×




ΠΕΡΙΟΔΟΣ ΤΟΥ Βʹ ΗΧΟΥ

PERIOD OF MODE 2



Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ON SATURDAY EVENING

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

SMALL VESPERS

Εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους δʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γʹ, δευτεροῦντες τὸ αʹ.

At, Lord, I have cried, we use 4 verses, and we sing the 3 Resurrectional Stichera of the Octoechos, the first one twice.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, τὸ Δογματικόν.

Glory. Both now. Theotokion, so-called the Dogmatic.

Ἦχος βʹ.

Mode 2.

Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός, ἀλλʼ οὕτως ἐκ μήτρας προῆλθεν, ὡς διʼ ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

What a grand mystery! I see the miracles, I proclaim the divinity, and I do not deny the humanity. For Emmanuel opened the gates of His mother’s organs, and as benevolent God He did not rupture the seals of her virginity. He came out of the womb as He had through hearing entered it. He was incarnate as He was conceived. Impassibly He entered, ineffably He came out, even as the Prophet said of old, “This gate shall remain shut; it shall not be opened, and no one shall enter by it,” except the Lord, the God of Israel alone, who has the great mercy. [GOASD]

Μετὰ τό, Καταξίωσον κ.λ.π., ψάλλομεν τὸ Ἀναστάσιμον Στιχηρόν, Ἡ Ἀνάστασίς σου… καὶ εἶτα τὰ παρόντα Προσόμοια.

After, “O Lord, keep us this evening…” we sing the Resurrectional Sticheron, Your resurrection has illumined… and then the following Prosomoia:

Στιχηρὰ τῆς Θεοτόκου.

Stichera for the Theotokos.

Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.

Mode 2. Joseph took You down.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Verse: I will remember your name from generation to generation. [SAAS]

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν σῴζεσθαι τοὺς δούλους σου.

For all who are troubled you are joy, * and of the abused a protectress, the paupers’ nourishment, * strangers’ consolation and a walking staff of the blind, * visitation of the infirm, * assistance and shelter * for the weary and oppressed, help of the orphans as well. * Hasten to deliver your servants, * fervently we beg you, O pure one, * since you are the Mother of the Most High God. [SD]

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Verse: Listen, O daughter, behold and incline your ear, and forget your people and your father’s house. For the King desired your beauty. [SAAS]

Πᾶσαν ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως, ἄξιος πέφυκα, ἀφορμὰς μετανοίας μοι παράσχου Παρθένε, ὅπως ἀκατάκριτος, ἐκεῖ ὀφθήσωμαι· σὲ γὰρ ἐπιγράφομαι, πρέσβυν, σὲ ἐπικαλοῦμαι προστάτιν, μή με καταισχύνῃς θεονύμφευτε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Verse: The rich among the people shall entreat your favor. [SAAS]

Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰμὴ σὲ Θεόνυμφε, μὴ ἀποῤῥίψῃς ἡμᾶς, τῆς θερμῆς προστασίας σου, μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου, Μήτηρ τοῦ Θεοῦ ἡμῶν σπεῦσον, δεῖξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νῦν ὀργῆς ἡμᾶς διάσωσον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τίς σε κατʼ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; εὐχαριστοῦντες οὖν κραυγάζομέν σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.

__________

__________

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

GREAT VESPERS

Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καἰ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ιʹ, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζʹ ἢ Ϛʹ ἢ δʹ, καὶ τοῦ Ἁγίου τῆς ἡμέρας γʹ ἢ δʹ καὶ Ϛʹ, εἴπερ ἑορτάζεται ὁ Ἅγιος.

After the introductory Psalm and the first Kathisma of the Psalter, at Lord, I have cried, we use 10 verses, and we sing 7 or 6 or 4 Resurrectional Stichera, and for the Saint of the day 3 or 4 or 6 if the it is a celebrated Saint.

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος βʹ.

Resurrectional Stichera from the Octoechos. Mode 2.

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν Λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτὸς ἠθέλησε· καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

He who was begotten of the Father before all ages, God the Logos, became incarnate of the Virgin Mary. Come let us worship Him. He endured the Cross and submitted to burial, as He so willed. And then He rose from the dead, and He saved me and all humanity who had gone astray. [GOASD]

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθʼ ἡμῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον ἔγερσιν.

Christ our Savior nailed to the Cross the bond which stood against us, and thus He canceled it; and He destroyed the power of death. We worship His rising on the third day. [GOASD]

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτής ἐστι καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν· καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Let us join the Archangels and extol the Resurrection of Christ. He is the Redeemer and Savior of our souls; and He will come again, in awesome glory and mighty power, to judge the world which He created. [GOASD]

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Additional Stichera by Anatolios.

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· ἀνέστη γάρ, καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον. Ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

After You were crucified and buried, an Angel declared to the women that You are the Master, and he said to them, “Come, see the place where the Lord lay. He has risen, as He said; for He is almighty.” We therefore worship You, the only immortal One. O Christ the Giver of Life, have mercy on us. [GOASD]

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν· ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος· ἐν δὲ τῇ ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

By Your crucifixion, You destroyed the curse of the tree; by Your burial, You killed the power of death; and by Your resurrection, You illumined the human race. Therefore we sing to You: O Benefactor, Christ our God, glory to You! [GOASD]

Ἠνοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέῤῥηξας.

The gates of death opened to You for fear, and the doorkeepers of Hades quaked when they saw You. For You crushed the gates of bronze and You shattered the bars of iron, and You brought us out of darkness and the shadow of death, and You broke our chains to pieces. [GOASD]

Τὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν· δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες· Ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὢν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Let us open our mouths and sing extolling our salvation. Come all in the house of the Lord, and let us pray to Him and say, “You were crucified on a tree, and You rose from the dead, and You always are in the bosom of the Father. We implore You to forgive our sins.” [GOASD]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

When grace came, the shadow of the Law passed away. The bush of old was not consumed, even as it was burning; likewise you, a virgin, gave birth and still remained a virgin. Instead of the pillar of fire, the Sun of righteousness has risen. Instead of Moses, there is Christ, the salvation of our souls. [GOASD]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

The Lord reigns; He clothed Himself with majesty.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Verse: The Lord clothed and girded Himself with power. [SAAS]

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: And He established the world, which shall not be moved. [SAAS]

Εἰς τὸν Στίχον.

At the Aposticha.

Ἀπόστιχα Στιχηρά. Ἦχος βʹ.

Aposticha. Mode 2.

Ἀναστάσιμον.

Resurrectional.

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα. Παντοδύναμε Κύριε, δόξα σοι.

Your resurrection has illumined the entire earth, O Savior Christ; and from the dead You summoned back Your creature. O almighty Lord, glory to You! [GOASD]

Τὰ κατʼ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ.

The Aposticha, which in Greek have the Alphabet as acrostic. By St. John of Damascus.

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Verse: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS]

Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν· κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας δὲ τὸ γένος ἡμῶν τῇ ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

O Savior, by a tree You lifted the curse of the tree; by Your burial You put to death the power of death; and by Your resurrection You illumined our human race. We therefore sing to You: O Giver of life, Christ our God, glory to You! [GOASD]

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Verse: And He established the world, which shall not be moved. [SAAS]

Ἐν τῷ σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων· καὶ τὸ μὲν ἀπάνθρωπον, στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν· Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι. Ἀλλʼ ὁ διʼ οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

When You, O Christ, were publicly nailed to the cross, creation’s beauty was altered. The Roman soldiers demonstrated inhumanity and pierced Your side with a spear. The Jewish leaders underestimated Your authority and asked that Your sepulcher be sealed. In Your tender mercy You accepted burial, O Lord, and arose within three days. Glory to You! [GOASD]

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Verse: Holiness is proper to Your house, O Lord, unto length of days. [SAAS]

Ζωοδότα Χριστέ, ἑκουσίως πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾅδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθʼ ᾅδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι, τὴν σὴν τριήμερον ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

O Christ, as the Giver of Life, for us mortals, You willingly underwent the Passion. As the Mighty One, You went down to Hades; and there You found those who awaited Your arrival, and You rescued them as from a stronghold. You have granted them to live in Paradise instead of Hades. And now, as we glorify Your resurrection on the third day, we pray You grant us forgiveness of sins and the great mercy. [GOASD]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν· ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Oh, miracle of all miracles, which was unheard of before! No one else has had a mother who conceived without a man and embraced Him who surrounds all creation, only He, the Counsel of God, who was born of you, O all-pure Virgin, and whom you held in your lap. As you thus have maternal access to Him, we pray you never cease imploring Him for us who honor you, to be merciful to us and to save our souls.

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

When You descended unto Death, O Lord, You who are immortal Life put Hades to death, by the lightning of Your divinity. And when You raised the dead from the netherworld, all the hosts of heaven sang aloud to You, “O Christ God, Giver of life, glory to You!” [GOASD]

Θεοτοκίον.

Theotokion.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

All surpassing every thought, all surpassing glorious, O Theotokos, are your mysteries. With your chastity sealed and your virginity preserved, still you are a mother in truth, for to the true God you gave birth. We pray you fervently entreat Him to save our souls. [GOASD]

__________

__________

Τῌ ΚΥΡΙΑΚῌ ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

ON SUNDAY MIDNIGHT OFFICE

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς·

Canon for the Trinity

Τὸ τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας.

Ποίημα Μητροφάνους Σμύρνης.

By Metrophanes of Smyrna.

Ἦχος βʹ. ᾨδὴ αʹ. Ἐν βυθῷ κατέστρωε.

Mode 2. Ode i. N/M (Long ago the overwhelming Force.)

Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς Θεότητος, ᾀσματικῶς ὑμνήσωμεν λέγοντες. Τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, σὲ τοὺς προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος.

Let us songfully extol the triune and authoritative nature of the Godhead, and let us say, “You have an essential ocean of inexhaustible mercy. We pray You guard those who worship You, and save them, in Your benevolence.” [SD]

Ὁ πηγῇ καὶ ῥίζᾳ πεφυκώς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ ἁγίῳ σου Πνεύματι, συμφυοῦς Θεότητος, τὸ τρισήλιον τῇ καρδίᾳ μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον, σῆς θεουργοῦ ἐλλάμψεως.

O Father, as source and root and cause of the Godhead, consubstantial in the Son and the Holy Spirit, be the source of tri-solar light in my heart, and make it bright, by participation in Your theurgic mystical illumination. [SD]

Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον σοῦ τῆς ἀπροσίτου, δόξης με ναόν, καὶ σκηνὴν ἄχραντον.

O thrice-radiant, divine, and sovereign Monad, dispel from me all darkness of sins and passions, through my sweetest participation in Your illuminating rays; and make of me a temple and immaculate tabernacle of Your unapproachable glory. [SD]

Θεοτοκίον.

Theotokion.

Ῥοῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς φθορὰν ὀλισθησάσης Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε, καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.

Long ago, our nature suffered an unnatural fall, and it was heading towards destruction. Then the Logos of God stopped that, in His benevolence, when He became incarnate in your womb, O immaculate Virgin. And He taught us the mystery of the triple-radiant Godhead. [SD]

ᾨδὴ γʹ. Ἐν πέτρᾳ με τῆς πίστεως.

Ode iii. N/M (You strengthened me.)

Ἰσότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σε τοῖς προσώποις· ζωὴ γὰρ ἐκ ζωῆς χορηγὸς οὖσα, ἀῤῥήτως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

I glorify You, O Godhead, Your persons same in nature and equal in honor. Life from life, You are ineffably the giver, our one God, and there is no one holy but You, O Lord. [SD]

Σὺ τάξεις τὰς ἀΰλους καὶ οὐρανίους, ὑπέστησας ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νῦν ἡμῶν, ἐκ πηλίνου στόματος, δέξαι τὴν αἴνεσιν.

You created the immaterial and heavenly orders as mirrors of Your beauty, to unceasingly extol You, O Trinity, undivided Monarchy. And now, please accept the praise from our mouths of clay. [SD]

Στερέωσον τῆς Πίστεως ἐν τῇ πέτρᾳ, καὶ πλάτυνον ἀγάπης σου τῷ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν σῶν δούλων, Μονὰς τρισήλιε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐφʼ ᾧπερ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν.

Establish the hearts and minds of Your servants on the rock of faith, and open them wide to the ocean of Your love, O tri-solar Monad. For You are our God. May we not be put to shame for hoping in You. [SD]

Θεοτοκίον.

Theotokion.

Ὁ πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως ἐν μήτρᾳ σου οὐσιώθη, ἀπείρῳ ἀγαθότητι, Θεοτόκε, καὶ φῶς τρισήλιον, πᾶσιν ἀνέτειλε, τῆς μιᾶς Θεότητος, καὶ Κυριότητος.

He who once brought all creation into being, O Theotokos, in His infinite goodness taken substance in your womb; and He made the tri-solar light of the one Godhead and Lordship to rise on all. [SD]

Κάθισμα. Ἦχος βʹ.

Kathisma. Mode 2.

Ὅτε κατʼ ἀρχάς, τὸν Ἀδὰμ διέπλασας Κύριε, τότε τῷ λόγῳ σου τῷ ἐνυποστάτῳ, ἐβόησας εὔσπλαγχνε. Ποιήσωμεν κατὰ τὴν ἡμετέραν ὁμοίωσιν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον συμπαρῆν δημιουργόν· διὸ βοῶμέν σοι, Ποιητὰ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

O compassionate Lord, in the beginning when You fashioned Adam, by You hypostatic Word You said, “Let us make him after our own likeness.” And the Holy Spirit was present with You creating. We therefore sing to You, “Glory to You, our Maker and God!” [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ὅτε πρὸς ἡμᾶς, ὁ Θεὸς ἐλθεῖν κατηξίωσε, τότε σου Πάναγνε, τὴν καθαρωτάτην νηδὺν ἐγκατῴκησε, καὶ ἔσωσε διὰ σοῦ τῶν ἀνθρώπων τὸ φύραμα, χαρισάμενος ἅπασι βασιλείαν οὐρανῶν· διὸ βοῶμέν σοι, Θεοτόκε ἁγνή, χαῖρε Δέσποινα.

When God condescended to come to us, He dwelt in you most pure womb, and through you, He saved the nature of humanity, giving the kingdom of heaven to all. We therefore sing to You, “Rejoice, O pure Lady Theotokos!” [SD]

ᾨδὴ δʹ. Ὑμνῶ σε ἀκοῇ.

Ode iv. N/M ()

Νοεῖν σε, οὐδὲ τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, τριὰς μονάς, ἄναρχε· ἀλλʼ οὖν ἡμεῖς πηλίνῃ γλώττῃ, τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν.

Not even the immaterial orders of angels are able to understand You, O Trinity and Monad without beginning. So we, with tongues of clay, with faith extol and glorify Your essential goodness. [SD]

Ὑπάρχων, πλαστουργὸς τῆς φύσεως, Παντοκράτορ, τῆς τῶν ἀνθρώπων, πᾶσαν ἐμὴν βλέπεις νῦν, ὡς πανδερκὴς ἀδυναμίαν· διὸ κατοικτείρησον τὸν δοῦλόν σου, καὶ πρός ζωὴν βελτίστην ἐπανάγαγε.

O Ruler of all and Seer of all, as the Maker of human nature, You now see all my inability. I pray You take pity on me Your servant, and lead me back up to a better life. [SD]

Μονάδος, ἀρχικῆς ἀσύγχυτα, τρία πρόσωπα ἀνυμνοῦμεν, ὡς εἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις· ἀλλʼ οὖν ἡνωμένα, καὶ ἀμέριστα, ἔν τε βουλῇ, καὶ δόξῃ καὶ Θεότητι.

We extol the unconfused three persons of the sovereign Monad, each having Their hypostases individually and separately, and still united and undivided in will, glory, and divinity. [SD]

Θεοτοκίον.

Theotokion.

Ναόν σε, καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ Παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ τοῦ αἰῶνος, ἐν ᾧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.

O ever-virgin Theotokos, the Creator of all found you alone, from all time, to be a pure and immaculate temple, where He went to dwell; and there He refashioned human nature, as our benevolent God. [SD]

ᾨδὴ εʹ. Ὁ φωτισμός.

Ode v. N/M (You are the light.)

Ὡς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνῃ σου· σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος.

O King of Peace, You fully shine the peace-giving and saving rays of Your providence on all beings. I pray You guard me in Your peace. For You are the life and peace of the universe. [SD]

Τῷ Μωϋσῇ, ἐν τῇ βάτῳ ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς σου προδηλῶν παρουσίαν, διʼ ἧς πᾶσι σαφῶς ἀνήγγειλας, κράτος θεαρχίας μιᾶς τρισυπόστατον.

You appeared to Moses in the form of fire in the bush, and You were called Angel, O Logos of the Father. Thus You foretold Your coming to us; and when You came, You clearly proclaimed to all the tri-hypostatic dominion of the one Godhead. [SD]

Ἡ φυσικήν, συναΐδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγήν τὴν τρισήλιον.

O monarchical Holy Trinity, You beam Your natural co-eternal glory. We pray You grant us, who extol You with Orthodox faith, to see Your glory’s one tri-solar light, that is without beginning. [SD]

Θεοτοκίον.

Theotokion.

Συνεκτικός, κατʼ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς Κυριότητος.

O Virgin Mother, He who in essence is God the Logos, and who encompasses all the ages, was ineffably encompassed in your womb; and He called humanity back to the unity of the one Dominion. [SD]

ᾨδὴ Ϛʹ. Ἐν ἀβύσσῳ πταισμάτων.

Ode vi. N/M (Like a deep sea, my sins.)

Θελητὰ τοῦ ἐλέους ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (δίς)

O tri-solar God, who delight in mercy, have mercy on us who believe in You; and release Your servants from their offenses and passions and dangers. (2)

Ἐν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἐλλάμψεως, καὶ τριλαμποῦς Θεότητος, φωτοδότιδα αἴγλην μοι βράβευσον.

In Your ineffable goodness, which is like an ocean, award me the incomprehensible and light-giving brightness of Your illumination and thrice-radiant Divinity. [SD]

Θεοτοκίον.

Theotokion.

Ἀποῤῥήτως Παρθένε ὁ Ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ τὸν ἄνθρωπον, ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τριλαμπεῖ με κατηύγασε.

O Virgin, the Most High secretly became man from you, putting on human nature entirely; and He illumined me with the thrice-radiant light. [SD]

Κάθισμα. Ἦχος βʹ. Εὐσπλαγχνίας ὑπάρχουσα.

Kathisma. Mode 2. N/M (As the Mother of God.)

Εὐσπλαγχνίας τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδεῖξαι ἡμᾶς Ἐλεῆμον. Βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ᾠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε· εἰς σὲ γὰρ ἐλπίζομεν τὸν τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.

O merciful Lord, accept us, as You cover us with the ocean of Your compassion. Look upon the people who glorify You; receive the song of those praying to You, O Trinity and Monad without beginning. For we have put our hope in You, the God of all, to forgive us all our offenses. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Εὐσπλαγχνίας κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε. Σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις, σὺ τῶν λυπουμένων ἡ παράκλησις· διό σοι νῦν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὑρεῖν λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σε βοήθειαν.

O good Theotokos, you are sympathetic, for in your womb you carried the Fount of compassion. For us believers, you are our only helper; you are the consolation of those in pain and sorrow. Since we have only you as our help, we all now pray to you with faith, that our troubles may be resolved. [SD]

ᾨδὴ ζʹ. Εἰκόνος χρυσῆς.

Ode vii. N/M (The image of gold.)

Ῥυθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν, μόνος ὑπάρχων ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος· δεῖξον οὖν κᾀμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον πάντοτε, πρὸς τὸ δοξάζειν σε θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (δίς)

You, O tri-hypostatic Lord, who alone are immutable, have ordered the hosts of Angels so that they can no longer turn. Likewise make my heart never turn from ever ardently glorifying You and solemnly extolling You. (2)

Χοροὶ νοεροί, τῶν ἀΰλων οὐσιῶν ταῖς σαῖς ἀκτῖσι, Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι, γίνονται, θέσει δευτερεύοντα φῶτα, ὧν κᾀμὲ ταῖς ἐλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς φωτουργὸς τριλαμπής.

O monarchical and tri-solar God, You shine Your beams on the noetic choirs of the immaterial beings, and by participation they become secondary lights. Let me also be light, by participation in their illuminations, O thrice-radiant Source of light. [SD]

Θεοτοκίον.

Theotokion.

Ἰθύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπῃς, τοὺς σὲ φιλοῦντας, ὁ διʼ ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ θεώσας τὸν ἄνθρωπον, καὶ θρόνῳ δόξης τῷ Πατρὶ συγκαθεζόμενος.

Never cease to direct us toward heaven and uplift us who love You, O Lord, who in Your ineffable benevolence became man in the womb of the Virgin, and deified man, and seated him with the Father on the throne of glory. [SD]

ᾨδὴ ηʹ. Ἰνδάλματος χρυσοῦ.

Ode viii. N/M (Those thrice-blessed Young Men.)

Ἀπρόσιτε Τριάς, συναΐδιε συνάναρχε θεαρχία, ἡ ἀπαράλλακτος ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων βουλήν, καὶ ἐνόχλησιν τῶν δαιμόνων, ἀβλαβῆ τηρῶν με ἀεί, Κύριε πάντων. (δίς)

O unapproachable Trinity, co-eternal Godhead without beginning, identical in all things, except the light-bearing distinctions of the Persons, I pray You neutralize evil counsel of the adversaries and every annoyance of the devils, and ever keep me unharmed, O Lord of all. (2)

Σοφῶς καὶ πανσθενῶς, ἀπερίγραπτε τρισήλιε Μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τῇ ἐμῇ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε ἀσιγήτως, σὺν χοροῖς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας.

O uncircumscribable, tri-solar Monarchy, being wise and almighty, You brought the world into existence and You preserve it in perfect and unimpaired order. I pray You dwell in my heart, that I may never cease to extol and glorify You, with the choirs of Angels, unto all the ages. [SD]

Σοφία τοῦ Πατρός, ἀκατάληπτε ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας, τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα, ἐδίδαξας πάντας σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.

O Wisdom of the Father, incomprehensible, inexpressible Logos of God, You did not alter Your unchangeable nature when You sympathetically assumed human nature. You have taught all to worship the unitary Trinity that has dominion over all the ages. [SD]

ᾨδὴ θʹ. Ἡ τὸν πρὸ ἡλίου φωστῆρα.

Ode ix. N/M (Lady, from your virginal belly.)

Ἐκ φωτὸς ἀνάρχου, συνάναρχος Υἱὸς φῶς ἐξανέτειλε, καὶ συμφυὲς φῶς πνεῦμα ἐκπορεύεται, ἀποῤῥήτως θεοπρεπῶς, ἀῤῥεύστου τῆς γεννήσεως, πιστευομένης ἅμα δέ, καὶ τῆς ἀφράστου ἐκπορεύσεως. (δίς)

The Son, co-eternal light, shone forth from light that has no beginning, from which also the connatural light, namely the Spirit, proceeds ineffably as befits divinity. We believe in the generation without change and in the inexpressible procession. (2)

Λάμψον τὰς καρδίας, τρισήλιε Θεότης τῶν ὑμνούντων σε, τῷ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον, καὶ μεγαλύνειν καὶ δοξάζειν σε.

O tri-solar Godhead, shine Your thrice-radiant light in the hearts of those who extol You, and give us understanding, that at all times we may discern and perform Your will, which is good and perfect, and may magnify and glorify You. [SD]

Ἄπειρος τῇ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν, ὡς ἔχων κατῳκτείρησας, Τριὰς πρώτην, οὕτω καὶ νῦν, οἰκτείρησον τοὺς δούλους σου, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ πειρασμῶν καὶ περιστάσεων.

O God, as You are infinite in nature, the ocean of Your tender mercies is also infinite. O Trinity, as You showed compassion of old, do also now have mercy on Your servants, and release them of offenses, temptations, and dire circumstances. [SD]

Θεοτοκίον.

Theotokion.

Σῶσόν με Θεέ μου, παντοίας ἐπηρείας καὶ κακώσεως, ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος, ἀνεκφράστως μοναδικός, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

O my God, almighty, extolled in three persons, ineffably one, save me from all manner of abuse and evil, and guard Your flock, at the prayers of the Theotokos. [SD]

__________

__________

ΕΝ Τῼ ΟΡΘΡῼ

MATINS

Μετὰ τὴν αʹ Στιχολογίαν, Καθίσματα. Καθίσματα Ἀναστάσιμα.

After the first Psalter reading, Kathismata. Resurrectional Kathismata.

Ἦχος βʹ.

Mode 2.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης, Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

When he took down Your immaculate Body from the Cross, the honorable Joseph wrapped it in a clean linen shroud with spices and laid it for burial in a new tomb. But on the third day You rose, O Lord, and granted to the world the great mercy. [GOASD]

Δόξα. Ὅμοιον.

Glory. Same Melody.

Ταῖς Μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

The Angel who had come to the sepulcher said to the Myrrh-bearing women, “Ointments are appropriate for mortal men; but Christ is indeed a stranger to decay. Now go proclaim that the Lord has risen and granted to the world the great mercy.” [GOASD]

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Both now. Theotokion. Same Melody.

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε· νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

You are supremely glorified, O Virgin Theotokos; we sing your praise. By your Son’s crucifixion, Hades was overthrown and death itself has died. We who were dead have risen and have been granted life. We have received the original enjoyment of Paradise. Therefore we give thanks and send up glory to Christ our God, the only strong and very merciful Lord. [GOASD]

Μετὰ τὴν βʹ Στιχολογίαν, ἕτερα Καθίσματα. Καθίσματα Ἀναστάσιμα.

After the second Psalter reading, Kathismata. Resurrectional Kathismata.

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι. Κύριε δόξα σοι.

Not preventing the sealing of the stone of the tomb, with Your rising You gave to all the rock of the faith. Glory to You, O Lord. [GOASD]

Δόξα. Ὅμοιον.

Glory. Same Melody.

Τῶν μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτήν, σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς ἀναστάσεως· καὶ διʼ αὐτῶν φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

The choir of Your disciples and the Myrrh-bearing Women are greatly rejoicing together with us. For we are celebrating one and the same feast, which glorifies and honors Your resurrection. By their intercessions, O benevolent Lord, grant to us Your people the great mercy. [GOASD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD]

Μετὰ τὸν Ἄμωμον καὶ τὰ Εὐλογητάρια, ἡ

After Psalm 118 and the Evlogetaria:

Ὑπακοή.

Hypakoe.

Μετὰ τὸ πάθος πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι τὸ σῶμα σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

After Your Passion, O Christ God, the women went to the tomb to anoint Your body. They saw Angels in the sepulcher, and they were amazed. For they heard them saying that You the Lord had risen, granting to the world the great mercy. [GOASD]

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Αʹ.

Anavathmoi. Antiphon 1.

Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ· σῶσόν με σῇ ἐπιλάμψει.

I direct the eyes of my heart to You in heaven, O Savior. Save me, I pray, shining on me Your resplendence. [GOASD]

Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλά, καθʼ ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

Have mercy on us who hourly offend You in many things, O my Christ; and before the end, give us ways to return to You in repentance. [GOASD]

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

To the Holy Spirit it is proper to rule, to sanctify, and to move all creation; for He is God, one in essence with the Father and the Logos. [GOASD]

Ἀντίφωνον Βʹ.

Antiphon 2.

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα καὶ ἀνθρωποκτόνου;

If the Lord had not been with us, who would be sufficient to preserve himself uninjured from the enemy and murderer of mankind? [GOASD]

Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον· λέοντος τρόπον κατʼ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

Do not deliver me to the teeth of my enemies, O Savior, for in the manner of a lion they move against me Your servant. [GOASD]

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ διʼ Υἱοῦ δέ.

In the Holy Spirit is the principle of life, and to Him belongs the honor. He is God, and in the Father through the Son He strengthens and sustains every creature. [GOASD]

Ἀντίφωνον Γʹ.

Antiphon 3.

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ· οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ βελίαρ.

Those who trust in the Lord are like the holy mountain. They are in no way shaken by the devil’s assaults. [GOASD]

Ἐν ἀνομίαις χεῖρας αὐτῶν, μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

Let those who live for God never stretch out their hands in lawlessness. For Christ will not permit the rod to be upon His inheritance. [GOASD]

Δόξα. Καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

From the Holy Spirit all wisdom gushes forth, as does grace to Apostles. By Him Martyrs are awarded for their contests, and Prophets have visions. [GOASD]

Προκείμενον.

Prokeimenon.

Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Awaken, O Lord my God, in the ordinance You commanded, so the congregation of the peoples shall surround You.

Στίχ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Verse: O Lord my God in You I hope.

Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινόν, τὸ ἐνδιάτακτον. Εἶτα· Ἀνάστασιν Χριστοῦ θεασάμενοι· τὸν Νʹ Ψαλμόν, καὶ τὰ λοιπὰ (ὅρα ὄπισθεν). Μετὰ ταῦτα ψάλλονται οἱ Κανόνες.

“Let everything that breathes…” The appointed Sunday Matins Gospel. Then, “Having beheld the Resurrection of Christ…” Psalm 50, and the rest (as laid out before). Then we sing the Canons.

Κανὼν ὁ Ἀναστάσιμος.

Canon for the Resurrection.

Ποίημα Ἰωάννου Μοναχοῦ (τοῦ Δαμασκηνοῦ).

By John the Monk (of Damascus).

Ἦχος βʹ. ᾨδὴ αʹ. Ὁ Εἱρμός.

Mode 2. Ode i. Heirmos.

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Long ago the overwhelming Force * utterly destroyed the chariots and army of Pharaoh within the Sea. * Now the Logos put on flesh * and He wiped out malignant sin and its burdens all. * He is Lord, forever glorious, and He is greatly glorified. [SD]

Τροπάρια.

Troparia.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

Good One, disobeying Your command, * we were sadly registered to the ruler of this world as his property. * By Your Cross is he condemned; * for assaulting You as if merely a mortal man, * he fell into Your authority, and he was rendered powerless. [SD]

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.

Master, You have come into the world * as Redeemer of the human race and as the Author of immortal life. * For You shredded shrouds of death * by Your resurrection, which we all now glorify. * For You are forever glorious, and You are greatly glorified. [SD]

Θεοτοκίον.

Theotokion.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Unto the Creator you gave birth, * when in His good pleasure He became incarnate, O Maid, in your virgin womb. * Hence you are superior * to creation all, invisible and visible. * Intercede with Him with confidence, entreating Him to save our souls. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ποίημα Ἰωάννου Μοναχοῦ (τοῦ Δαμασκηνοῦ).

By John the Monk (of Damascus).

ᾨδὴ αʹ. Ἄτριπτον ἀσυνήθη.

Ode i. When they had traversed.

Δύναμις ἀσθενοῦσιν, ἀνάστασις πεσοῦσι, καὶ ἀφθαρσία τοῖς τεθνεῶσι, γέγονας Χριστέ, τῆς σαρκὸς τῷ πάθει σου, ὅτι δεδόξασται.

Power of the infirm ones, * the raising of the fallen, and incorruption * of those who died have You become, O Christ, * by Your flesh’s suffering; * for it is glorified. [SD]

ᾬκτειρε τὴν πεσοῦσαν, εἰκόνα καὶ ἀνέστησε, συντριβεῖσαν ὁ πλαστουργὸς Θεὸς καὶ καινουργός, νεκρωθεὶς τῷ σώματι, ὅτι δεδόξασται.

God the Creator pitied * His fallen, shattered image; and as Renewer * He resurrected it through His own death. * This is what has come to pass. * For He is glorified. [SD]

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ποίημα Ἰωάννου Μοναχοῦ (τοῦ Δαμασκηνοῦ).

By John the Monk (of Damascus).

Ἄτριπτον ἀσυνήθη.

When they had traversed.

Ἄϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν σὴν ἐδήλου γέννησιν Ἁγνή, ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται.

Pure one, that dreamt-of ladder * and the seaway that strangely turned into dry land * were the depictions of your childbirth; * which we all extol with hymns, * for d01it is glorified. [SD]

Δύναμις τοῦ Ὑψίστου, Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοῖς βροτοῖς, ὡμίλησεν, ὅτι δεδόξασται.

Wisdom of God and perfect * hypostasis and power of the Most High took * from you a body, Lady undefiled, * and conversed with mortal men; * for He is glorified. [SD]

Ὥδευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος, δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῷ κόσμῳ ἔλαμψεν, ὅτι δεδόξασται.

Through the untrodden gateway, * O Pure one, of your womb that has been again shut, * the Sun of Righteousness did make His way, * and He shone upon the world; * for He is glorified. [SD]

ᾨδὴ γʹ. Ὁ Εἱρμός.

Ode iii. Heirmos.

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

The gentile church was formerly like the barren wilderness; * and then it blossomed as the rose * and the lily, when You appeared on earth. * My heart is established in Your Advent, O Lord. [SD]

Τροπάρια.

Troparia.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπʼ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Creation, at Your Passion, Lord, was confounded when it saw * that You, who had established all * by divine bidding, were in outward form * humiliated and sneered at by lawless men. [SD]

Ἐκ χοὸς κατʼ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου διʼ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

You fashioned me from dust, O Christ, * in Your image, with Your hand. * When I through sin was crushed again * to the dust of death, You went down with me * into Hades and raised me up again with You. [SD]

Θεοτοκίον.

Theotokion.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

O Virgin, the angelic hosts * were amazed that you gave birth * to God, O all-immaculate; * and the hearts of the people shook in awe. * With faith we honor you as the Mother of God. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Τόξον συνετρίβη δυναστῶν.

Ὁ πάντων ἐπέκεινα Χριστός, ἠλάττωται βραχύ, τῷ πάθει τῷ τῆς σαρκός, τῆς Ἀγγέλων φύσεως.

Christ who is transcendent over all * was made a little lower than the angelic rank, * when He suffered in the flesh. [SD]

Νεκρὸς μετʼ ἀνόμων λογισθεις, ἐκλάμπων Γυναιξί, στεφάνῳ δόξης Χριστέ, ὤφθης τῆς Ἐγέρσεως.

Numbered with the lawless as one dead, * O Christ, then You shone forth * unto the women with Your Resurrection’s glowing light. [SD]

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Τόξον συνετρίβη δυναστῶν.

Ὁ χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε ἑκών, βρέφος πεπλαστούργηται.

He who is transcendent of all time, * as the Maker of time, * was as a babe formed from you, O Virgin, voluntarily. [SD]

Νηδὺν πλατυτέραν οὐρανῶν, ὑμνήσωμεν πιστοί, διʼ ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοῖς, χαίρων πεπολίτευται.

The womb that is wider than the heavens, and by means of which * in heaven Adam lives with joy, * let us faithful now extol. [SD]

ᾨδὴ δʹ. Ὁ Εἱρμός.

Ode iv. Heirmos.

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλʼ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

You came, O Lord, * not an elder nor angel, but You yourself, * God incarnate, being born of a pure Virgin, thus saving me * and all of humanity. * Therefore I sing to You: * Glory to Your strength, O Lord! [SD]

Τροπάρια.

Troparia.

Παρίστασαι, ὡς κριτὸς Καϊάφα τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐξάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

You stood trial at Caiaphas’s court, Lord, not crying out, * as You brought forth justice to the Gentiles, as Isaiah said. * This is the salvation that You worked for the whole world, * through Your Passion, O Christ. [SD]

Τῷ πάθει σου, τοῦ ἐχθροῦ αἱ ῥομφαῖαι ἐξέλιπον· τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

By Your Passion, forsaken are the swords of the enemy, * as the Prophet David said. * By Your descent into Hades, Lord, * the cities of the foe were pulled down, * and the tyrant’s insolence was overthrown. [SD]

Θεοτοκίον.

Theotokion.

Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

You, O Lady Theotokos, are known by the faithful all, * our fortress unshakable, * the harbor where we go to be saved. * By your intercessions you rescue our souls from all dangers and calamities. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ἀκήκοα Κύριε, τὴν ἔνδοξον.

Ἰδοῦσα ἐν ξύλῳ σε, Χριστὲ παγέντα Παρθένος, ἡ ἀνωδίνως σε κυήσασα, τὰς μητρικὰς ὀδύνας ὑπέμεινε.

Νενίκηται θάνατος, νεκρὸς σκυλεύει ᾅδου τὰς πύλας· τοῦ παμφάγου γὰρ ῥαγέντος μοι, τὰ ὑπὲρ φύσιν πάντα δεδώρηται.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ἀκήκοα Κύριε, τὴν ἔνδοξον.

Ἰδοὺ ὑπερύψωται, τὸ θεῖον ὄρος οἴκῳ Κυρίου, ὑπεράνω τῶν Δυνάμεων, ἡ θεομήτωρ ἐμφανέστατα.

Νομίμων τῆς φύσεως, Παρθένε ἅπερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.

ᾨδὴ εʹ. Ὁ Εἱρμός.

Ode v. Heirmos.

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

O Christ our God, * You are the mediator between God and men. * For through You, O Lord, we have access to Your Father, the Author of Light, * in the Spirit, as Paul said, out of the night of ignorance. [SD]

Τροπάρια.

Troparia.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

Like a cedar, O Christ, * You shattered the raging of the enemies, * when in Your good pleasure, Lord, * You were voluntarily crucified * and in the flesh exalted with the cypress, pine, and cedar. [SD]

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν· ἀλλʼ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

They laid You, O Lord, * in the lowest pit, as one helpless and dead. * By Your bruise, O Savior Christ, * with yourself You raised up those whom David said * were no longer remembered, like slain men sleeping in a grave. [SD]

Θεοτοκίον.

Theotokion.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

O pure one, implore your Son and Lord for us who put our hope in you. * Virgin, pray He grant to us * a peaceful existence and deliverance * from adverse circumstances, whenever we encounter them. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ.

Νηστεύειν ἀπανηνάμενος, Ἀδὰμ γεύεται, θανατηφόρου τοῦ ξύλου ὁ πρότερος, ἀλλὰ τούτου τὴν ἁμαρτίαν ἐξαφανίζει, σταυρωθεὶς ὁ δεύτερος.

Τὴν φύσιν παθητός, καὶ θνητὸς γέγονας, ὁ ἀπαθὴς τῇ ἀΰλῳ Θεότητι, ἀφθαρτίσας νενεκρωμένους Χριστέ, κευθμώνων ᾅδου ἐξανέστησας.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ.

Νεφέλαι τῆς εὐφροσύνης, γλυκασμὸν ῥάνατε, τοῖς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν.

Τῷ βίω καὶ τῷ σαρκίῳ μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπʼ ἐσχάτων ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς σωματωθεὶς ὁ Ὕψιστος.

ᾨδὴ Ϛʹ. Ὁ Εἱρμός.

Ode vi. Heirmos.

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Like a deep sea, my sins have encircled me. * I invoke the deep sea of Your ineffable * and unfathomable tender love. * Raise me up from corruption, O Lord my God. [SD]

Τροπάρια.

Troparia.

Ὡς κακοῦργος ὁ Δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

The Righteous One was judged as a criminal, * and He has been crucified with those who broke the law; * and by His precious blood He gives * guilty sinners forgiveness of all their sins. [SD]

Διʼ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ διʼ ἑνὸς ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

As through one man, the first Adam, sin of old * came into the world and through it death spread to all, * much more through one, the Son of God, * resurrection has been manifested to all. [SD]

Θεοτοκίον.

Theotokion.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

You, O Virgin, conceived without knowing man * and remained a virgin, even after giving birth, * exhibiting the tokens that prove * the true divinity of your Son and God. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ἤχου ῥημάτων δεήσεως.

Φύλακας ἔθου τῷ πταίσαντι, τὰ Χερουβεὶμ τοῦ ξύλου τῆς ζωῆς, ἀλλʼ ἰδόντα σε τὰς πύλας ἤνοιξαν· ὤφθης γὰρ ὁδοποιῶν τῷ Λῃστῇ Παράδεισον.

Ἔρημος ᾅδης καὶ ἄπορος, διὰ θανάτου γέγονεν ἑνός· ὃν πολὺν γὰρ πλοῦτον ἐθησαύρισεν, εἰς ὑπὲρ πάντων ἡμῶν, ὁ Χριστὸς ἐκένωσεν.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ἤχου ῥημάτων δεήσεως.

Φύσις ἀνθρώπων δουλεύουσα, τῇ ἁμαρτίᾳ Δέσποινα ἁγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε· σὸς γὰρ Υἱὸς ὡς ἀμνός, ὑπὲρ πάντων τέθυται.

Ἐπιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, παροργίσαντας οἰκέτας λύτρωσαι· μόνη γὰρ πρὸς Υἱόν, παῤῥησίαν κέκτησαι.

Κοντάκιον. Τὰ ἄνω ζητῶν.

Kontakion. In seeking the heights.

Ἀνέστης Σωτήρ, ἐκ τάφου παντοδύναμε, καὶ ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Omnipotent Lord, You rose from the sepulcher. * The netherworld saw the miracle and was stupefied, * for the dead were also raised. * But creation saw it and rejoiced with You; * Adam also greatly rejoiced. * O my Savior, the world forever sings Your praise. [GOASD]

Ὁ Οἶκος.

Oikos.

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων, καὶ ἡ ζωὴ τῶν βροτῶν, καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

You, O Word of God, are the light of those in the darkness. You are the resurrection and the life of all humanity. When You destroyed the power of death and smashed the gates of Hades, You raised everyone with yourself. Mortals saw the miracle and marveled, All creation rejoices with You in Your resurrection, O benevolent Lord. So we all now glorify and extol Your condescension, O my Savior, and the world forever sings Your praise. [GOASD]

ᾨδὴ ζʹ. Ὁ Εἱρμός.

Ode vii. Heirmos.

Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

The godless decree of the unlawful tyrant * commanded the stoking of the furnace’s fiery flame. * But Christ joined His pious Servants, and He covered them * with the Spirit’s dewy breeze. * He is praised and blessed and exceedingly glorious. [SD]

Τροπάρια.

Troparia.

Οὐκ ἔφερες Δέσποτα διʼ εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾷν τυραννούμενον, ἀλλʼ ἦλθες καὶ ἔσωσας ἰδίῳ αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

O Lord, in Your tender love, You did not bear it * to see that humanity had succumbed to death’s tyranny. * So You came and saved the human race by Your own blood, * becoming man, O Christ our God. * You are praised and blessed and exceedingly glorious. [SD]

Ἰδόντες σε ἔπτηξαν ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ· ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα, ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

O Christ, when the keepers of the doors of Hades * saw You, who were clothed in the garment of vengeance, they quaked. * For You, as the Master, went there to subdue the unwise * tyrant, making him Your slave. * You are praised and blessed and exceedingly glorious. [SD]

Θεοτοκίον.

Theotokion.

Ἁγίων ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

We recognize you, O undefiled Virgin, * as holy of holies. O unwedded Mother, only you * conceived and gave birth to God who is immutable. * By your childbirth you became * the spring of incorruption for the believers all. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ἀντίθεον πρόσταγμα.

The godless decree.

Ἔκρινε τὸν προπάτορα πάλαι, ἐν τῇ Ἐδὲμ παρακοῇ· ἀλλʼ ἑκουσίως ἐκρίθη, τῷ παραβάντι λύων τὸ ἔγκλημα, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σέσωκας τὸν τρωθέντα τῇ γλώσσῃ, τῇ ἰοβόλῳ ἐν Ἐδέμ, τὸ ἐθελούσιον δῆγμα· τῷ ἑκουσίῳ πάθει ἰάσω γάρ, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Βαίνοντα ἐν σκιᾷ με θανάτου, ἀνεκαλέσω πρὸς τὸ φῶς, τὸν σκοτεινόμορφον ᾅδην, τῇ ἀστραπῇ βαλὼν τῆς Θεότητος, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ῥήτορες ἀνεδείχθησαν Παῖδες.

Ἑώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον, ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοῖς μέλπουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σύμβολα τῆς ἐν σοὶ ἀποῤῥήτου, προκαταγγέλλων συμπλοκῆς, τῷ Ἰακὼβ προσπαλαίει, διʼ ἧς ἑκὼν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Βέβηλος ὁ μὴ ἕνα κηρύττων, τὸν τῆς Παρθένου σε Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτῳ γνώμῃ καὶ γλώσσῃ βοῶν, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ ηʹ. Ὁ Εἱρμός.

Ode viii. Heirmos.

Κάμινός ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Heeding the divine decree, the fiery furnace * of old in Babylon distributed its actions and energy; * for it burned up the Chaldean men, * but it refreshed the faithful young men who sang, * saying, “Bless the Lord, all you works of the Lord. Sing a hymn to Him.” [SD]

Τροπάρια.

Troparia.

Αἵματι Χριστέ, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν σου, τὰ τῶν Ἀγγέλων τάγματα κράζοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

Christ, with Your own blood, Your body, like the garment, * of which Isaiah spoke, was stained crimson red. * And seeing it, all the hosts of the Angels shuddered marveling * at Your immense longsuffering, and they sang, * saying, “Bless the Lord, all you works of the Lord. Sing a hymn to Him.” [SD]

Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστὲ κράζων σοι· Κατεπόθη ὄντως εἰς νῖκος ὁ θάνατος.

Tender-loving Savior, by Your resurrection * You clothed my mortal nature with the garment of immortality. * Now rejoicing and with gratitude, * Your chosen people sing Your praises, O Christ, * saying in the words of Paul, “Death is swallowed up in victory.” [SD]

Θεοτοκίον.

Theotokion.

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας, θεογεννῆτορ Πάναγνε, ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

In your holy womb you conceived without seed * and you gave birth incomprehensibly to Him who inseparate * from the Father lived as God and man. * And therefore we consider you * the salvation of us all, O pure Virgin who gave birth to God. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ἰνδάλματος χρυσοῦ.

Those thrice-blessed Young Men.

Ὡράθης ἐν σταυρῷ, καθηλούμενος ὁ πλούσιος ἐν ἐλέει· ἑκὼν ἐτάφης δέ, καὶ τριήμερος ἐξανέστης, καὶ ἐλυτρώσω πάντας τοὺς βροτοὺς φιλάνθρωπε, πίστει μελῳδοῦντας. Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Λυτροῦσαι τῆς φθορᾶς, ὑπελθὼν τὰ καταχθόνια, Θεοῦ Λόγε, ὄνπερ διέπλασας δυνάμει σου, Χριστέ μου θείᾳ, καὶ ἀφθαρτίσας, δόξης ἀϊδίου μέτοχον, τῆς σῆς ἀπειργάσω. Ὑμνείτω κραυγάζοντα πᾶσα κτίσις, καὶ ὑπερυψούτω Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ἰνδάλματος χρυσοῦ.

Those thrice-blessed Young Men.

Ὡράθη ἐπὶ γῆς, διὰ σοῦ, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ὁ ἀγαθότητι ἀσύγκριτος, καὶ δυνάμει, ᾧ μελῳδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κυρίως σε Ἁγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε· σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος σεσαρκωμένον, ᾧ σὺν τῷ Πατρὶ καὶ Πνεύματι πάντες μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θʹ. Ὁ Εἱρμός.

Ode ix. Heirmos.

Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

To us was revealed the unoriginate Begetter’s Son, * from a Virgin incarnated. He is God and Lord, * coming to those sitting in darkness to give them light, * to gather the scattered. * And therefore the all-extolled Theotokos should be magnified. [SD]

Τροπάρια.

Troparia.

Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς, τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.

The thrice-blessed tree of Your immaculate Cross, O Lord, * was planted on Calvary as if in Paradise. * O Christ, it was watered by water and blood that poured * from Your side, O Savior, * as if from a fountain, and it blossomed forth with life for us. [SD]

Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ Παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ· μεθʼ ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.

You put down the mighty, being crucified, Almighty Lord, * and exalted humanity’s nature that was held * below in the prison of Hades, and set it on the throne of Your Father. * With it You will come again; and we magnify and worship You. [SD]

Τριαδικόν.

For the Trinity.

Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισσοφεγγῆ, ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τὴν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

As Orthodox faithful, let us sing and glorify * the ternary Unity and consubstantial Trinity, * and praise the inseparate nature super-divine, the radiance unsetting, * triple-shining, and unique, uncompounded, shining light on us. [SD]

Κανὼν Σταυροαναστάσιμος.

Canon for the Cross and Resurrection.

Ἀνάρχου Γεννήτορος.

To us was revealed.

Ἐν μέσῳ τῶν καταδίκων, ὡς ἀμνὸς ἀνηρτήθης, Χριστὲ ἐπὶ Κρανίου τοῦ Σταυροῦ, λόγχῃ πλευρὰν ἐκκεντούμενος, τὴν ζωὴν ἐδωρήσω, ἡμῖν τοῖς χοϊκοῖς ὡς ἀγαθός, τοῖς ἐν πίστει τιμῶσι, τὴν θείαν σου Ἀνάστασιν.

O Christ, amid the two convicts * as a lamb You were fastened * upon the Cross on Calvary, O Lord, * and You were pierced in the side with a lance; * and to us who were fashioned * of dust, You granted life, as we in faith * now extol Your divine Resurrection, O Benevolent. [SD]

Τὸν τῷ ἰδίῳ θανάτῳ, τοῦ θανάτου τὸ κράτος, δυνάμει καταργήσαντα Θεόν, πάντες πιστοὶ προσκυνήσωμεν, ὅτι τοὺς ἀπʼ αἰῶνος νεκροὺς συνεξανέστησε, καὶ τοῖς πᾶσι παρέχει, ζωὴν καὶ τὴν ἀνάστασιν.

Let us believers all worship * God who virtually rendered * impotent the dominion of death * by means of His own voluntary death. * For the ones who for ages * were dead He resurrected with himself, * and He freely gives life and the Resurrection unto all. [SD]

Κανὼν τῆς Θεοτόκου.

Canon for the Theotokos.

Ἀνάρχου Γεννήτορος.

To us was revealed.

Ῥάβδος ἰσχύος δέδοται, φύσει τῇ σαθρᾷ, Λόγος Θεοῦ, ἐν μήτρᾳ σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ᾅδην ὀλισθήσασαν· διό σε πάναγνε, ὡς Θεοτόκον μεγαλύνομεν.

Unto our rotten nature, O pure one, there has been given a rod of strength in your womb, * the very Logos of God, * who raised it when it fell to hell. * Therefore, all-pure one, you as Theotokos do we magnify. [SD]

Ἣν ἡρετίσω, Δέσποτα, δέξαι συμπαθῶς, πρέσβυν Μητέρα, σὴν ὑπὲρ ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σε ἅπαντες, ὡς εὐεργέτην μεγαλύνωμεν.

With sympathy receive as ambassador who acts on our behalf, Your Mother whom You chose, * O Master; and everything * will then be with Your goodness filled; * that You as Benefactor we might all together magnify. [SD]

Ἐξαποστειλάριον, τὸ ἐνδιάτακτον Ἑωθινόν.

The appointed Eothinon Exaposteilarion.

Εἰς τοὺς Αἴνους.

At Lauds.

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βʹ.

Resurrectional Stichera. Mode 2.

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Everything that breathes and all creation glorifies You, O Lord, for by the Cross You made death powerless, to demonstrate to all people Your resurrection from the dead, as our only benevolent God. [GOASD]

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; Διατί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.

Let the Jewish leaders explain it. How did the soldiers lose the King, whom they were guarding? Why couldn’t the stone secure the rock of life? Either produce Him who was buried, or else worship Him as risen from the dead, then join us and say, “Glory to the abundance of Your tender mercies, our Savior, glory to You!” [GOASD]

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε. Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε.

Rejoice and be glad, all people! An Angel sat on the stone of the tomb. And he announced to us the good news and said, “Christ has risen from the dead, as the Savior of the world; and He has filled the universe with fragrance.” Rejoice and be glad, all people! [GOASD]

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν· Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ ἀναστάσει ἐκύλισεν. Ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε δόξα σοι.

Before Your conception, an Angel brought the salutation, “Rejoice!” to the Maiden full of grace. Again, at Your resurrection, an Angel rolled away the stone from Your glorious tomb, O Lord. The one brought a promise of joy, replacing the pain and sorrow. The other declared that the Master gives life, reversing the threat of death. Therefore we sing to You: Lord and benefactor of all, glory to You! [GOASD]

Ἕτερα Στιχηρὰ Ἀνατολικά.

Additional Stichera by Anatolios.

Ἔῤῥαναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

The women sprinkled Your grave with ointments mixed with their tears. And then their mouths were filled with joy when they said, “The Lord has risen!” [GOASD]

Αἰνεσάτωσαν ἔθνη καὶ λαοί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως διʼ ἡμᾶς Σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα· καὶ προσκυνησάτωσαν αὐτοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν, διʼ ἧς πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

Let the people of all nations give praise to Christ our God, who voluntarily endured the Cross for us and for three days dwelt in the netherworld. And let them show reverence to His resurrection from the dead, through which all the ends of the earth have been enlightened. [GOASD]

Ἐσταυρώθης, ἐτάφης Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

You were crucified and buried as You willed, O Christ. As God and Master, You despoiled death, and to the world You gave eternal life and the great mercy. [GOASD]

Ὄντως παράνομοι, σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε. Ἔχουσι τὴν γνῶσιν οἱ φύλακες. Σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τίς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέῤῥηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωὴν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Villains that you truly are, since you sealed the stone, you unwittingly entitled us to claim a greater miracle. The guards know about this. He came forth from the tomb today. But you told them to say, “His disciples came and stole Him away while we were asleep.” Who steals a dead man, and a naked one at that? This one rose, by His own authority as God, and He left the grave clothes in the sepulcher. O Jews, come and see it, how He did not break the seals, yes, He who trampled death and grants to the human race never-ending life and the great mercy. [GOASD]

Δόξα. Τὸ Ἑωθινὸν τῆς Κυριακῆς.

Glory. The Eothinon of the Sunday.

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD]

Εἶτα, Δοξολογία μεγάλη, καὶ μετʼ αὐτὴν τὸ ἑπόμενον τροπάριον.

Then, the Great Doxology; and after that, the following Troparion:

Ἦχος δʹ.

Mode 4.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Today has salvation come to pass in the world. Let us sing to Him who resurrected from the tomb and is the Author of our life. For, destroying death by death, He gave us the victory and the great mercy. [SD]

__________

__________

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

LITURGY

Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοί.

The Typika and Beatitudes.

Ἦχος βʹ.

Mode 2.

Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

We present You the robber’s words and we prayerfully echo them; and like him we cry out, O Savior: In Your kingdom remember us. [SD]

Τὸν Σταυρὸν σοι προσάγομεν, εἰς πταισμάτων συγχώρησιν, ὃν ὑπὲρ ἡμῶν, κατεδέξω φιλάνθρωπε.

We present You the Cross, O Lord, that You suffered on our behalf, to forgive our sins and offenses, O benevolent Savior Christ. [SD]

Προσκυνοῦμέν σου Δέσποτα, τὴν ταφὴν καὶ τὴν ἔγερσιν, διʼ ὧν ἐκ φθορᾶς ἐλυτρώσω, τὸν κόσμον φιλάνθρωπε.

Lord, we honor Your burial and Your rising, by which You freed * the world from corruption, O God, in Your benevolence. [SD]

Τῷ θανάτῳ σου Κύριε, κατεπόθη ὁ θάνατος, καὶ τῇ Ἀναστάσει σου Σῶτερ, τὸν κόσμον διέσωσας.

By Your own death was death itself swallowed up, O our Savior Christ; by Your resurrection You rescued the world and You saved mankind. [SD]

Οἱ ἐν σκότει καθεύδοντες, σὲ τὸ φῶς θεασάμενοι, ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου, Χριστὲ ἐξανέστησαν.

When the souls who were lying in the darkness of the netherworld saw You, Christ, the true light, in Hades, they rose and were granted life. [SD]

Μυροφόροις ὑπήντησας, ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τοῖς μαθηταῖς ἐπηγγείλω, εἰπεῖν σου τὴν ἔγερσιν.

When You rose from the sepulcher, You commanded the Myrrh-bearing women to inform Your Disciples that You had risen from the dead. [SD]

Δόξα.

Glory.

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν.

Come, believers, and glorify and adore and with faith extol the Father and the Son and the Spirit, our one God in Trinity. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Χαῖρε θρόνε πυρίμορφε. Χαῖρε νύμφη ἀνύμφευτε. Χαῖρε ἡ Θεὸν τοῖς ἀνθρώποις, Παρθένε κυήσασα.

We salute you and say, Rejoice, fiery throne and unwedded Bride. Rejoice, holy Virgin, for you gave birth to God for humanity. [SD]