Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ
ON SUNDAY EVENING
Εἰς τό, Κύριε, ἐκέκραξα, Προσόμοια.
At, Lord, I have cried, Prosomia.
Στιχηρὰ Δεσποτικά.
Stichera for the Master.
Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.
Mode 2. Joseph took You down.
Δός μοι μετανοίας λογισμόν, δὸς καὶ κατανύξεως πόθον, τῇ ταπεινῇ μου ψυχῇ, ἔγειρον ἐξ ὕπνου με δεινῆς πωρώσεως, καὶ τὸ σκότος ἀπέλασον, τὸ τῆς ῥαθυμίας, καὶ τῆς ἀπογνώσεως λῦσον τὴν ζόφωσιν, ὅπως ἀνανεύσας ὁ τάλας, σοὶ προσκολληθήσωμαι Λόγε, καὶ σοῦ τοῖς θελήμασι πορεύσωμαι.
Grant thoughts of repentance unto me; * also grant the love for contrition unto my humble soul. * Rouse me from the sleep of grave insensibility, * and the darkness of laziness * drive out from within me, * and dispel the gloom created by despondency, * so that looking up, I the wretched * might cling fast to You and according * to Your holy will proceed, O Word of God. [SD]
Μόνε εὐδιάλλακτε Χριστέ, μόνε ὑπεράγαθε Λόγε, καὶ ἀνεξίκακε, σοὶ προσπίπτω Εὔσπλαγχνε, σὲ ἱκετεύω θερμῶς, σοὶ κραυγάζω δεόμενος· Ἡμάρτηκα σῶσον, σῶσόν με τὸν ἄσωτον τῇ εὐσπλαγχνίᾳ σου, ὅπως εὐχαρίστως κραυγάζω· Κύριε, συγχώρησιν δός μοι, καὶ σοῦ τῇ χρηστότητι πορεύσομαι.
Christ, You are the eminently good, * singularly placable Logos, supremely tolerant. * Tender-loving Lord, I come to You and fervently pray * and cry out to You: I have sinned. * I beg You to save me. * Save me who am prodigal, in Your compassion, O God, * so that I may gratefully cry out: * Please forgive me, and I shall go on * living by Your goodness and benevolence. [GOASD]
Πάντα ἅπερ ἥμαρτον εἰς σέ, λόγοις τε καὶ ἔργοις, Θεέ μου, καὶ ἐνθυμήσεσι, πάντα ἐξαγγέλλω σοι, πάντα νῦν λέγω σοι· τὴν ἡμέραν παρῆλθον γάρ, καὶ πάντα τὸν χρόνον, νύκτα δὲ κατέλαβον πλήρης ὑπάρχων κακῶν· ὅθεν σοι προσπίπτω κραυγάζων· Δέσποτά μου, Δέσποτα Σῶτερ, ἥμαρτον συγχώρησον, καὶ σῶσόν με.
Now do I confess to You my God * everything of which I am guilty, my sins against You in word, * deed and recollection, all do I declare to You. * I have passed the entire day * and all of my life’s time; * now I have arrived at night still full of wickedness. * Therefore, I fall down to You crying: * Master, O my Master and Savior, * I have sinned; forgive and save me, Lord my God. [SD]
Ἕτερα Στιχηρά. Τῶν Ἀσωμάτων. Ὅμοια.
Additional Stichera. For the Angels. Same Melody.
Δεῦτε ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς προαρχηγοὺς τῶν Ἀγγέλων, ἀνευφημήσωμεν·πάντων γὰρ ὡς πρόκριτοι, τῶν ἀσωμάτων Χορῶν, Στρατηγοὶ καὶ Ἀρχάγγελοι, ἐκλήθησαν ἄμφω· ἄρχων γὰρ τῆς χάριτος ὁ Γαβριὴλ πεφυκώς, νόμου, καὶ τῶν πρὸ Μωϋσέως, ἔξαρχος γνωρίζεται αὖθις, ὁ τῶν Ἀρχαγγέλων ἀρχηγὸς Μιχαήλ.
Come, and singing spiritual songs * let us now extol the commanders of the angelic hosts. * For being preeminent among the bodiless choirs, * they were both designated as * Archangels and Generals. * Foremost in the period of grace is Gabriel, * while in the Old Testament era * of the Law and prior to Moses, * prominent is Michael, the Archangels’ chief. [SD]
Εὖγε Ἀσωμάτων ὁ φωστήρ, εὖγε τῆς ἀΰλου χορείας, ὦ Ἀρχιστράτηγε, μύστα καὶ πρωτάγγελε, τῶν ἀποῤῥήτων Θεοῦ, Μιχαὴλ παμμακάριστε, αὐτόπτα τῶν ἄνω. Λύτρωσαι δεόμεθα τοὺς σοὶ προστρέχοντας, πάντων δυσχερῶν καὶ κινδύνων· σὲ γὰρ πρὸς τὸν Κύριον πάντες, εὐμενῆ προστάτην προβαλλόμεθα.
Χαίροις τῶν Ἀγγέλων στρατηγέ, καὶ τῶν ἀποῤῥήτων ὁ μύστης, καὶ λειτουργὲ τοῦ Θεοῦ, ἄρχων καὶ ἀκρότατε, τῶν ἀσωμάτων χορῶν, Γαβριὴλ ὑπερένδοξε· φρικτῶν μυστηρίων, ὤφθης γὰρ διάκονος κρυφιομύστου βουλῆς· σὺ γὰρ τὴν Θεοῦ πρὸς ἀνθρώπους, ἄκραν συγκατάβασιν ἦλθες, ἐπὶ σωτηρίᾳ προαγγέλλων ἡμῖν.
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Glory. Both now. Theotokion. Same Melody.
Ὥραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων· τί ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι· Πλῦνον τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σῶσόν με.
Προκείμενον. Ἦχος πλ. δʹ.
Prokeimenon. Mode pl. 4.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Behold now, bless the Lord, all you servants of the Lord.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Verse: Who stand in the house of the Lord, in the courts of the house of our God. [SAAS]
Εἰς τὸν Στίχον.
At the Aposticha.
Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Κατανυκτικά.
Aposticha. Mode 2. For compunction.
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος υἱός, δέξαι με Πάτερ, μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Like the prodigal son, I have sinned against You, O Savior. Accept me in repentance, O Father, and have mercy on me, O God. [SD]
Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]
Κράζω σοι Χριστέ, Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν. Ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.
With the Publican I cry unto You, O Christ my Savior: Unto me be gracious as You were unto him, and have mercy on me, O God. [SD]
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]
Μαρτυρικόν.
For the Martyrs.
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
The prizewinning Martyrs, who loved no earthly enjoyments, were accounted worthy of the bounties of heaven. They have become fellow citizens of the Angels. By their intercessions, O Lord, have mercy on us and save us. [SD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Ἀδιόδευτε πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
O impassable gate mystically sealed, blessed Virgin Theotokos: accept our supplications and present them unto your Son and God, that through you He save our souls. [SD]
__________
__________
Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΪ
ON MONDAY MORNING
ΕΝ Τῼ ΟΡΘΡῼ
MATINS
Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα.
After the first Psalter reading, Kathismata.
Κατανυκτικά. Ἦχος βʹ.
For compunction. Mode 2.
Ὡς κύματα θαλάσσης ἐπʼ ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν· ἀλλʼ εἰς εὔδιον λιμένα ὁδήγησόν με Κύριε, διὰ τῆς μετανοίας καὶ σῶσόν με.
My transgressions are like waves that crash against me, and my many offences agitate me, as if I were alone in a boat on the high seas. I pray You lead me through repentance to a tranquil harbor, O Lord, and save me. [GOASD]
Ἐγὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπόν, μὴ φέρων τὸ σύνολον· καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πῦρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον· διό σε ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σῶσόν με.
O Lord, I am like that fig tree, on which there was no fruit, for I have not produced any fruits of compunction. I am fearful that I will be cut down, and I am terrified by the unquenchable fire. So I implore You, before that fateful torment, to allow me time for repentance and to save me. [GOASD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.
As the Mother of God, you are the source * of compassion. O Lady, count us worthy of pity. * Look upon us graciously, though we have sinned. * Demonstrate your power, as you always do. * For, placing our hope in you, * we cry out, Rejoice, to you, * as did Gabriel of old, * as the chief commander of the bodiless hosts. [SD]
Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα.
After the second Psalter reading, Kathismata.
Ἐλέησόν με, εἶπεν ὁ Δαυΐδ, κᾀγώ σοι κράζω· Ἥμαρτον Σωτήρ, τὰς ἐμὰς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.
David said, “Have mercy on me.” And likewise I cry out, “I have sinned, O Savior. I pray You blot out my sins, through my repentance, and have mercy on me.” [GOASD]
Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυῒδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοι· Ἐκεῖνος τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα σου ἔλεος.
For the two sins he committed, David grieved and cried, “Have mercy on me, O God; have mercy on me!” And I, for my countless transgressions, pray to You. He wet his couch with many tears, and I cannot produce a single teardrop. I am lost! So I entreat You: “Have mercy on me, O God, according to Your great mercy!” [GOASD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες· Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη, διʼ ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.
We magnify you, O Theotokos, and we cry out: Rejoice! You are the gate that was shut; and through you Paradise of long ago was opened to humanity. [SD]
Μετὰ τὴν γʹ Στιχολογίαν, ἕτερα Καθίσματα.
After the third Psalter reading, Kathismata.
Κατανυκτικόν.
For compunction.
Εὐσπλαγχνίας ὑπάρχουσα.
As the Mother of God.
Ἀσωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν ἐν ὥρᾳ τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς πικρᾶς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθῳ τῇ σκέπῃ ὑμῶν.
O all-holy incorporeal hosts, * we implore you to pray for us to our good God and Master, * that He spare us in that hour on Judgment Day, * and release us from the bitter punishment. * We earnestly run to you * for protection from the every threat * of demons and from all * the sinful passions that darken our souls. [GOASD]
Μαρτυρικόν.
For the Martyrs.
Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι, περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν· αὐτῶν ταῖς ἱκεσίαις, καὶ ἡμᾶς ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσον ἡμᾶς.
The holy Martyrs had You, who covers heaven with clouds, as a cover in the world, and thus they endured when the villains tortured them, and they negated idolatry. By their intercessions for us, O Savior, free us from the unseen enemy and save us. [GOASD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τοῦτό σε, πιστῶς μεγαλύνομεν.
Who ever heard of a mother who was virgin? Who ever knew of a virgin who was a mother? Everything about you is extraordinary, O Theotokos. Therefore with faith we magnify you. [GOASD]
Κανὼν Κατανυκτικός.
Canon of Compunction.
Ἦχος βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.
Mode 2. Ode i. Heirmos.
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὂν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Peoples, now come * and let us sing a song to Christ our God, * who by His prophet split the sea and through it led across * His people and possession, out of Egyptian bondage, * for He was glorified. [SD]
Τροπάρια.
Troparia.
Ὁ σαρκωθείς, καὶ μὴ δικαίους ὡς ἔφησας, ἁμαρτωλοὺς καλέσαι δέ, παραγενόμενος, εἰς μετάνοιαν Λόγε, πολλὰ ἡμαρτηκότα δέξαι, καὶ σῶσόν με.
Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα. Εὐδιάλλακτε μόνε, ἐπίστρεψόν με σῶσον, τῇ εὐσπλαγχνίᾳ σου.
Μαρτυρικά.
For the Martyrs.
Βῆμα τὸ σόν, στεφηφοροῦντες παρίστανται, οἱ ἀθλοφόροι Κύριε, τὰ τοῦ ἀλάστορος ἐκνικήσαντες θράση, καὶ τὴν ἀθανασίαν καταπλουτήσαντες.
Ῥεῖθρον ἡμῖν, τῶν ἰαμάτων πηγάζοντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰ ἀναβλύζοντα, τῆς σαρκὸς ἡμῶν πάθη, ξηραίνουσι, δυνάμει τοῦ θείου Πνεύματος.
Θεοτοκίον.
Theotokion.
Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε.
Κανὼν τῶν Ἀσωμάτων.
Canon for the Bodiless Hosts.
Ἄτριπτον ἀσυνήθη.
When they had traversed.
Ἄνθρακας θεοφόρους, τῇ αἴγλῃ πυρσωθέντας τῆς σῆς οὐσίας, τοὺς ἀσωμάτους ἔδειξας χορούς, σὲ Χριστὲ δοξάζοντας, ὡς παντοδύναμον.
Δύναμιν ἀφθαρσίας, καὶ δόξαν κεκτημένοι ἀθανασίας, δεδωρημένοι Ἄγγελοι Χριστέ, τῇ πρὸς σὲ ἐγγύτητι καταφωτίζονται.
Ὤφθησαν λαμπροφόροι, τὴν ἄϋλον δεικνύντες καὶ κατὰ φύσιν, διὰ συμβόλων Ἄγγελοι Χριστέ, αἰσθητῶς τυπούμενοι τὴν καθαρότητα.
Θεοτοκίον.
Theotokion.
Τάγματα τῶν Ἀγγέλων τῷ Τόκῳ, σου Παρθέγε, τῷ ὑπὲρ φύσιν, ὑπηρετοῦσι χαίροντα σεμνή· τὸν γὰρ τούτων τέτοκας Θεὸν καὶ Κύριον.
ᾨδὴ αʹ. Ὁ Εἱρμός.
Ode i. Heirmos.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Establish us in You, Lord, we pray to You, * who mortified sin by Your crucifixion, * and implant in us the fear of You * within the hearts of Your servants who sing Your praise. [SD]
Τροπάρια.
Troparia.
Ὁ μήτραν ὑποδὺς Χριστὲ ἄφθορον, φθαρεῖσαν τοῖς πάθεσι τὴν ψυχήν μου, μετανοίᾳ καινοποίησον, καὶ φωτὸς ἀϊδίου δεῖξον ἔμπλεων.
Ὑπήκουσα ἐχθροῦ παραπικραίνοντος, καὶ πᾶσαν ἐτέλεσα ἁμαρτίαν, καὶ ἀφθόνως παρεπίκρανα, σὲ τὸν μόνον μακρόθυμον, φιλάνθρωπε.
Μαρτυρικά.
For the Martyrs.
Σταυρῷ τετειχισμένοι οἱ ἀήττητοι, ὁπλῖται, καὶ μάρτυρες τοῦ Σωτῆρος, ὥσπερ τείχη κατηδάφισαν, τὰ τῆς πλάνης γενναίως ὀχυρώματα.
Δυνάμει θεϊκῇ τὸ ἀσθενὲς ὑμῶν, γενναῖοι νευρώσαντες ἀθλοφόροι, τὴν ἰσχὺν τοῦ πολεμήτορος, παντελεῖ ἀπωλείᾳ παρεδώκατε.
Θεοτοκίον.
Theotokion.
Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαῖς τοῦ δολίου πολεμήτορος.
Κανὼν τῶν Ἀσωμάτων. Τόξον συνετρίβη δυναστῶν.
Canon for the Bodiless Hosts.
Ὁ φύσει ἀθάνατος Θεός, σοφὸς δημιουργός, ἐν χάριτι στρατιᾶς, ἀθανάτους δείκνυσι.
Νῦν παρεστῶτες ὀρεκτῶν, ἀκρότητι Χριστῷ, σωθῆναι πάντας ἡμᾶς, Ἄγγελοι πρεσβεύσατε.
Θεοτοκίον.
Theotokion.
Ἀρχὴν ὑπὸ χρόνον εἰληφώς, πιστεύεται ἐκ σοῦ, ὁ χρόνων δημιουργός, Μήτηρ ἀειπάρθενε.
ᾨδὴ δʹ. Ὁ Εἱρμός.
Ode iv. Heirmos.
Ὑμνῶ σε ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἤκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
I extol You, for I hear Your report, Lord, and I was amazed. For You have come down to me, seeking me the lost sheep. Therefore I glorify Your great condescension towards me, O very merciful Lord. [SD]
Τροπάρια.
Troparia.
Ἰλύϊ ἁμαρτίας πέπτωκα, καὶ τὴν ἄνωθεν εὐμορφίαν ἀπώλεσα Κύριε, καὶ δέδοικα τὴν τιμωρίαν· διὸ μετανοίας ὡραιότητι, τὴν ταπεινὴν ψυχήν μου καταφαίδρυνον.
Δολίαις, λαλιαῖς ὁ δόλιος, ἀπὸ σοῦ με ἀποσυλήσας, κατάβρωμα ἴδιον εἰργάσατο, Θεὲ τῶν ὅλων, αὐτοῦ τῆς κακίας με ἐξάρπασον, καὶ μετανοίας τρόποις ἀνακάλεσαι.
Ὁ χρόνος, τῆς ζωῆς μου γέγονεν, ἐργασία μοι ἀπωλείας, μιᾷ ῥοπῇ σῶσόν με, ὡς ἔσωσας ποτὲ τὴν Πόρνην, Χριστὲ μεταγνοῦσαν τῇ κελεύσει σου, ἵνα ὑμνῶ σε μόνε ἀναμάρτητε.
Μαρτυρικά.
For the Martyrs.
Ὑπάρχων, καινουργὸς ὁ ἄνομος, τῆς κακίας ἐθελουσίως, τοὺς τοῦ Χριστοῦ μάρτυρας ἠνάγκαζεν, ἀψύχοις σέβας θεοῖς ἀπονεῖμαι, ἀλλʼ ἠμαύρωται· Θεὸν γὰρ μόνον ἔγνων τὸν ποιήσαντα.
Μονάδα, τῇ οὐσίᾳ σέβοντες, καὶ Τριάδα τοῖς χαρακτήρσι, Θεότητα ἄκτιστον, τοῖς κτίσμασιν οὐδόλως σέβας ὑμεῖς, Χριστομάρτυρες ἐνείματε· ὅθεν κολάσεις πάσας ὑπεμείνατε.
Θεοτοκίον.
Theotokion.
Σαρκοῦται, ἐξ ἁγνῶν αἱμάτων σου, ἀνθρώποις ἑνοῦται θέλων ὁ Κύριος, Ἄχραντε, καὶ δέχεται μετανοοῦντας, τοὺς πρὶν ὑπαχθέντας ἁμαρτήμασι, ταῖς σαῖς λιταῖς ἀεὶ κατακαμπτόμενος.
Κανὼν τῶν Ἀσωμάτων. Ἀκήκοα Κύριε, τὴν ἔνδοξον.
Canon for the Bodiless Hosts.
Ἱκέτας προσάγω σοι τοὺς Ἀσωμάτους, οὕς περ Οἰκτίρμον, προσδεξάμενος ὡς εὔπλαγχνος, τῆς ἁμαρτίας με λύτρωσαι.
Νοῒ πλησιάζοντες τῷ παναιτίῳ, Νόες οἱ θεῖοι, καθαιρόμενοι φωτίζονται, ταῖς ὑπερτάταις νοήσεσιν.
Οἱ θεῖοι διάκοσμοι τῆς οὐρανίου, ταξιαρχίας, θείῳ Πνεύματι κοσμούμενοι, διαφυλάττονται ἄτρωτοι.
Θεοτοκίον.
Theotokion.
Νοήσας σε πόῤῥωθεν Θεόν, Παρθένε, σεσαρκωμένον, ἐν ἀγκάλαις σου βαστάσουσαν, ὁ Ἠσαΐας προκατήγγειλεν.
ᾨδὴ εʹ. Ὁ Εἱρμός.
Ode v. Heirmos.
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Lord, the provider of light, * and the Creator of the ages, we pray * that You will guide us in the light of Your all-holy commands. * Except for You, we do not know any other God. [SD]
Τροπάρια.
Troparia.
Ὁ ὀμματώσας τυφλούς, τὴν τυφλωθεῖσάν μου ψυχὴν φώτισον, ἐπαγρυπνεῖν, ταύτην ἐνισχύων εἰς πράξεις ἀγαθάς, ὕπνον ἀμελείας τελείως μισήσασαν.
Ἴασαι μόνε Σωτήρ, τὴν πληγωθεῖσάν μου ψυχήν, δήγματι τῆς χαλεπῆς ὄντως ἁμαρτίας, ὁ πάλαι τὰς πληγάς, τοῦ περιπεσόντος λῃσταῖς ἰασάμενος.
Μαρτυρικά.
For the Martyrs.
Δῆμος σεπτῶν ἀθλητῶν, δῆμον ἀνόμων διωκτῶν, ᾔσχυνε, πολυειδεῖς πόνους ὑπομείνας, καὶ νῦν τοῖς ἱεροῖς δήμοις, τῶν Ἀγγέλων ἀεὶ ἐπαγάλλεται.
Ἄστρα πολύφωτα, μαρμαρυγὰς ὑπομονῆς πέμποντα, καὶ τῶν πιστῶν ἐν Πνεύματι θείῳ, φωτίζοντα ψυχάς, οἱ πεφωτισμένοι ἐδείχθησαν Μάρτυρες.
Θεοτοκίον.
Theotokion.
Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαῖς δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε.
Κανὼν τῶν Ἀσωμάτων. Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ.
Canon for the Bodiless Hosts.
Τῇ θέᾳ τῆς θεαρχίας προσεχῶς, λάμποντα τὰ Σεραφείμ, καὶ Χερουβεὶμ λαμπρότητι, σὺν τοῖς θρόνοις τοῖς ἐπηρμένοις, θεομιμήτως τοῖς ἑξῆς φωτίζουσιν.
Ὡς πάσης φωτοχυσίας χορηγός, ἔσοπτρα φωτοειδῆ, Λόγε Θεοῦ, παρήγαγες, τὴν σὴν αἴγλην μετʼ εὐφροσύνης, καὶ συντονίας ἀκλινοῦς δεχόμενα.
Θεοτοκίον.
Theotokion.
Χαράν σοι τῶν προπατόρων, σκυθρωπὸν λύουσαν, ὁ Γαβριὴλ ὁ ἱερὸς Ἀρχάγγελος, οὐρανόθεν καταφοιτήσας, εὐαγγελίζεται σεμνὴ θεόνυμφε.
ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.
Ode vi. Heirmos.
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Like a deep sea, my sins have encircled me. * I invoke the deep sea of Your ineffable * and unfathomable tender love. * Raise me up from corruption, O Lord my God. [SD]
Τροπάρια.
Troparia.
Κατεβλήθην κακίᾳ τοῦ ὄφεως, καὶ ἐν ἀπογνώσεως κλίνῃ κατάκειμαι, ὁ παραλύτους ῥήματι, ἀνορθώσας, Χριστέ με ἀνάστησον.
Ῥιπιζόμενον αὔραις τοῦ δράκοντος, καὶ κλυδωνιζόμενον κύμασι πάντοθεν, τῆς ἁμαρτίας σῶσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε Κύριε.
Μαρτυρικά.
For the Martyrs.
Ὑπερβάντες τοὺς ὅρους τῆς φύσεως, τὰς ὑπὲρ τὴν φύσιν βασάνους ὑπέστητε· διὸ τῶν ὑπὲρ ἔννοιαν, ἀγαθῶν ἠξιώθητε μάρτυρες.
Ὡς καλοί, ὡς ὡραῖοι, ὡς ἔντιμοι, τῷ καλλοποιῷ καὶ ὡραίῳ συνήφθητε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, παναοίδιμοι πάντοτε Μάρτυρες.
Θεοτοκίον.
Theotokion.
Ἐκ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανε.
Κανὼν τῶν Ἀσωμάτων. Ἤχου ῥημάτων δεήσεως.
Canon for the Bodiless Hosts.
Οἱ θεῖοι τύποι τῆς δόξης σου, τῆς ἀρχιφώτου Δέσποτα Χριστέ, φωτοβόλοις λάμψεσιν, ἀκτινοφωτοειδεῖς οἱ Ἄγγελοι, αἰωνίως μένουσι.
Ῥώμῃ τῇ θείᾳ ῥωννύμενα, τὰ Σεραφεὶμ κραυγάζουσι, φωναῖς ἀσιγήτοις, ὕμνον τὸν τρισάγιον, σέβειν ὑπανοίγουσιν ἡμῖν, φύσιν τρισυπόστατον.
Θεοτοκίον.
Theotokion.
Ὤμοσεν ὥσπερ ὁ Κύριος, ἐν ἀληθείᾳ πάλαι τῷ Δαυΐδ, ἐκ γαστρός σου προελθὼν πεπλήρωκε· τέτοκας γὰρ τὸν παντός, Κόρη βασιλεύοντα.
ᾨδὴ ζʹ. Ὁ Εἱρμός.
Ode vii. Heirmos.
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
The image of gold * was in Babylon on Dura being worshiped. * But Your three Servants showed complete disdain * for that abominable decree. * Thrown into the fiery furnace, * in the midst of it they were bedewed, * singing: Blessed are You, O God of our Fathers. [SD]
Τροπάρια.
Troparia.
Νοὸς ἐκτροπαῖς, καὶ δαιμόνων προσβολαῖς, μακρὰν γεγένημαι, τῶν ἀγκαλῶν σου, ὡς ὁ Ἄσωτος, πάσης αἰσχύνης πληρούμενος, νῦν δὲ ἐπιστρέψας κραυγάζω, ὡς ἐκεῖνος τὸ Ἥμαρτον, μή με βδελύξῃ Ἰησοῦ, ὁ σαρκωθεὶς διʼ ἐμέ.
Θεὲ τοῦ παντός, Νινευΐτας ἀπειλῆς γεννώσης θάνατον, μετανοήσαντας πάλαι ἔσωσας, ὡσαύτως, μόνε φιλάνθρωπε, τὴν ὑπερβολῇ ἁμαρτίας, μολυνθεῖσαν καρδίαν μου, νῦν ἐπιστρέφουσαν, φρικτῆς ῥῦσαι κολάσεως.
Μαρτυρικά.
For the Martyrs.
Ἐπλήγη δεινῶς, ὁ πληγῶσαι βουληθεὶς ὑμᾶς κακοῦργος, θεομακάριστοι θεῖοι Μάρτυρες, καὶ ἀνιάτρευτος ἔμεινε· πᾶσι δὲ πιστοῖς ἰατρεῖον, αἱ πληγαὶ ὑμῶν ὤφθησαν, τοῖς πληγωθεῖσι προσβολαῖς, τοῦ παλαιοῦ πτερνιστοῦ.
Οὐ θῆρας πικρούς, οὐ τυράννων ἀπειλάς, οὐ ξίφη τέμνοντα, ουδʼ αἰκίσεις καὶ τὰ πριστήρια κατεπτοήθητε ὄργανα, ὡς ἐν ἀλλοτρίῳ δὲ πάντα ὑπεμείνατε σώματι, Μεγαλομάρτυρες· διὸ ἐστεφανώθητε.
Θεοτοκίον.
Theotokion.
Ἀΰλου φωτός, οἰκητήριον ἡ σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεΐαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κανὼν τῶν Ἀσωμάτων. Ῥήτορες ἀνεδείχθησαν Παῖδες.
Canon for the Bodiless Hosts.
Τῷ θρόνῳ τῆς ἀῤῥήτου σου δόξης, περιχορεύοντες ἀεί, οἱ ἐπουράνιοι Νόες, ἐν ἀσωμάτοις στόμασιν ᾄδουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ὡς εἶδον τῶν Ἀγγέλων αἱ τάξεις, εἰς οὐρανους μετὰ σαρκὸς ἀναφερόμενον, πύλας τὰς οὐρανίους, ᾖράν σοι ψάλλοντες· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητος εἶ.
Θεοτοκίον.
Theotokion.
Νόμου σε τὸ κεφάλαιον Κόρη, καὶ Προφητῶν ὁ Γαβριήλ, ὑποδεικνύων ἐβόα· Ἰδοὺ σὺ τίκτεις, μόνη Πανύμνητε, τὸν ὑπέρθεον τῶν Πατέρων, καὶ ἡμῶν Θεὸν εὐλογημένη.
ᾨδὴ ηʹ. Ὁ Εἱρμός.
Ode viii. Heirmos.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
When God went down into the fire * of the furnace with the holy Hebrew Servants, * He converted the flames there into dew refreshing them. * Extol Him as Lord, O you works of His, * and exalt Him beyond measure, * unto all the ages. [SD]
Τροπάρια.
Troparia.
Ὑποπεσὼν τῷ πονηρῷ, ταῖς ἐκείνου μηχαναῖς κατεδουλώθην, καὶ ὁρῶν με ὁ πλάνος, ἐν ἀπωλείᾳ πολλῇ καυχᾶται, τούτου με ἐξάρπασον ἡ τῶν πλανωμένων, ἐπιστροφὴ Οἰκτίρμον.
Λῦσον ἀλύτοις με δεσμοῖς, τῶν τοῦ σώματος παθῶν κεκρατημένον, ὁ τὰ ἄλυτα λύσας τῶν ἀπʼ αἰώνων δεσμά, καὶ τρέχειν πρὸς τρίβους εὐόδωσον, τὰς σωτηριώδεις, Χριστὲ Σωτὴρ τοῦ κόσμου.
Μαρτυρικά.
For the Martyrs.
Οἱ τῶν παθῶν δημιουργοί, ἐπʼ ἐμοὶ τῷ ταπεινῷ, πᾶσαν κακίαν ἐτεκτήναντο ὄντως, τῶν παθημάτων Χριστοῦ, ὡς ὄντες μιμηταί, μακάριοι Μάρτυρες, τῆς τούτων λυτρώσασθέ με βλάβης.
Γόνυ μὴ κάμψαντες γλυπτοῖς, ἐν καμίνῳ αἰκισμῶν, ὥσπερ οἱ Παῖδες, ἐνεβλήθητε πάλαι, καὶ δροσισμῷ θεϊκῷ, ἀφθέντες, ἄφλεκτοι ἐμείνατε, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Theotokion.
Ἐξασθενήσασαν πολλαῖς, προσβολαῖς τοῦ πονηροῦ, Θεογεννῆτορ, τὴν ἀθλίαν ψυχήν μου, ταῖς ῥωστικαῖς σου λιταῖς, Παρθένε ὑγιῆ ἀπέργασαι, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν τῶν Ἀσωμάτων. Ἰνδάλματος χρυσοῦ.
Canon for the Bodiless Hosts. Those thrice-blessed Young Men.
Ἀγάλματα τῆς σῆς, ἀγαθότητος ὑπέστησας τοὺς Ἀγγέλους, τὰς ἐντολάς σου ἐκτελοῦντας, Λόγε ἐν ἰσχύϊ, καὶ συνεργοῦντας πᾶσι τοῖς πιστῶς κραυγάζουσιν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Γονίμοις ἀρεταῖς, τὴν οὐράνιον ἐκόσμησας πολιτείαν, ταῖς τῶν Ἀγγέλων καταγλαΐσας ἱεραρχίαις, ταύτην δέχῃ Χριστέ μου, ἀεὶ κραυγάζουσαν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Γηθόμενοι λαμπρῶς, μελῳδήσωμεν τὴν ἔνθεον μελῳδίαν, τῶν Ἀσωμάτων ἀνενδότως, καὶ τῷ Δεσπότῃ θεολογοῦντες, ᾆσμα σὺν αὐτοῖς κραυγάσωμεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Theotokion.
Εὐθύτης ἡ σοφῶς, τὸ πᾶν διευθύνουσα, ἠγάπησεν ἐπαξίως, σὲ τὴν Πανάμωμον καὶ Πανάχραντον Θεοτόκον, ἀνερμηνεύτως Πάναγνε, ἐν σοὶ σκηνώσασα, ἣν δοξολογοῦμεν· Ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θʹ. Ὁ Εἱρμός.
Ode ix. Heirmos.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα διʼ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Being from God, God the Logos * with ineffable wisdom * came to make Adam new who fell through food * into corruption unhappily. * From an all-holy Virgin * ineffably He took on flesh for us. * We the faithful extol Him concordantly and magnify. [SD]
Τροπάρια.
Troparia.
Ἰδοὺ καιρὸς ἐργασίας, τί καθεύδεις ἀφρόνως, ψυχὴ ἐν ἀθυμίᾳ παντελεῖ; ἔγειραι, δάκρυσι φαίδρυνον τὴν λαμπάδα σου, σπεῦσον, ἐγγίζει ὁ Νυμφίος τῶν ψυχῶν, μὴ βραδύνῃς, καὶ μείνῃς τῆς θείας θύρας ἔξωθεν.
Ὢ πῶς φρικτόν σου τὸ βῆμα, φανεροῦν πᾶσαν πρᾶξιν, γυμνὴν ἐπὶ Ἀγγέλων καὶ βροτῶν! Ὢ πῶς δεινὴ ἡ ἀπόφασις, ἣν τοῖς πταίσασι μέλλεις διδόναι! ἐξ ἧς ῥῦσαί με Χριστέ, πρὸ τοῦ τέλους, παρέχων ἐπιστροφῆς μοι δάκρυα.
Μαρτυρικά.
For the Martyrs.
Σημειωθέντες τῷ πόθῳ, τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ ἔνδοξοι καὶ θεῖοι ἀθληταί, αἵματι θύονται χαίροντες, ὥσπερ ἄκακοι ἄρνες, καὶ πᾶσαν πρωτοτόκων ἀληθῶς, Ἐκκλησίαν ἁγίαν, ἐν οὐρανοῖς φαιδρύνουσιν.
Ἡλιακαῖς λαμπηδόσιν, ὡς φωστῆρες δειχθέντες, τῷ φέγγει τῆς ἀθλήσεως ὑμῶν, πᾶσαν ψυχὴν καταυγάζετε, πάντα ζόφον τῆς πλάνης διώκετε, γενναῖοι ἀθληταί· διὰ τοῦτο ἐν πίστει, ἀξίως μακαρίζεσθε.
Θεοτοκίον.
Theotokion.
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος.
Κανὼν τῶν Ἀσωμάτων. Ὅλος ὑπάρχεις ἔφεσις.
Canon for the Bodiless Hosts. You are desire entirely.
Λευχειμονοῦντες ὤφθησαν, Ἄγγελοι φαιδροί, συμβολικῶς τοῖς θείοις Μαθηταῖς, τὴν σὴν σαφηνίζοντες δευτέραν παρουσίαν Χριστέ, μεθʼ ὧν σε ἅπαντες, θεολογοῦντες μεγαλύνομεν.
Ὡς εὐεργέτης ἅπασαν, φύσιν λογικὴν δημιουργεῖς, τῆς πρώτης σου αὐγῆς, δευτέραν λαμπρότητα, Χριστέ μου ὑπεράγαθε· διό σε ἅπαντες, ὑμνολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον.
Theotokion.
Νενοηκώς σου Πάναγνε, τὸ φωτοειδὲς τῆς παρθενίας, καὶ καταπλαγείς, χαράν σοι ἐβόησεν, ὁ θεῖος Ἀρχιστράτηγος· διό σε ἅπαντες, ὡς Θεοτόκον μεγαλύνομεν.
Εἰς τὸν Στίχον τῶν Αἴνων.
At the Aposticha of Lauds.
Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ. Κατανυκτικά.
Aposticha. Mode 2. For compunction.
Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
When I think about the unnatural vices I have committed, I imitate the Publican, the weeping Harlot, and the Prodigal Son, and I have recourse to your tender mercies. And so I fall before you, O merciful Lord, and pray before You condemn me, that You spare me and have mercy on me. [SD]
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]
Τὰς ἀνομίας μου πάριδε, Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μή με ἐξουδενώσῃς, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
Overlook my transgressions, O Lord born of a Virgin, and purify my heart, and make it temple of Your Holy Spirit. I implore You whose mercy is immense, that You do not reject me from Your presence. [SD]
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]
Μαρτυρικόν.
For the Martyrs.
Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ Βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
O medal-winning Martyrs, for Christ you suffered to the point of death. Now your souls are in heaven in the hand of God, and your relics are processed throughout the world. Clergy and world leaders venerate them, and all people rejoice, and we shout the well known verse: “Precious sleep in the sight of the Lord is the death of his Saints.” [SD]
Δόξα· καὶ νῦν. Θεοτοκίον.
Glory. Both now. Theotokion.
Ὡσεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφορεῖν τῷ κόσμῳ, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Like a fruitful olive tree, the Virgin produced You, the fruit of life, to bear fruit for the world, namely Your great and abundant mercy. [SD]
__________
__________
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
LITURGY
Οἱ Μακαρισμοί. Ἦχος βʹ.
The Beatitudes. Mode 2.
Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD]
Τὰ πολλά μου ἐγκλήματα, παραβλέψας φιλάνθρωπε, δεῖξον μέτοχόν με τῆς σῆς, λαμπρότητος δέομαι.
I implore You to overlook my offenses and many sins; * Grant me to partake of Your light, * benevolent Lord my God. [SD]
Τῶν Ἀγγέλων τὰ τάγματα, δυσωποῦσί σε Κύριε, ὑπὲρ πάντων τῶν πιστῶν, τῶν πόθῳ ὑμνούντων σε.
Hosts of Angels implore You, Lord, on behalf of believers all, * who with love and longing sing sacred hymns extolling You. [SD]
Μαρτυρικόν.
For the Martyrs.
Ταῖς λιταῖς τῶν Μαρτύρων σου, Ἰησοῦ ὑπεράγαθε, ἵλεως ἡμῖν γενοῦ, ἐν ὥρᾳ τῆς κρίσεως.
Most benevolent Jesus Christ, by the prayers of Your martyr saints, * be forgiving to us in that hour on Judgment Day. [SD]
Δόξα.
Glory.
Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν.
Come, believers, and glorify and adore and with faith extol the Father and the Son and the Spirit, our one God in Trinity. [SD]
Καὶ νῦν. Θεοτοκίον.
Both now. Theotokion.
Ὁ καρπὸς τῆς κοιλίας σου, τοὺς καρπῷ ὀλισθήσαντας, τοῦ Παραδείσου Ἁγνή, πολίτας εἰργάσατο.
O pure Virgin the holy Fruit of your womb made Adam and Eve, * who had slipped because of fruit, citizens of Paradise. [SD]