενος, καὶ νῦν ῥῦσαι τῆς αὐτοῦ, τοὺς κεκοιμημένους φθορᾶς ὡς ὑπεράγαθος, τῆς σῆς ἐλλάμψεως, τὴν μέθεξιν δωρούμενος.

Θεοτοκίον.

Theotokion.

Στερεώσασα, τὴν κλονουμένην φρένα μου, Μήτηρ Θεοῦ βεβαίωσον, θείοις προστάγμασι, τοῦ τεχθέντος ἐκ τῆς σῆς, καθηγιασμένης γαστρός, καὶ καταργήσαντος, τοῦ ᾅδου Δέσποινα, τὸ ζοφερὸν βασίλειον.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

Barren has my mind become. * Make me fruitful, O my God, in Your compassion, * as the Husbandman of good, * and the gardener of all * that is virtuous. [SD]

Τροπάρια.

Troparia.

Πυρωθέντες τῷ πυρί, τῆς ἀγάπης τοῦ Χριστοῦ οἱ Ἀθλοφόροι, τῶν βασανων τὴν πυράν, δροσισμῷ τοῦ παντουργοῦ, ἔσβεσαν Πνεύματος.

Ἁγιώτατοι Χριστοῦ, Ἱεράρχαι καὶ σεπτοί, Ὁσίων δῆμοι, ὑπὲρ πάντων ἡμῶν, τὸν φιλάνθρωπον Θεόν, ἐκδυσωπήσατε.

Ἱερώτατος χορός, τῶν ἐνθέων Προφητῶν ἐμεγαλύνθη, καὶ Γυναίων πληθύς, ἐναθλήσασα στεῤῥῶς, δόξης ἐπέτυχον.

Νεκρώσιμον.

For the Dead.

Νεκρωθεὶς ἐπὶ Σταυροῦ, ἐδωρήσω τοῖς θνητοῖς ἀθανασίαν, ἧς τυχεῖν τοὺς πρὸς σέ, καταξίωσον Χριστέ, μεταχωρήσαντας.

Θεοτοκίον.

Theotokion.

Μετὰ πάντων Προφητῶν, καὶ Γυναίων ἱερῶν, Θεὸν Παρθένε, τὸν τεχθέντα ἐκ σοῦ, δυσώπει ἐκτενῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Κανὼν εἰς Κοιμηθέντας. Ἐν πέτρᾳ με τῆς πίστεως.

Canon for the Deceased. You strengthened me.

Ταῖς τῆς σῆς ὡραιότητος λαμπηδόσιν, αὐγάζεσθαι τοὺς πίστει κεκοιμημένους, εὐδόκησον ὁ πλούσιος ἐν ἐλέει, μετὰ Μαρτύρων σου· σὺ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ἐν τόποις ἀναψύξεως, ὡς οἰκτίρμων, ἐν χώρᾳ Ἀβραάμ τε τοῦ ἐκλεκτοῦ σου, ἀξίωσον αὐλίζεσθαι τοὺς σοὺς δούλους, τοὺς σοὶ κραυγάζοντας· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Θαλάμοις οὐρανίοις περιπολεύειν, φρονίμοις ταῖς παρθένοις συνεισελθόντας, ὑπόδεξαι τοὺς δούλους σου λαμπαδούχους, οὕς περ μετέστησας, τῷ σῷ βουλήματι, ἐκ τῶν προσκαίρων Δέσποτα, μόνε φιλάνθρωπε.

Θεοτοκίον.

Theotokion.

Νεκρωθέντα, καὶ πρὸς γῆν με ἀποστραφέντα, ἀνέστησας τεκοῦσα τὸν ζωοδότην, ἀνήγαγες ἐξ ᾅδου με κατωτάτου, τὸν Θεοτόκον σε πίστει δοξάζοντα, καὶ τιμῶντα Πάναγνε, σὲ τὴν Πανύμνητον.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.

When he foresaw Your nativity * from the Virgin, the Prophet * crying out of old proclaimed: * I have heard Your report and I have become frightened; * for You have come to us * out of Teman and from the overshadowed * holy mountain, O my Christ. [SD]

Τροπάρια.

Troparia.

Οἱ τοῦ Χριστοῦ τὰ παθήματα, εὐκλεεῖς Ἀθλοφόροι, μιμησάμενοι καλῶς, κατατεινόμενοι ἔχαιρον, πολλαῖς βασάνοις, τὰς αἰωνιζούσας ἀντιδόσεις σκοποῦντες, ὧν τυχόντες, μακαρίζονται ἀεί.

Νόμους τηροῦντες τοῦ Πνεύματος, Ἱεράρχαι προφρόνως, ἐπωκείλατε λαούς, ὡς κυβερνῆται πανάριστοι, πρὸς θεῖον ὅρμον, καὶ μετατεθέντες ἐκ τῶν κάτω θορύβων, πρὸς γαλήνην μετηνέχθητε ζωῆς.

Γῆς παρεπίδημοι ὤφθητε, μεταθέντες Πατέρες, τὸ πολίτευμα ὑμῶν ἐν οὐρανοῖς, καθὼς γέγραπται, εὐσεβοφρόνως, καὶ σαρκὸς τὰ πάθη, χαλινώσαντες πόνοις ἐγκρατείας, τῇ δυνάμει τοῦ Χριστοῦ.

Νέκρωσιν θείαν ποθήσασαι, τὴν ζωὴν τὴν ἀγήρω, προξενοῦσαν ἀληθῶς, διὰ βασάνων καὶ θλίψεων, καὶ ἐγκρατείας, τίμιαι Γυναῖκες, ἠξιώθητε ταύτης, δυσωποῦσαι τὸν Χριστὸν ὑπὲρ ἡμῶν.

Νεκρώσιμον.

For the Dead.

Ἣν μετεβίβασας Κύριε, τῶν προσκαίρων τοῦ βίου, πολυάριθμον πληθύν, ἐν ὀρθοδόξῳ λατρεύσασαν, Λόγε τῇ πίστει, πάσῃ σῳζομένων, τῇ πληθύϊ συνάψας, αἰωνίου καταξίωσον ζωῆς.

Θεοτοκίον.

Theotokion.

Ὄρος κατάσκιον βλέπει σε, ἀρεταῖς ὁ Προφήτης, Θεοτόκε Ἀββακούμ, ἐξ οὗ ἐπέφανεν ἀνθρώποις ὁ Θεός, ἀφράστως ἀρετῇ, καλύψας οὐρανούς, καὶ τὸ γένος ἀνθρώπων, διασώσας ἐκ φθορᾶς.

Κανὼν εἰς Κοιμηθέντας. Ὑμνῶ σε ἀκοῇ.

Canon for the Deceased.

Ἐλπίδι, καὶ ἀγάπῃ ζήσαντας, καὶ φρονήματι ὀρθοδόξῳ, τῆς ὑπὲρ νοῦν δόξης σου ἀξίωσον τοὺς σοὺς οἰκέτας Χριστέ, τῇ πολλῇ φιλανθρωπίᾳ σου, τῶν εὐκλεῶν Μαρτύρων ταῖς δεήσεσιν.

Ὡς ἔχων, τῆς τρυφῆς ἀέναον, τὸν χειμάῤῥουν ἀεὶ ποτίζεις, τοὺς ἐκλεκτοὺς Κύριε, μεθʼ ὧν καὶ νῦν τοὺς μεταστάντας Χριστέ, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου, παρὰ τὸ ὕδωρ θρέψον τῆς ἀφέσεως.

Σὺ ζώντων, κυριεύεις Δέσποτα, καὶ θανάτου ἐξουσιάζεις. Σὺ τοὺς ἐκ γῆς χώματι, δυνάμει σου ἐξανέστησας· διὸ τοὺς πρὸς σὲ μεταφοιτήσαντας, ἐν ταῖς αὐλαῖς σου Σῶτερ κατασκήνωσον.

Θεοτοκίον.

Theotokion.

Ἰάσω, τὸ τῆς Εὔας σύντριμμα, καὶ τὴν πάλαι ταλαιπωρίαν· τὸν κτίστην γὰρ τέτοκας, τοὺς πτώματι καταῤῥαγέντας ἡμᾶς, ἀνορθῶσαι τὸν δυνάμενον, Θεογεννῆτορ μόνη Μητροπάρθενε.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.

I implore You to scatter the mist on my soul, O Savior, * and illuminate me with the light of Your divine commandments, * as the only King of peace. [SD]

Τροπάρια.

Troparia.

Σὲ ποθοῦντες οἰκτίρμον, ἐμίσησαν πάντα κόσμον, οἱ γενναῖοι Ἀθλοφόροι, προσομιλοῦντες βασάνοις, ἀπαρνήσει τῆς σαρκός.

Ἱεράρχαι Προφῆται, καὶ Ὅσιοι θεοφόροι, ταῖς τοῦ Πνεύματος ἀκτῖσι, φωταγωγοῦντες τὴν κτίσιν, σκότος λύετε παθῶν.

Οἱ ὅσιοι Πατέρες, Προφῆται καὶ Ἱεράρχαι, καὶ ἀοίδιμοι Γυναῖκες, σοὶ τῷ Δεσπότῃ τῶν ὅλων, εὐηρέστησαν Χριστῷ.

Νεκρώσιμον.

For the Dead.

Ἱκετεύομεν Σῶτερ, οὓς ἐξ ἡμῶν προσελάβου, ἐν τῷ χορῷ τῶν ἐκλεκτῶν σου κατασκηνώσας, μετόχους δεῖξον κρείττονος ζωῆς.

Θεοτοκίον.

Theotokion.

Παναγία Παρθένε, τὸ καύχημα τῶν Μαρτύρων, καὶ Ὁσίων καὶ Δικαίων, πάσης ἡμᾶς τυραννίδος, ἐξελοῦ τῶν πειρασμῶν.

Κανὼν εἰς Κοιμηθέντας. Ὁ τοῦ φωτὸς χορηγός.

Canon for the Deceased. Lord, the provider of light.

Νενεκρωμένους ἡμᾶς, καὶ τεθειμένους ἐν φρουρᾷ, ἤγειρας ἐκ ζοφερῶν τοῦ ᾅδου κευθμώνων, ἁρπάσας ἀγαθέ, καὶ δέίξας ἁγίων Μαρτύρων στρατεύματα.

Διὰ τὸ σῶσαι ἡμᾶς, ὡς παραγέγονας Χριστέ, δέξαι νῦν, τοὺς εὐσεβῶς πρὸς σὲ μεταστάντας, καὶ κόλποις Ἀβραάμ, καὶ μετὰ Λαζάρου αὐτοὺς κατασκήνωσον.

Ἔλυσας Δέσποτα, τὸν χρόνιόν μου καὶ μακρὸν πόλεμον, τὸν πρὶν πρὸς σέ, μεσίτης καὶ πρέσβυς εἰρήνης γεγονώς, καὶ νῦν τοὺς σοὺς δούλους, οἰκτείρας ἀνάπαυσον.

Θεοτοκίον.

Theotokion.

Ὑπὸ τὴν σκέπην σου, οἱ πεποιθότες ἐπὶ σοί, ζήσονται. Μήτηρ Θεοῦ, τὸν γὰρ ζωοδότην ἐγέννησας ἡμῖν, τὸν ζωοποιοῦντα, τὰ πάντα βουλήματι.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Βυθῷ ἁμαρτημάτων συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι· ἀλλʼ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.

The gulf of my transgressions, O Savior, presses me, * and in the ocean of life I am foundering. * As once You extracted Jonah from the whale, * so now from the passions haul me up, * and bring me to safety. [SD]

Τροπάρια.

Troparia.

Στεῤῥότητι καρδίας, ἐχθρὸν οἱ ἀθληταί, καταπαλαίσαντες, τοῦτον κατέβαλον, καὶ ἔλαβον νίκης στέφος ἐκ Θεοῦ· διὸ ἐκτενῶς πρεσβεύουσι, τοῦ σωθῆναι νῦν ἡμᾶς.

Χριστοῦ τοὺς Ἱεράρχας, τιμήσωμεν πιστῶς, καὶ τοὺς Ὁσίους αὐτοῦ μακαρίσωμεν, σῳζόμενοι ταῖς δεήσεσιν αὐτῶν, ἐκ πάσης ὀργῆς καὶ θλίψεως, καὶ κακίας τοῦ ἐχθροῦ.

Ἐνήθλησε Γυναίων, ὁ ἔνθεος χορός, καὶ ἐν ἀσκήσει Θεὸν ἐθεράπευσε, καὶ ἔτυχε Βασιλείας οὐρανῶν. Αὐτῶν προσευχαῖς τὸν κόσμον σου, σῶσον μόνε Ἰησοῦ.

Νεκρώσιμον.

For the Dead.

Ὁ πλάσας ζωοδότα, τὸν ἄνθρωπον ἐκ γῆς, τοὺς ἐξ ἡμῶν μεταστάντας ἀνάπαυσον, τὴν ἄφεσιν παρεχόμενος αὐτοῖς Χριστέ, τῶν κακῶν ὡς εὔσπλαγχνος, καὶ οἰκτίρμων Ἰησοῦ.

Θεοτοκίον.

Theotokion.

Ἁγία Θεοτόκε, ἁγίασον ἡμῶν, τοὺς λογισμούς, καὶ τὸ φρόνημα στήριξον, καὶ σῶσον ἐκ τῶν βελῶν τοῦ πονηροῦ, ἀτρώτους ἡμᾶς δοξάζοντας, σοῦ τὸ ἔλεος ἁγνή.

Κανὼν εἰς Κοιμηθέντας. Ἐν ἀβύσσῳ πταισμάτων.

Canon for the Deceased. Like a deep sea, my sins.

Τῆς ἀφράστου καὶ θείας λαμπρότητος, ἔνθα τῶν Μαρτύρων χοροὶ καταξίωσον, οὓς ἀπὸ γῆς μετέστησας, παντουργῷ σου βουλήσει φιλάνθρωπε.

Ἐλλαμφθῆναι τῷ κάλλει τῆς δόξης σου, τοὺς καταλιπόντας τὸν βίον ἀξίωσον, καὶ πρὸς τὸ φῶς σου Δέσποτα, μετακεχωρηκότας τὸ ἄφραστον.

Θεοτοκίον.

Theotokion.

Ῥυομένη προθύμως ἐπίφανον, τοὺς προσκαλουμένους σε, Πάναγνε Δέσποινα, ἡ τὸν Χριστὸν γεννήσασα, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.

The Servants in the furnace fire * danced as they imitated * the Cherubim, and cried out: * Blessed are You, O Lord our God, * for You have caused all this to befall us and Your holy city, in truth and in judgment, on account of our sins. * You are supremely extolled and You are glorified, unto all the ages. [SD]

Τροπάρια.

Troparia.

Ὑπομονῇ κατέβαλον, οἱ Ἅγιοι τὸν Βελίαρ, ὑπενεγκόντες πᾶσαν πεῖραν βασάνων χαλεπῶν, ὅτι ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγάπησαν, τὸν παθόντα διὰ τὰς ἁμαρτίας ἡμῶν. Αὐτῶν προσευχαῖς, σῶσον πάντας Λόγε, πειρασμῶν καὶ κινδύνων.

Φωτοειδεῖς Ἱεράρχαι, καὶ Ὅσιοι καὶ Προφῆται, καὶ Ἱερομαρτύρων ἡ ἀξιάγαστος πληθύς, καὶ Γυναικῶν ἁγίων, ἅγιος κατάλογος, ἐν ἀσκήσει καὶ ἀθλήσει λάμψας φαιδρῶς, ὑπὲρ ἡμῶν ἀεί, δέησιν ποιεῖσθε, ὅπως ἐλεηθῶμεν.

Νεκρώσιμον.

For the Dead.

Ἔνθα ὀδύνη πέφευγε, στεναγμός τε καὶ λύπη, ὅπου τὸ φῶς ἐκλάμπει, Χριστέ, τοῦ σοῦ προσώπου, ἔνθα ἁγίων δῆμοι, νῦν περιχορεύουσι, τάξον πάντας τοὺς μεταστάντας ἀφʼ ἡμῶν, τὰ πταίσματα αὐτῶν, πάντα παραβλέψας, ὡς μόνος ἐλεήμων.

Θεοτοκίον.

Theotokion.

Μετὰ μαρτύρων ἄχραντε, καὶ Ὁσίων Πατέρων, καὶ Προφητῶν πασῶν τε, τῶν ὁσίων Γυναικῶν, τὸν ἐν ἁγίοις μόνον ἐπαναπαυόμενον, ἐκδυσώπει ἡμᾶς καθαγιάσαι ἁγνή, ἁγίαις ἐν φωναῖς, τοὺς δοξολογοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

Κανὼν εἰς Κοιμηθέντας. Ἀντίθεον πρόσταγμα.

Canon for the Deceased. The godless decree.

Ὁ ὢν καταβέβηκας, ἐπὶ τὸ σῶσαι, τὸ πάλαι πλανώμενον, ἀνθρώπων γένος Κύριε· διό σε οἱ Μάρτυρες, ἀεὶ καθικετεύουσι, τούτους οὓς μετέστησας ἐκ γῆς, ἐν γῇ πραέων, Σῶτερ ἀνάπαυσον.

Νεκρώσει τὴν νέκρωσιν, ἀπετινάξω, ἐν νεκροῖς ἐλεύθερος, αὐτὸς μόνος γενόμενος, καὶ νῦν τῆς νεκρώσεως, τῆς ἁμαρτίας Δέσποτα, λύτρωσαι τοὺς δούλους σου, δεικνύς, καὶ κληρονόμους, τῆς Βασιλείας σου.

Πολλή σου καὶ ἄφατος, ἡ εὐσπλαγχνία, ἀμέτρητος ἄβυσσος, ἡ τῆς φιλανθρωπίας σου· πταισμάτων οὖν ἄφεσιν, τοῖς μεταστᾶσι Χριστὲ δίδου, καὶ τῇ χάριτι τῇ σῇ κεκαθαρμένους, αὐτοὺς ἀνάδειξον.

Θεοτοκίον.

Theotokion.

Λυχνία γεγένησαι, τῆς θείας δόξης, ἀπαύγασμα φέρουσα, Παρθένε διὰ Πνεύματος, ἡμῖν φανερούμενον, καὶ τὴν τοῦ ᾅδου ἀχλύν, φέγγει τῆς Θεότητος αὐτοῦ, ἐξαφανίζον θεοχαρίτωτε.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὅρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Within the bush once, the Lord * on Mount Sinai prefigured * unto Moses the virgin Maiden’s miracle of old.* Extol Him as you bless Him, * and exalt supremely, * unto all the ages. [SD]

Τροπάρια.

Troparia.

Ῥεῦσαν τὸ αἷμα ὑμῶν, καθηγίασε πᾶσαν, Ἀθλοφόροι τὴν κτίσιν, καὶ ἐξήρανε σαφῶς, τὴν χύσιν τῆς ἀπάτης, καὶ τῶν πιστῶν τὰς ψυχάς, κατήρδευσε πλουσίως.

Ὤφθη χορὸς Ἀσκητῶν, Ἱερέων τε δῆμος, καὶ Γυναίων ἁγίων, Προφητῶν τε εὐκλεῶν, ὁμότιμος Ἀγγέλων, ἀγγελικῶς ἐπὶ γῆς, ἐν Πνεύματι βιώσας.

Νεκρώσιμον.

For the Dead.

Οὓς ἐξ ἡμῶν Ἰησοῦ, προσελάβου ἐν κόλποις, Ἀβραὰμ κατατάξας, μετὰ πάντων ἐκλεκτῶν, ἀνάπαυσον, παρέχων, ἁμαρτημάτων αὐτοῖς, ὡς πανοικτίρμων λύσιν.

Θεοτοκίον.

Theotokion.

Θεοκυῆτορ ἁγνή, μετὰ πάντων Μαρτύρων, Προφητῶν καὶ ὁσίων, καὶ ἁγίων Γυναικῶν, καὶ Ἱερομαρτύρων, κατοικτειρῆσαι ἡμᾶς, τὸν Σωτῆρα δυσώπει.

Κανὼν εἰς Κοιμηθέντας. Κάμινός ποτε.

Canon for the Deceased. Heeding the divine decree.

Ἔδειξας ἡμῖν, τοῦ δυσμενοῦς θανάτου, τὰς διεξόδους ὡς ἀθάνατος, τῇ θείᾳ δυνάμει σου, τὰς εἰσόδους δὲ ἐγνώρισας, τὰς τῆς ζωῆς ἀθάνατε, ἧς περ οἱ Μάρτυρές σου, νῦν ἐπαξίως ἐπέτυχον.

Κάλλους νοητοῦ, τοῦ σοῦ κατατρυφῆσαι, τοὺς μεταστάντας καταξίωσον, τὸ αἶσχος τὸ δύσμορφον, ἐκκαθαίρων, ὡς φιλάνθρωπος, τῆς ἁμαρτίας Δέσποτα· μόνος γὰρ ἀνεδείχθης, τῆς ἁμαρτίας ἐλεύθερος.

Ὤρθωσας ἡμᾶς, Χριστὲ τοὺς πεπτωκότας, εἰς χοῦν θανάτου, τῷ θανάτῳ σου ζωὴν χαριζόμενος, καὶ τρυφὴν τὴν ἀτελεύτητον, καὶ χαρμονὴν ἀΐδιον, ἧς νῦν τοὺς μεταστάντας, ὡς ἐλεήμων ἀξίωσον.

Θεοτοκίον.

Theotokion.

Μέγα καὶ φρικτόν, ὑπάρχει Θεομῆτορ, τῆς σῆς λοχείας τὸ μυστήριον· Θεὸν γὰρ ἐγέννησας, ὃν ὁ θάνατος οὐκ ἔστεξε, καὶ τάφος οὐ διέλυσεν· ὅθεν σε Παναγία, πάντα τὰ ἔθνη δοξάζομεν.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.

You conceived within your womb extraordinarily * the Logos who outside time came forth from God the Father. * We faithful magnify you with our never silent hymns. [SD]

Τροπάρια.

Troparia.

Ἰσχυροὶ κατὰ παθῶν, δυνατοὶ κατὰ ἐχθρῶν, φανέντες Ἀθλοφόροι, ἀπηνέγκατε νίκην, ἀθλήσαντες νομίμως, καὶ στεφθέντες ἐκ Θεοῦ.

Ὡς Θεοῦ Ἱερουργοί, καὶ Ποιμένος τοῦ καλοῦ, μιμηταὶ γεγονότες, ἐποιμάνατε αὐτοῦ, τὰ θρέμματα ὁσίως, Ἱεράρχαι εὐκλεεῖς.

Σὺν ὁσίοις Ἀσκηταῖς, καὶ Προφήταις ἱεροῖς, τιμήσωμεν Γυναίων, ἀθλησάντων τὰ πλήθη, καὶ τῶν ἐν ἀσκήσει, καθελόντων τὸν ἐχθρόν.

Νεκρώσιμον.

For the Dead.

Ἡ πανένδοξος Χριστέ, τῶν Ὁσίων σου πληθύς, ἀπαύστως δυσωπεῖ σε. Οὓς μετέστησας πίστει, μετόχους αἰωνίου, δεῖξον Κύριε ζωῆς.

Θεοτοκίον.

Theotokion.

Φιλοικτίρμονα Θεόν, ἡ κυήσασα σαρκί, μετὰ πάντων Ἁγίων, καθικέτευε ἀεί, κινδύνων ἡμᾶς σῶσαι, Μητροπάρθενε ἁγνή.

Κανὼν εἰς Κοιμηθέντας. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα.

Canon for the Deceased. Lady, from your virginal belly.

Ἔχων ἐξουσίαν καὶ ζώντων, καὶ νεκρῶν ζωαρχικώτατε, τοῖς ἀπὸ γῆς πρὸς σὲ μεταφοιτήσασι, κληρουχίαν ἐν οὐρανοῖς, παράσχου καὶ λαμπρότητα, τὴν τῶν ἁγίων Δέσποτα, καὶ τῶν ἐνδόξων Ἀθλοφόρων σου.

Λόγος ὢν ὁ πάλαι, τὸ εἶναί μοι διδοὺς ζωαρχικώτατε, καὶ τὸ εὖ εἶναι πάλιν χαριζόμενος, ἐν τοῖς κόλποις τοῖς ὀρεκτοῖς, Ἀβραὰμ τοῦ προπάτορος, τοὺς μεταστάντας δούλους σου, ὡς ἐλεήμων κατασκήνωσον.

Ὅλος χρηματίζεις Σωτήρ μου, γλυκασμὸς φωτοειδέστατος, ὅλος ὑπάρχεις ἔφεσις ἀκόρεστος, τὸν χειμάῤῥουν τὸν τῆς τρυφῆς, καὶ ὕδωρ τῆς ἀφέσεως, τοὺς κοιμηθέντας πότισον, ἀκαταπαύστως σὲ δοξάζοντας.

Θεοτοκίον.

Theotokion.

Σὲ τὴν Θεοτόκον ἀξίως, οἱ πιστοὶ νῦν μακαρίζομεν, τοῖς θεοπνεύστοις λόγοις σου ἑπόμενοι· σὺ γὰρ μόνη τοῖς ἐπὶ γῆς, Θεὸν ἐκυοφόρησας, τὸν τοῦ θανάτου λύσαντα, τὴν δυναστείαν Μητροπάρθενε.

Ἀπόστιχα τῶν Αἴνων.

Aposticha of Lauds.

Μαρτυρικά. Ἦχος βʹ.

For the Martyrs. Mode 2.

Τὸν Σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

The holy Martyrs took the Cross of Christ as invincible armor, and they neutralized all the power of the devil. They were awarded heavenly medals, and now for us they have become a fortification, as they ever intercede on our behalf. [GOASD]

Τῶν Ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ, ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος.

Your many Saints implore You, O Christ. Have mercy on us, O benevolent Lord. [SD]

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

Every city and land venerates your relics, O victorious Martyrs. For having lawfully contested, you received a heavenly crown. And therefore you are the pride of priests, the victory of rulers, and the Church’s grand dignity. [SD]

Νεκρώσιμον.

For the Dead.

Οἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Alas! Such agony afflicts a soul when it is separated from its body. Alas! How it weeps then, but there is no one to have mercy on it. It turns its eyes towards the Angels and prays to no avail. It reaches for other people, but there is no one who can help. Therefore, my beloved brethren, let us realize how short is our life, and let us pray to Christ to grant repose to the departed, and great mercy to our souls. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου.

Glory. Both now. Theotokion. Joseph took You down.

Ὅλην τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὅλος ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον, οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗ περ ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον, καὶ σῶσόν με.

I, the wretch, have wasted all the time * of my life in sins and in vices, O pure one; now I am left * destitute completely of all good and virtuous deeds. * And I see now that death, alas, * is quickly approaching, * and I shudder at the judgment of your Son, our God. * Rescue me from this, holy Virgin, * and before that anguish, O Lady, * save me and return me to the path of life. [SD]

Εἰ δέ ἐστιν, Ἀλληλούϊα, λέγομεν τὰ ἀνωτέρω Μαρτυρικὰ εἰς τοὺς Αἴνους, Ἀπόστιχα δὲ ταῦτα.

When Alleluia is sung at Matins, we sing the foregoing hymns for the Martyrs as Lauds, and the following Aposticha.

Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.

Mode 2. Joseph took You down.

Ῥύμην τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα, πᾶσι δὲ ἐπήγασας, ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, Σωτὴρ ἐδωρήσω· ὅθεν σου δεόμεθα, καὶ νῦν ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀθανάτου σου δόξης, τούτους καταξίωσον, Φιλάνθρωπε.

Master, by Your own life-bearing death * You destroyed the force and corruption that once belonged to death. * You became the source of everlasting life to all * mortal men, and unto the dead * You gave resurrection. * Therefore, Savior, we entreat You to give rest to all * who with faith have passed away to You; * count them worthy of Your immortal * glory, O benevolent and gracious Lord. [SD]

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS]

Ἵνα τοὺς ἀνθρώπους κοινωνούς, θείας βασιλείας ἐργάσῃ, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον, καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον, Φιλάνθρωπε.

You accepted voluntary death * after You endured crucifixion, * O Lord, in order to make * human beings sharers in Your divine kingdom and rule. * Therefore, Savior, we pray to You, * that in Your compassion, * You will make the ones who passed away to You with faith * sharers in Your kingdom, O Master; * count them worthy of Your eternal, * everlasting glory and beatitude. [SD]

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Verse: Their souls shall dwell among good things. [SAAS]

Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας, ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα Κόσμον, Αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον Φιλάνθρωπε.

Wishing to redeem what You had made, * Lord exceeding good, You rejoiced as You executed Your plan * of salvation, which was a profound mystery. * And You offered Your precious Blood * as payment and ransom * for the world. Therefore we entreat You grant to all * who with faith have passed away to You, * that they may enjoy Your sweet beauty, * since You are benevolent, O gracious Lord. [SD]

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Verse: And their memorial abides from generation to generation. [SAAS]

Τρόμῳ, τῷ φρικτῷ καὶ φοβερῷ, θρόνῳ σου Χριστὲ παρεστῶτες, οἱ ἀπʼ αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τῶν πρὸς σὲ μεταστάντων, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.

Trembling will the dead of every age * stand before Your frightful and awesome throne and tribunal, O Christ, * waiting for Your righteous verdict, O our Savior and God, * and in anticipation of Your just divine judgment. * Then, O Master and our Savior, spare Your servants, we pray, * all those who in faith have departed * to You, O Lord, and count them worthy * of Your everlasting bliss and blessedness. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Δεῦτε τὴν Μητέρα τοῦ φωτός, ὕμνοις ἀσιγήτοις βοῶντες, πάντες δοξάσωμεν· αὕτη γὰρ ἐκύησε τὴν σωτηρίαν ἡμῶν, καὶ τὸ χαῖρε προσάξωμεν, ὡς μόνῃ τεκούσῃ, πάντων ἀρχαιότατον, τὸν πρὸ αἰώνων Θεόν. Χαίροις ἡ τὴν Εὔαν τεκοῦσα, πάλιν ἀναπλάσαντα. Χαίροις, ἄχραντε Παρθένε ἀπειρόγαμε.

Let us praise the Mother of the Light * glorifying her, O believers, with our unceasing hymns. * Since she carried our salvation in her womb, let us all * now salute her and say, “Rejoice, * for you only gave birth * to the pre-eternal God, who is more ancient than all. * Unwed and immaculate Virgin, * rejoice, holy Mother of Christ God * Who refashioned our ancestral mother Eve. [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Οἱ Μακαρισμοί. Ἦχος βʹ.

The Beatitudes. Mode 2.

Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD]

Τοῦ Χριστοῦ τὰ παθήματα, μιμησάμενοι Μάρτυρες, πάθη ποικίλα βροτῶν, ἀεὶ θεραπεύετε.

Holy Martyrs, since you have imitated Christ’s sufferings, * you continually cure all kinds of human suffering. [SD]

Σὺν Προφήταις Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, τῷ πάντων Δημιουργῷ, καλῶς εὐηρέστησαν.

The Apostles, monastic Saints, holy Teachers and Prophets all * were well pleasing to the Lord and Creator of the universe. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Μετὰ πάντων ἀνάπαυσον, τῶν Ἁγίων σου Κύριε, οὓς προσελάβου πιστούς, δεόμεθα δούλους σου.

We entreat You, O God on high, grant repose there with all Your saints * to Your faithful servants whom You took to yourself, O Lord. [SD]

Δόξα.

Glory.

Ὦ Τριὰς ὁμοούσιε, τοὺς ὑμνοῦντάς σε οἴκτειρον, ἐκ τῶν σκανδάλων ἐχθροῦ, πάντας λυτρουμένη ἀεί.

Consubstantial Trinity, have compassion on those who sing * glorifying You, and ever save them from the snares of the foe. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τὰς δεήσεις τῶν δούλων σου, μὴ παρίδῃς Πανάμωμε, σῴζουσα ἡμᾶς ἐκ πολλῶν πταισμάτων καὶ θλίψεων.

Overlook not the prayers of us your servants, all-blameless Maid; * save us from afflictions that result from our many sins. [SD]

ΤΕΛΟΣ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΗΧΟΥ

END OF MODE 2

Κἂν δευτέραν εἴληφας ἐν τάξει θέσιν,

Ἀλλʼ ἡδονὴ πρώτη σοὶ τῷ μελιρρύτῳ.

Τὸ σὸν μελιχρόν, καὶ γλυκύτατον μέλος,

Ὀστᾶ πιαίνει, καρδίας τʼ ἐνηδύνει.

Σειρῆνες ᾖδον δευτέρου πάντως μέλη,

Οὕτω πράως σοι ρεῖ μελισταγὲς μέλος.