×




Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ

ON THURSDAY EVENING

Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.

At, Lord, I have cried, Prosomia.

Στιχηρὰ Σταυρώσιμα.

Stichera for the Cross.

Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.

Mode 2. Joseph took You down.

Σῶτερ ἡλωθέντα σε Σταυρῷ, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα ναοῦ ἐῤῥήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμῳ διεσχίζοντο, ὁρᾷν μὴ σθένουσαι, Κτίστην τὸν αὐτῶν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

Savior, when You hung upon the Cross, * seeing You the sun became darkened from overwhelming fear, * and the curtain of the Temple then was torn in two, * and the earth shook in every place, * and likewise in horror * rocks and boulders split apart, unable to behold * hanging on a cross their Creator * willfully to suffer unjustly, * nor the lawless men humiliating You. [SD]

Ὅλος καταβέβληται εἰς γῆν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου Φιλάνθρωπε· Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σῴζεται, ὁ πρὶν κατάκριτος· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας σου ἀξίωσον.

Since You have been lifted on the Cross, * the malignant serpent has utterly been cast down to earth, * overthrown completely, as a slain monstrosity, * O benevolent Savior Christ, * while Adam the former * convict from the curse is loosed, and he is being saved. * Therefore we implore You, O Master: * Save us, and on all have compassion, * and account us worthy of Your blessed Rule. [SD]

Ὅτε ὁ παράνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε κτίσις ἅπασα, φόβῳ ἐτρόμαξε, τὰ τοῦ ᾅδου βασίλεια, καὶ κράτος θανάτου, πάντα ἐξηφάνισται, θείᾳ δυνάμει σου, τότε καὶ Ἀδὰμ ὁ προπάτωρ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου, Φιλάνθρωπε.

Savior, and the Life of all the world, * when the lawless people suspended You on a wooden cross, * all creation, horrified, then quaked in fear and awe. * By Your might and divinity * the kingdom of Hades * disappeared, accompanied by the dominion of death. * Then, too, did the forefather Adam * joyfully cry out to You: Glory * to Your condescension and benevolence. [SD]

Ἕτερα Στιχηρά. Τῆς Θεοτόκου. Ὅμοια.

Additional Stichera. For the Theotokos. Same Melody.

Νεῦσον ταῖς δεήσεσιν Ἁγνή, τῶν σῶν οἰκετῶν, καὶ παράσχου, πηγὰς δακρύων ἡμῖν, ἵνα ἀποπλύνωμεν τῶν ἐγκλημάτων ἡμῶν, τὰς κηλῖδας Πανάμωμε, καὶ σβέσωμεν φλόγα, τοῦ διαιωνίζοντος καὶ πικροτάτου πυρός· σὺ γὰρ τῶν ἐξ ὅλης καρδίας, σὲ τὴν τοῦ Δεσπότου Μητέρα, ἐπικαλουμένων τὰς δεήσεις πληροῖς.

Pure one, we entreat you to incline * unto our petition and grant us your servants founts of tears * so that we may weep and thereby wash away the stains * of our sins, O all-blameless one, * and also extinguish * the flame of the never-ending and most bitter fire. * For indeed you answer the prayers * of those who wholeheartedly call on * you the holy Mother of our Lord and God. [SD]

Ζάλῃ ἐναντίον λογισμῶν, καὶ ταῖς τρικυμίαις τοῦ βίου, κλυδωνιζόμενος, πνεύμασιν ἀτάκτοις τε περιφερόμενος, τοῦ δεινοῦ κοσμοκράτορος, βοῶ σοι Παρθένε· Σπεῦσον ἐξελέσθαι με, τῶν κατεχόντων δεινῶν, ὅπως εὐχαρίστῳ καρδίᾳ, σοῦ τὰ μεγαλεῖα κηρύττω, πᾶσι τοῖς πιστοῖς θεοχαρίτωτε.

Ἴδε τὴν ἀσθένειαν ἐμήν, καὶ τὴν τῆς ἀθλίας ψυχῆς μου, ταλαιπωρίαν Ἁγνή, καὶ τὴν τῆς καρδίας μου, κάκωσιν Δέσποινα, καὶ βουλὰς διασκέδασον, ἐχθρῶν ἀοράτων, τῶν ἐπεμβαινόντων μοι, καὶ πολεμούντων δεινῶς· σὺ γὰρ τὸν Θεὸν τετοκυῖα, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσι, δύνασαι παρέχειν ἀπολύτρωσιν.

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον.

Glory. Both now. Stavrotheotokion. Same Melody.

Ὢ τῆς ἀγαθότητος τῆς σῆς! ὢ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὢ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὁλοφυρομένη, πῶς ὁ ὢν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

My help comes from the Lord, who made heaven and earth.

Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Verse: I lifted my eyes to the mountains; from where shall my help come? [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Σταυρώσιμα.

Aposticha. Mode 2. For the Cross.

Σῶσόν με Χριστὲ Σωτήρ, τῇ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσσῃ, καὶ ἐλέησόν με ὁ Θεός.

By the power of Your Cross, save me, O Christ my Savior, Who saved Peter in the sea, and have mercy on me, O God. [SD]

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοῖς πιστεύουσιν εἰς σέ, καὶ διʼ αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ· διὸ βοῶμεν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοι.

O Christ our God, You have made the tree of Your Cross a tree of life for us who believe in You. Through it You destroyed him who had the power of death, and granted life to us who were dead because of sin. Therefore we cry out to You, O Benefactor of all: Glory to You, O Lord. [SD]

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]

Μαρτυρικόν.

For the Martyrs.

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

The prizewinning Martyrs, who loved no earthly enjoyments, were accounted worthy of the bounties of heaven. They have become fellow citizens of the Angels. By their intercessions, O Lord, have mercy on us and save us. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου.

Glory. Both now. Stavrotheotokion. Joseph took You down.

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, διʼ οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, διʼ ἐμοῦ τῆς σὲ τετοκυίας, θείας παρακλήσεσιν ὡς εὔσπλαγχνος.

Pure one, when you saw the Bunch of grapes * hanging on the Cross wholly ripened, which without being tilled * you had carried in your womb, that is your Son and God, * you lamented and mourned aloud * and cried: O my Child, * let the new sweet wine drip forth, O Benefactor, by which * all intoxication of passions * may be swept away in Your mercy, * through the ardent prayers of me who gave You birth. [SD]

__________

__________

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΩΪ

ON FRIDAY MORNING

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Σταυρώσιμα.

After the first Psalter reading, Kathismata. For the Cross.

Ἦχος βʹ.

Mode 2.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστε ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα· Κύριε δόξα σοι.

You worked salvation in the midst of the earth, O Christ our God. You stretched out your immaculate hands on the Cross, and gathered all the nations, who cry to You: “Lord, glory to You!” [SD]

Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

O benevolent Lord, as an intercessor we we present to You the life-giving Cross of Your goodness, which we the unworthy have as a gift from You. Save our leaders and our nation and keep them in peace, through the Theotokos. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Εὐσπλαγχνίας ὑπάρχουσα.

Glory. Both now. Stavrotheotokion. As the Mother of God.

Καθορῶσα νεκρούμενον Χριστόν, θρηνῳδοῦσα ἐβόα ἡ ἀμνὰς καὶ Παρθένος. Ὢ μιαιφονίας τόλμημα! Κρύψον σου τὸ φέγγος νῦν ὁ ἥλιος· ὁ κτίσας γὰρ ἅπαντα, νεκροῦται βουλήματι, καὶ ὁρᾶται ὡς κριτός, ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.

When the Ewe-lamb and Virgin beheld * that Christ was being killed, she lamented and she cried out, * “Who could be so shameless and murderous? Sun, in utter horror, now hide your rays. For He who created everything is willingly put to death; * the Lord of angelic hosts is viewed as a criminal.” [SD]

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Σταυρώσιμα. Αὐτόμελον.

After the second Psalter reading, Kathismata. For the Cross. Automelon.

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

We venerate Your immaculate icon, O good Lord, and entreat You to forgive our offenses, O Christ our God. By Your own choice you were pleased to ascend the Cross in the flesh, to deliver us, whom You created, from our slavery to the foe. Therefore we cry to You with gratitude: You have filled all things with joy, O our Savior, by coming to save the world. [SD]

Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσῃς με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τῇ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

O Savior, you illumined the earth by Your Cross, and You called all sinners to repentance. I pray You do not separate me from Your flock, O Good Shepherd. But rather look for me, the lost sheep, and include me in Your holy flock, O only good and benevolent Master. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.

Glory. Both now. Stavrotheotokion.

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

You are supremely glorified, O Virgin Theotokos; we sing your praise. By your Son’s crucifixion, Hades was overthrown and death itself has died. We who were dead have risen and have been granted life. We have received the original enjoyment of Paradise. Therefore we give thanks and send up glory to Christ our God, the only strong and very merciful Lord. [GOASD]

Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.

After the third Psalter reading, Kathismata.

Σταυρώσιμον.

For the Cross.

Ὡς ὁ Λῃστὴς ὁμολογῶ, καὶ βοῶ σοι τῷ ἀγαθῷ· Μνήσθητι μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου, καὶ σὺν αὐτῷ με συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.

Like the Robber, I confess, and I cry to You who are good: “Remember me, O Lord, in Your kingdom.” Number me with him, O Savior who voluntarily accepted to suffer on our behalf. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, καὶ σῶσον ἡμᾶς.

In the world the Saints had You as their cover, You who cover heaven with clouds. They endured the torments of the ungodly, and they destroyed the error of idolatry. By their entreaties, O Lord, liberate us from the invisible enemy, and save us. [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.

Glory. Both now. Stavrotheotokion.

Παρεστῶσα τῷ Σταυρῷ σου ἡ ἀσπόρως τεκοῦσά σε, καὶ μὴ φέρουσα ὁρᾷν ἀδίκως πάσχοντα, ὠλοφύρετο, κλαυθμῷ, καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

When Your Mother, who gave birth to You without seed, was standing near Your Cross, she could not bear to watch You suffer unjustly. She lamented and wept and cried out to You, “O sweetest Son of mine, how do You suffer, since You are by nature impassible? I extol Your extreme goodness.” [SD]

Κανὼν Σταυρώσιμος.

Canon for the Cross.

Ἦχος βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Mode 2. Ode i. Heirmos.

Ἄτριπτον ἀσυνήθη, ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.

When they had traversed dry-shod * the sea path that was untrodden and unusual, * then chosen Israel did cry aloud: * Let us sing unto the Lord, for He is glorified. [SD]

Τροπάρια.

Troparia.

Σταύρωσιν κατεδέξω, καὶ ἥλοις προσεπάγης ἀτίμως Λόγε, πάντας τιμῆσαι θέλων τοὺς βροτούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας.

Τείνας Σταυρῷ παλάμας, ὁ τείνας πόλον Σῶτερ, καθάπερ δέῤῥιν, ἐνηγκαλίσω ἔθνη καὶ λαούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας.

Μαρτυρικά.

For the Martyrs.

Ἄραντες ἐπὶ ὤμων, Σταυρὸν οἱ ἀθλοφόροι, τῷ σταυρωθέντι, ἀκολουθῆσαι εἵλοντο Χριστῷ, τούτου συμμορφούμενοι, τοῖς θείοις πάθεσιν.

Ὕμνησαν τῶν Ἀγγέλων, δυνάμεις κατιδοῦσαι ὑμῶν τοὺς ἄθλους, ἐθρήνησε δαιμόνων δὲ πληθύς, νικηφόροι Μάρτυρες, θοειδέστατοι.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ῥῆσις σεπτοῦ Προφήτου, πεπλήρωται· ῥομφαία γὰρ τὴν καρδίαν τὴν σὴν διῆλθεν, ὅτε ἐν Σταυρῷ λογχευθέντα Δέσποινα, τὸν σὸν Υἱὸν ἔβλεψας.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Δεῦτε λαοί.

Peoples, now come.

Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, ὁμολογοῦντα Ἄχραντε, ψυχῇ καὶ στόματι, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, νῦν με διάσωσον.

Ὅλην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν· διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θείᾳ διασῳζόμεθα.

Ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ χαλεπῶν πειρασμῶν.

Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπʼ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

You strengthened me on the rock of faith, O Savior. * You made me smile at my enemies and deride them. * My spirit is rejoicing, as I am singing, * “No one is holy like our God, * and no one is righteous but You, O Lord.” [SD]

Τροπάρια.

Troparia.

Ὁ βότρυς ἐπὶ ξύλου τῆς ἀφθαρσίας, κρεμάμενος, ἀπέσταξε θεῖον γλεῦκος, καρδίας κατευφραῖνον τὰς τῶν ἀνθρώπων, κακίας παῦον δέ, τὴν μέθην πάντοτε, Ἰησοῦς ἡ λύτρωσις τῶν ψυχῶν ἡμῶν.

Ὑψώθης ἐπὶ ξύλου ἐθελουσίως, καὶ πᾶσαν διαβόλου κακοπραγίαν, κατέῤῥαξας, πεσόντας δὲ τοὺς ἀνθρώπους, εἰς τὴν ἀπώλειαν, γνώμης στρεβλότητι, Ἰησοῦ ἀνύψωσας, πολυέλεε.

Μαρτυρικά.

For the Martyrs.

Πυρὶ τοῦ θείου πόθου προσαναφθέντες, τὸ πῦρ οὐκ ἐδειλίασαν οἱ γενναῖοι, οὐκ ἔπτηξαν τὸν θάνατον ἀθανάτους, ἀποσκοπούμενοι δωρεὰς λήψεσθαι, καὶ χαρὰν μὴ λήγουσαν, καὶ φῶς ἄδυτον.

Αἱμάτων ἐξ οἰκείων οἱ Ἀθλοφόροι, ὑπέρλαμπρον ἐπέχρωσαν πορφυρίδα, καὶ ταύτην στολισάμενοι δεξιᾷ τε, ὡς σκῆπτρον φέροντες, χειρὶ τὸν τῷ Κυρίῳ πάντοτε θεῖον Σταυρόν, συμβασιλεύουσιν.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Γεραίρουσί σε τάξεις τῶν Ἀσωμάτων· τὸν πάντων γὰρ Δεσπότην σωματοφόρον, ἐκύησας τὸν λύσαντα διὰ ξύλου, δεσμίους ἅπαντας, Κόρη Θεόνυμφε, καὶ πιστοὺς συνδήσαντα τῇ στοργῇ αὐτοῦ.

Κανὼν τῆς Θεοτόκου. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.

Canon for the Theotokos. Establish us in You.

Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν.

Ῥημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασῴζουσα.

Ὅλην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν με Θεονύμφευτε.

Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεομῆτορ, ἐξ ἀγνοίας καὶ πωρώσεως, λυτρωθῆναι ἡμᾶς νῦν καθικέτευε.

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλʼ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

You came, O Lord, * not an elder nor angel, but You yourself, * God incarnate, being born of a pure Virgin, thus saving me * and all of humanity. * Therefore I sing to You: * Glory to Your strength, O Lord! [SD]

Τροπάρια.

Troparia.

Ἐκρέμασο ἐπὶ ξύλου, κρεμάσας ἐν ὕδασι, τὴν γῆν Παντοδύναμε, λόγχῃ πλευρὰν ὀρυττόμενος, αἷμά τε σὺν ὕδατι, ἐναποστάξας εἰς πάντων ἀπολύτρωσιν.

Νυγείσης σου τῆς πλευρᾶς, ἰατρεύθη τὸ ἄλγος μου, χειρὶ ῥαπισθέντος σου, ἐλευθερίας ἐπέτυχον, χολῆς γευσαμένου δέ, τῆς ἐνηδόνου ἐῤῥύσθην Χριστὲ βρώσεως.

Μαρτυρικά.

For the Martyrs.

Τοῖς τραύμασι τραυματίσαντες, ὄφιν τὸν δόλιον, ἰᾶσθε τραύματα, τῶν καρδιῶν ἡμῶν πάντοτε, χάριν ἀναβλύζοντες, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος θεῖοι Μάρτυρες.

Ὁλόσωμον τῷ ἐχθρῷ, τὴν πληγὴν προσηνέγκατε, πληγαῖς αἱματούμενοι, ἐπὶ τροχοῦ τε τεινόμενοι, καὶ τυμπανιζόμενοι, θεοειδεῖς Ἀθλόφοροι πανσεβάσμιοι.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Σεσάρκωται, ἐξ ἁγνῶν σου αἱμάτων ὁ Ὕψιστος, ὃν βλέπουσα Πάναγνε, ξύλῳ ἀδίκως ὑψούμενον, ἔστενες δακρύουσα, καὶ τὴν αὐτοῦ εὐσπλαγχνίαν ἐμεγάλυνες.

Κανὼν τῆς Θεοτόκου. Εἰσακήκοα τὴν ἔνδοξον.

Canon for the Theotokos. I have heard about Your glorious.

Τῶν τραυμάτων μου Δέσποινα τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι.

Ῥιπιζόμενον πάθεσι καὶ λογισμοῖς, βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον.

Ἐκ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις μόνη Πανύμνητε.

Χειμαζόμενον κλύδωνι βιωτικῷ, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα καθοδηγοῦσά με.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

Τροπάρια.

Troparia.

Διʼ οἶκτον προσομιλήσας τῷ Σταυρῷ, Δέσποτα ἐκ τοῦ βυθοῦ με, τῶν κακῶν ἀνέσπασας, καὶ ἐτίμησας συνεδρίᾳ τῇ πατρικῇ, ἀτιμασθεὶς θελήματι.

Ἀκάνθαις στεφανωθεὶς ὁ στεφανῶν, ἄνθεσι πᾶσα τὴν γῆν, τὴν τῶν παθῶν μου ἄκανθαν, ἀποτέμνεις ῥιζόθεν Λόγε, καὶ ἐμφυτεύεις μοι τὴν σὴν ἐπίγνωσιν.

Μαρτυρικά.

For the Martyrs.

Ἰσχύϊ τοῦ τὴν ἀσθένειαν ἡμῶν Ἅγιοι, ἐθελοντὶ περιθεμένου Μάρτυρες, δυναμούμενοι, τῶν δαιμόνων, τὴν δυναστείαν παντελῶς ὠλέσατε.

Μεγάλως ἀγωνισάμενοι ἐν γῇ Ἅγιοι, ἐν οὐρανοῖς μεγίστην δόξαν εὕρατε, καὶ μεγίστων ἡμᾶς κινδύνων, ἀπολυτροῦσθε τοὺς ὑμᾶς γεραίροντας.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ὁ νώτοις Χερουβικοῖς ἐν οὐρανοῖς, θεοπρεπῶς ὡς ἀληθῶς ὀχούμενος, ταῖς ἀγκάλαις σου ἐποχεῖται, καὶ σταυρωθεὶς πάντας φθορᾶς διέσωσε.

Κανὼν τῆς Θεοτόκου. Ὁ τοῦ φωτὸς χορηγός.

Canon for the Theotokos. Lord, the provider of light.

Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν πάσης ἐπηρείας, λυτρούμεθα σαφῶς, οἱ σὲ Θεοτόκον ἀεὶ ἐπιστάμενοι.

Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβεὶμ τέτοκας, τὸν τοῦ Θεοῦ ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων τῶν σῶν ἐκδυσώπησον.

Τὸν τοῦ παντὸς ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.

Ἀπὸ στενώσεως, καὶ κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνῃ τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος.

Τροπάρια.

Troparia.

Νῶτον παρέχων εἰς μάστιγας, καὶ σιαγόνας σου εἰς ῥαπισμόν, πρόσωπον δὲ Σῶτερ, εἰς ἐμπτύσματα, ἔσωσάς με τὸν πολλά, ἀφρόνως σοι πταίσαντα.

Ὥσπερ ἀρνίον τοῦ θύεσθαι, ἦλθες Χριστέ μου, λύκου νοητοῦ, ἰοβόλῳ δήγματι, τοὺς θνήξαντας ἐπανάγων πρὸς ζωήν· Δόξα τῇ σταυρώσει σου.

Μαρτυρικά.

For the Martyrs.

Νόμους τηροῦντες οἱ Μάρτυρες, τοὺς τοῦ Δεσπότου, ἄνομον βουλήν, παρανόμων παντελῶς ἐξέκλιναν, καὶ θανόντες, τῆς ζωῆς τῆς μελλούσης ἔτυχον.

Παραταξάμενοι Ἅγιοι, πρὸς ἐναντίας χαίροντες ἀρχάς, θείοις ὅπλοις, ταύτας ἐτροπώσασθε, καὶ στεφάνους ἐκ Θεοῦ, νίκης ἐκομίσασθε.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ἵνα θεώσῃ τὸν ἄνθρωπον, ἐκ σοῦ Παρθένε τίκτεται Θεός, καὶ σταυροῦται, καὶ θανάτου γεύεται, ἀποκτείνων τὸν ἐμέ, τὸ πρὶν ἀποκτείναντα.

Κανὼν τῆς Θεοτόκου. Ἐν ἀβύσσῳ πταισμάτων.

Canon for the Theotokos. Like a deep sea, my sins.

Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὴν θάλασσαν, ἐπικαλοῦμαι Δέσποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε.

Ἐνεδύθην στολὴν κακουχούμενος, Μήτηρ Ἀειπάρθενε, τῆς ἀφροσύνης μου, ἀλλʼ ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι.

Ἱερᾶς πολιτείας ἐκπέπτωκα, ἀθυμῶν ὁ δείλαιος, ἀλλʼ ἐπανάγαγε, εὐλογημένη Δέσποινα, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα.

Συμπαθείας με θείας ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

The godless decree of the unlawful tyrant * commanded the stoking of the furnace’s fiery flame. * But Christ joined His pious Servants, and He covered them * with the Spirit’s dewy breeze. * He is praised and blessed and exceedingly glorious. [SD]

Τροπάρια.

Troparia.

Πτωθέντα με ἤγειρας τῇ παραβάσει, Σταυρῷ ἀνυψούμενος, ἡ πάντων ἐξανάστασις, καὶ πτώσας τὸν πτώσαντα, Λόγε πολέμιον, ὅλον ἀνενέργητον, νεκρὸν ὑποδεικνύεις. Δόξα τῷ κράτει σου.

Τοῖς ἥλοις ἐξήλωσας τὴν ἁμαρτίαν, Χριστὲ τοῦ προπάτορος, καλάμῳ δὲ τυπτόμενος, ὑπέγραψας ἅπασιν ἐλευθερίαν βροτοῖς. Δόξα τοῖς παθήμασι τοῖς σοῖς, διʼ ὧν μυρίων παθῶν ἐῤῥύσθημεν.

Μαρτυρικά.

For the Martyrs.

Ἐτέμνοντο σώματα τῶν μιαιφόνων, χερσὶν οἱ καλλίνικοι, Χριστοῦ Μεγαλομάρτυρες, καὶ ἔμενον Πνεύματι Θεοῦ, ἀχώριστοι, τέμνοντες τὸν δόλιον ἐχθρόν, ἀνδρείας ξίφει, καὶ κατασφάττοντες.

Ἰσχὺν ἀπροσμάχητον τὸν σταυρωθέντα, Χριστὸν ἐπαγόμενος, στρατὸς ὁ ἀκατάπληκτος, ὀλέθριον στράτευμα κατεξωλόθρευσεν, ἔπαθλον ληψόμενος, ζωὴν τὴν μακαρίαν τε καὶ ἀνώλεθρον.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Παλάτιον ἔμψυχον τοῦ Βασιλέως, καὶ θρόνος πυρίμορφος, Παρθένε ἀναδέδειξαι, ἐν ᾧ καθεζόμενος πάντας ἐξήγειρε, τοῦ προτέρου πτώματος βροτούς, καὶ συνεδρίᾳ Πατρὸς ἐτίμησε.

Κανὼν τῆς Θεοτόκου. Εἰκόνος χρυσῆς.

Canon for the Theotokos. The image of gold.

Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ, σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέῤῥηξε τὸ χειρόγραφον, ὃν νῦν Παρθένε δυσώπησον, πάσης πονηρίας ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐλπὶς ἀγαθή, προστασία φοβερὰ ὑπάρχεις Δέσποινα, καὶ νῦν δεόμεθά σου δωρήσασθαι, τῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον, τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιεσάμενος ἀπημαύρωσα, διʼ ἀμελείας ὁ δείλαιος, νῦν δέ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι.

Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται, διὰ τοῦ Τόκου σου, νῦν δὲ Πάναγνε, τὸν ἀῤῥωστίᾳ κρατούμενον, σῶσον ἐπιῤῥώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα τεθεαμένοι, μέσον τῆς φλογὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Those thrice-blessed Young Men * demonstrated their disdain for the golden image, * for they had seen the living Image of God that is exact and unaltered. * Standing in the furnace they sang aloud, * “Everything the Lord has created with substance, extol and bless Him; * exalt Him beyond measure, unto all the ages.” [SD]

Τροπάρια.

Troparia.

Λαὸς ὁ ἀπειθής, ἀδεῶς τε τὰ παράνομα πάντα πράττων, μέσον ἀνόμων Οἰκτίρμον, τὸν δικαιοῦντά σε παρανομοῦντας, ξύλῳ ἀνυψοῖ σταυρούμενον, ὃν πᾶσα κτίσις δοξάζει ὡς Κύριον, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν.

Αἱματώσας Χριστέ, τοὺς δακτύλους σου ἐν ξύλῳ προσηλωμένος, τὸ δαίμοσιν αἷμα προσαγόμενον τοῖς πάλαι, ἐπʼ ἀπωλείᾳ τῶν προσαγομένων ἔπαυσας· ὅθεν σε δοξάζει, ἡ σύμπασα κτίσις, Θεὲ τῶν ὅλων, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν.

Μαρτυρικά.

For the Martyrs.

Ναμάτων ζωτικῶν, ὄντες ἔμπλεοι οἱ Μάρτυρες τοὺς χειμάῤῥους, τοὺς τῆς ἀπάτης ἀπεξήραναν, θείοις ῥείθροις τοῖς τῶν αἱμάτων, πίστει ἀκλινεῖ κραυγάζοντες· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἡ ἄπειρος πληθύς, τῶν αἱμάτων ὑμῶν ἅγιοι, ἀσεβείας τὸ πῦρ κατέσβεσε, καὶ Ἑλλήνων τὴν πολύθεον ἔλυσε πλάνην, πάντας δὲ πιστοὺς ἐφώτισε μελῳδοῦντας· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Ἡ ἄμωμος ἀμνάς, Προφητῶν τε καὶ Μαρτύρων ἡ ὡραιότης, ὥσπερ ἀμνόν σε ἀναρτώμενον ἐπὶ ξύλου θεασαμένη, ἔκλαιε πικρῶς καὶ ἔλεγεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Canon for the Theotokos. When God went down.

Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς· ἀλλὰ σύ με Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.

Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σε πάντες, διασῳζόμεθα νῦν, ὑμνοῦντες τὸν τόκον, σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθονον χάριν ἀπαρυόμενοι, σοῦ ὑμνοῦμεν τὸν τόκον Πανάχραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Every tongue is dumbfounded to extol as is worthy; * a super-mundane mind is dizzied praising you with hymns, O Theotokos. * Nonetheless accept our faith, since you are full of goodness, * for you have seen our longing indeed inspired by God. * Lady, as the protectress of Christians, you do we magnify. [SD]

Τροπάρια.

Troparia.

Ἴνα τυπώσῃ πάλαι, Ἰσαὰκ σοῦ τὸ πάθος, δεσμεῖται Λόγε, λύεται δεθέντος δέ, προβάτου ἀντιτύπου, ἐν φυτῷ Σαβὲκ ἀφέσεως, καὶ ἀπελύθη, τῆς ἀκουσίως τότε, θυσίας ἀληθοῦς, σοῦ δὲ ἐθελουσίως τυθέντος, κακῶν ἐῤῥύσθημεν.

Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, Χριστὲ ὑπάρχων, κάλλος οὐκ ἐκέκτησο, οὐδὲ εἶδος ἐν τῷ πάσχειν, ξύλῳ τοῦ Σταυροῦ κρεμάμενος, καὶ καλλωπίζων, τὴν ἀμορφίαν πᾶσαν τοῦ γένους τῶν βροτῶν. Δόξα τῇ εὐσπλαγχνίᾳ σου μόνε, εὔσπλαγχνε Κύριε.

Μαρτυρικά.

For the Martyrs.

Σιὼν τῆς ἄνω ὤφθητε, οἰκήτορες θεῖοι, καὶ τῶν Ἀγγέλων Μάρτυρες ἰσάγγελοι, ὡς ὄντες συμπολῖται, καὶ τὴν Ἐκκλησίαν Ἅγιοι τῶν πρωτοτόκων, περιφανῶς φαιδρύνετε, λάμποντες φωτὶ θείῳ, καὶ μαρτυρίου στεφάνῳ, καλλωπιζόμενοι.

Ἠγαπημένοι φίλοι, τοῦ ἡμᾶς παραδόξως πεφιληκότος, ῥύσασθε φιλίας με δολίας, τῆς πρὸς σάρκα, ἅγιοι Κυρίου Μάρτυρες, ἁγιασμόν τε καὶ φωτισμόν, καὶ λύσιν πταισμάτων χαλεπῶν, πᾶσι τοῖς ἐκτελοῦσι τὴν μνήμην ὑμῶν αἰτήσασθε.

Σταυροθεοτοκίον.

Stavrotheotokion.

Φωστήρων κάλλος δρόμου, τοῦ συνήθους ἀπέστη, ὅτε σε εἶδεν Ἥλιε τῆς δικαιοσύνης, ἐπηρμένον ἐπὶ τοῦ Σταυροῦ θελήματι, ἡ δὲ Παρθένος, σὺν μαθητῇ παρθένῳ, ἠλάλαζε πικρῶς· Οἴμοι! ἀναβοῶσα, τί τοῦτο τὸ ξένον θέαμα;

Κανὼν τῆς Θεοτόκου. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Canon for the Theotokos. Being from God.

Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν, προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀϊδίου, πλησθῆναι καθικέτευσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον, πύλη τοῦ θείου φωτός, καὶ τρυφῆς αἰωνίου, πλησθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον, τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνομεν.

Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, Πατὴρ ὅνπερ ἐγέννησεν, Υἱὸς τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ, ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι, τὴν ἄφραστόν σου γέννησιν.

Εἰς τὸν Στίχον τῶν Αἴνων.

At the Aposticha of Lauds.

Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Σταυρώσιμα.

Aposticha. Mode 2. For the Cross.

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντʼ εὐεργέτου, ᾐτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς ὡς φιλάνθρωπος.

“Let Him be crucified!” cried they who had always enjoyed Your gifts of grace; and they asked to receive a malefactor instead of You, the Benefactor, those slayers of the righteous. But You, were silent, enduring their impudence, for You willed to suffer and to save us, O benevolent Christ. [SD]

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]

Ἑκουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδάμ, Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς, ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.

Willingly You assumed the poverty of Adam, O Christ our God, and You came to earth and became incarnate of the Virgin. Then You accepted to be crucified, to free us from our bondage to the foe. Glory to You, O Lord. [SD]

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]

Μαρτυρικόν.

For the Martyrs.

Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ Βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

O medal-winning Martyrs, for Christ you suffered to the point of death. Now your souls are in heaven in the hand of God, and your relics are processed throughout the world. Clergy and world leaders venerate them, and all people rejoice, and we shout the well known verse: “Precious sleep in the sight of the Lord is the death of his Saints.” [SD]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου.

Glory. Both now. Stavrotheotokion. Joseph took You down.

Ὅτε ἐν σταυρῷ σε ἡ Ἀμνάς, Ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἥλοις ὠλοφύρετο, ἐκπληττομένη σφοδρῶς, καὶ δακρύουσα ἔλεγε· Πῶς θνῄσκεις Υἱέ μου, θέλων τὸ χειρόγραφον τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον; Δόξα, τῇ οἰκονομίᾳ σου Φιλάνθρωπε.

When the Ewe-lamb saw You on the Cross, * You her Son and Lamb, whom she brought forth, * now being pierced with nails, * she was overcome with grief and great astonishment; * and she wept and cried out to You, * “How is it You die now, * wishing to tear up the record that has stood against * first-created Adam, and free all * humanity from death? O benevolent Lord, * glory to Your plan by which You save the world!” [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Οἱ Μακαρισμοί. Ἦχος βʹ.

The Beatitudes. Mode 2.

Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD]

Σταυρωθεὶς Ἀναμάρτητε, ἐν Κρανίῳ συνέθλασας, κάραν τοῦ δολίου ἐχθροῦ, καὶ κόσμον διέσωσας.

Sinless Lord, You were crucified on the Place of the Skull and crushed * the skull of the crafty foe, and You saved the world. [SD]

Ἐξεῤῥίζωσας Δέσποτα, τῆς κακίας τὴν ἄκανθαν, στέφος ἑκὼν ἀκανθῶν, φορέσας Μακρόθυμε.

You uprooted the thorn of evil, O long-suffering Lord, when You * wore a crown of thorns on Your head for us voluntarily. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Συντριβόμενοι Μάρτυρες, τοῦ ἐχθροῦ συνετρίψατε, πᾶσαν τὴν πλάνην σαφῶς, καὶ στέφος ἐδέξασθε.

You were crushed, and you clearly crushed all the error of the enemy, * and thus you, O Martyrs, received your halos from Christ our God. [SD]

Δόξα.

Glory.

Ῥαντισμῷ θείου αἵματος, οἱ πιστοὶ φωτιζόμενοι, μίαν ἐν Προσώποις τρισί, Θεότητα σέβομεν.

By the sprinkling of divine blood, we believers are illumined, * and we worship the single Godhead in three hypostases. [SD]

Καὶ νῦν. Σταυροθεοτοκίον.

Both now. Stavrotheotokion.

Ὡς ἀρνίον κρεμάμενον, ἐπὶ ξύλου Πανάμωμε, βλέπουσα Χριστόν, ἐν κλαυθμῷ, αὐτὸν ἐμεγάλυνες.

You saw Christ hanging on the Cross as a Lamb, O all-blameless one. * As His Mother you cried out in grief, and you magnified Him. [SD]