Ἀκολουθία ἐπὶ τῇ Ἐνάρξει Παντὸς Ἰδιωτικοῦ Ἔργου
Service for the Start of Any Private Endeavor
ΔΙΑΚΟΝΟΣ
DEACON
Εὐλόγησον, Δέσποτα.
Master, give the blessing.
ΙΕΡΕΥΣ
PRIEST
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Blessed is our God always, now and ever and to the ages of ages.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
Ἦχος δʹ.
Mode 4.
Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθʼ ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
O God of our Fathers, since You always deal with us in accordance with Your gentleness, do not withdraw Your mercy from us, but at their fervent entreaties, pilot our life in peace. [SD]
Δόξα· καὶ νῦν. Ἦχος πλ. δʹ.
Glory. Both now. Mode pl. 4.
Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.
All-holy Virgin Theotokos, guide aright the works of our hands, we pray; and ask for the remission of our offenses, as we chant now the hymn of the Angels. [SD]
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. [GOA] (3)
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. [GOA] (3)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy Immortal, have mercy on us.
ΔΙΑΚΟΝΟΣ
DEACON
Δύναμις.
Dynamis.
ΧΟΡΟΣ
CHOIR
Δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Dynamis. Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us be attentive.
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Προκείμενον.
Prokeimenon.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Man shall go out to his work and to his labor until evening.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Verse: Bless the Lord, O my soul. [SAAS]
ΙΕΡΕΥΣ
PRIEST
Σοφία.
Wisdom.
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Πρὸς Θεσσαλονικεῖς Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
The reading is from Paul’s Second Letter to the Thessalonians.
ΙΕΡΕΥΣ
PRIEST
Πρόσχωμεν.
Let us be attentive.
ΑΝΑΓΝΩΣΤΗΣ
READER
Βʹ Θεσ 3:6 – 18
2 Th. 3:6 – 18
Ἀδελφοί, παραγγέλλομεν ὑμῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν. αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητε καλοποιοῦντες. εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμός τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.
Brethren, we command you in the name of our Lord Jesus Christ, that you keep away from every brother who is living in idleness and not in accord with the tradition that they received from us. For you yourselves know how you ought to imitate us; we were not idle when we were with you, we did not eat any one’s bread without paying, but with toil and labor we worked night and day, that we might not burden any of you. It was not because we have not that right, but to give you in our conduct an example to imitate. For even when we were with you, we gave you this command: If any one will not work, let him not eat. For we hear that some of you are living in idleness, mere busybodies, not doing any work. Now such persons we command and exhort in the Lord Jesus Christ to do their work in quietness and to earn their own living. Brethren, do not be weary in well-doing. If any one refuses to obey what we say in this letter, note that man, and have nothing to do with him, that he may be ashamed. Do not look on him as an enemy, but warn him as a brother. Now may the Lord of peace himself give you peace at all times in all ways. The Lord be with you all. I, Paul, write this greeting with my own hand. This is the mark in every letter of mine; it is the way I write. The grace of our Lord Jesus Christ be with you all. Amen. [RSV]
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη σοι τῷ ἀναγνόντι.
Peace be with you the reader.
ΧΟΡΟΣ
CHOIR
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Alleluia. Alleluia. Alleluia.
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Wisdom. Arise. Let us hear the holy Gospel.
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace be with all.
( Καὶ τῷ πνεύματί σου. )
( And with your spirit. )
ΙΕΡΕΥΣ
PRIEST
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
The reading is from the holy Gospel according to Luke.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us be attentive.
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to You, O Lord, glory to You. )
ΙΕΡΕΥΣ
PRIEST
( Λκ 5:1 – 11 )
( Lk. 5:1 – 11 )
Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
At that time, while Jesus was standing by the lake of Gennesaret, he saw two boats by the lake; but the fishermen had gone out of them and were washing their nets. Getting into one of the boats, which was Simon’s, he asked him to put out a little from the land. And he sat down and taught the people from the boat. And when he had ceased speaking, he said to Simon, “Put out into the deep and let down your nets for a catch.” And Simon answered, “Master, we toiled all night and took nothing! But at your word I will let down the nets.” And when they had done this, they enclosed a great shoal of fish; and as their nets were breaking, they beckoned to their partners in the other boat to come and help them. And they came and filled both the boats, so that they began to sink. But when Simon Peter saw it, he fell down at Jesus’ knees, saying, “Depart from me, for I am a sinful man, O Lord.” For he was astonished, and all who were with him, at the catch of fish which they had taken; and so also were James and John, sons of Zebedee, who were partners with Simon. And Jesus said to Simon, “Do not be afraid; henceforth you will be catching men.” And when they had brought their boats to land, they left everything and followed him. [RSV]
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to You, O Lord, glory to You. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
In peace let us pray to the Lord.
ΧΟΡΟΣ (καθʼ ἑκάστην δέησιν)·
CHOIR (after each petition):
Κύριε, ἐλέησον.
Lord, have mercy.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
For the peace from above and for the salvation of our souls, let us pray to the Lord.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.
For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.
( Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. )
( For our country, for the president, and for all in public service, let us pray to the Lord. )
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.
That this water become holy by the might, and operation, and descent of the Holy Spirit, let us pray to the Lord.
Ὑπὲρ τοῦ καταπεμφθῆναι ἡμῖν πλουσίαν τὴν θείαν Χάριν ἐν τοῖς ἔργοις ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
That divine grace be abundantly sent down on our endeavors, let us pray to the Lord.
Ὑπὲρ τοῦ γενέσθαι τὸν Θεὸν ἡμῶν συνεργὸν καὶ ἀντιλήπτορα, ἐν οἷς κατὰ τὸν θεῖον αὐτοῦ φωτισμὸν πράττομεν ἀγαθοῖς, τοῦ Κυρίου δεηθῶμεν.
That our God collaborate and assist us in the good things that we might do in accordance with His divine illumination, let us pray to the Lord.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὁ Ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην·
The Priest says the following prayer:
ΙΕΡΕΥΣ
PRIEST
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὸ πικρὸν ὕδωρ ἐπὶ Μωϋσέως τῷ λαῷ εἰς γλυκὺ μεταποιήσας, καὶ τὰ βλαβερὰ ὕδατα ἐπὶ Ἐλισσαίου ἅλατι θεραπεύσας, καὶ τὰ Ἰορδάνεια ῥεῖθρα ἁγιάσας τῇ ἀχράντῳ σου ἐπιφανείᾳ, αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο τῇ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ ἁγίου σου Πνέυματος, και ποίησον αὐτὸ γενέσθαι πᾶσι τοῖς ἀρυομένοις καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ εὐλογίας πηγήν, ἰατρεῖον παθῶν, ἁγιασμὸν οἴκων, πάσης ἐπιβουλῆς ὁρατῆς τε καὶ ἀοράτου ἀλεξητήριον.
Lord our God, in the days of Moses, You made the bitter water sweet for the people; in the days of Elisha You healed the bad waters with salt. You also sanctified the River Jordan at Your immaculate epiphany. And now, Master, we pray You sanctify this water, by the action and descent of Your Holy Spirit. Make it be for all who draw and drink it a source of blessing, the cure for ailments, sanctification of homes, and protection against any assault, seen or unseen.
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΙΕΡΕΥΣ
PRIEST
Εἰρήνη πᾶσι.
Peace be with all.
( Καὶ τῷ πνεύματί σου. )
( And with your spirit. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Let us bow our heads to the Lord.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΙΕΡΕΥΣ (χαμηλοφώνως)
PRIEST (in a low voice)
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν· ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα, εὐλόγησον πάντας ἡμᾶς τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος.
Bow down Your ear and listen to us, O Lord, Who deigned to be baptized in the river Jordan, and there sanctified the water. Bless us all who by the bowing of our heads do show forth our apprehension that we are Your servants. Grant that we may be filled with Your sanctification through the partaking of this water, and let it be for us, O Lord, for the health of soul and body.
ΙΕΡΕΥΣ (ἐκφώνως)
PRIEST (aloud)
Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For You are the sanctification of our souls and bodies, and to You we offer up glory, thanksgiving, and worship with Your Father who is without beginning and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Ὁ Ἱερεύς, βαπτίζων τὸν τίμιον Σταυρὸν ἐν τῷ ὕδατι ψάλλει ἐκ γʹ.
The Priest dips the holy Cross into the water and sings the following hymn three times.
Ἦχος αʹ.
Mode 1.
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA]
Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει.
Then he sprinkles in the sign of a cross and sings:
Ἦχος βʹ.
Mode 2.
Τῶν σῶν δωρεῶν, ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τὴν εὐλογίαν σου, Ἄχραντε.
Make us worthy of your gifts, O Virgin Theotokos, disregarding our transgressions and bestowing healing, through faith, upon those who receive your blessing, O immaculate one. [SD]
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὁ Ἱερεὺς τὴν Εὐχήν·
The Priest says the following prayer.
ΙΕΡΕΥΣ
PRIEST
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀῤῥήτῳ φιλανθρωπίᾳ τὸ γένος τῶν ἀνθρώπων ἐπισκεψάμεονς καὶ πᾶσι τοῖς δεομένοις σου τὴν σὴν εὐλογίαν ἐπιχορηγήσας, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε καὶ νῦν ἐπὶ τὸν δοῦλόν σου (τόνδε), τὸν ἑλόμενον ἐν τῷ κράτει τῆς ἰσχύος σου τραπῆναι εἰς ἐργασίαν πρὸς πορισμὸν καὶ εὐλόγησον αὐτόν τε καὶ τὰ ἔργα αὐτοῦ. Τήρησον αὐτὸν ἀνεπηρέαστον παντὸς κακοῦ, ἐπιδαψιλεύων αὐτῷ τε καὶ τοῖς ἐνταῦθα ἐργζομένοις εἰρήνην, ἀγάπην, ὁμόνοιαν καὶ δικαιοσύνην. Πάρεχε τῷ δούλῳ σου τούτῳ πλούσια τὰ ἐλέη σου καὶ κατεύθυνον τὰ διαβήματα αὐτοῦ εἰς πᾶν ἔργον ἀγαθόν. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Master Lord Jesus Christ our God, in Your ineffable love for humanity You visited the human race, and You gave Your blessing to all who prayed for it. We pray and entreat You, look kindly now on Your servant (name), who, relying on the power of Your might, has chosen to pursue this profitable endeavor, and bless him and his works. Keep him untouched by any evil. Shower him and those who work here with peace, love, harmony, and justice. Grant Your rich mercies to this Your servant, and direct his steps in every good deed. For You are the God of mercy, compassion, and love for humankind, and we offer up glory to You and Your Father, who is without beginning, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
ΙΕΡΕΥΣ
PRIEST
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Glory to You, O God our hope, glory to You.
ΔΙΑΚΟΝΟΣ
DEACON
Δόξα· καὶ νῦν. Κύριε, ἐλέησον. (3) Πάτερ ἅγιε, εὐλόγησον.
Glory. Both now. Lord, have mercy. (3) Holy father, give the blessing!
ΙΕΡΕΥΣ
PRIEST
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.