×




ΤΟ ΜΝΗΜΟΣΥΝΟΝ

Memorial Service



ΧΟΡΟΣ

CHOIR

Νεκρώσιμα Εὐλογητάρια.

Evlogetaria for the Dead

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your commandments.

Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

The choir of Saints has found the fountain of life and the door of Paradise. May I also find the way through repentance. I am the lost sheep: O Savior, call me back and save me. [GOA]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your commandments.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθʼ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Of old, You created me from nothing and honored me with Your divine image. But when I disobeyed Your commandment, You returned me to the earth from which I was taken. Lead me back again to Your likeness, so that the ancient beauty may be refashioned. [GOA]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your commandments.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, παραδείσου πάλιν ποιῶν πολίτην με.

I am an image of Your ineffable glory, though I bear the scars of my transgressions. Take pity on me, the work of Your hands, Master, and cleanse me by Your compassion. Grant me the desired homeland for which I long, making me again a citizen of Paradise. [GOA]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your commandments.

Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν παραδείσῳ, ὅπου χοροὶ τῶν ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

Give rest, O God, to Your servant(s), and place him (her, them) in Paradise where the choirs of the Saints and the righteous, O Lord, will shine as the stars of heaven. To Your departed servant(s) give rest, O Lord, overlooking all his (her, their) offenses. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα. Φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Let us devoutly praise the threefold radiance of the one God as we sing: Holy are You, the Father without beginning, the co-eternal Son, and the divine Spirit. Illumine us who worship You in faith and deliver us from the eternal fire. [GOA]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, διʼ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη.

Rejoice, gracious Lady, who gave birth to God in the flesh for the salvation of all, and through whom the human race has found salvation. Through you, pure and blessed Theotokos, may we find Paradise. [GOA]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. [GOA]

Κοντάκιον. Ἦχος πλ. δʹ.

Kontakion. Mode pl. 4.

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

With the Saints give rest, O Christ, to the soul(s) of Your servant(s) where there is no pain, no sorrow, no sighing, but life everlasting. [GOA]

Ἦχος δʹ.

Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.

Among the spirits of the righteous perfected in faith, give rest, O Savior, to the soul(s) of Your servant, keeping it (them) in the blessed life which is from You, O loving One. [GOA]

Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

In your place of rest, O Lord, where all Your saints repose, give rest also to the soul of Your servant, for You alone are immortal. [GOA]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ, ἀνάπαυσον.

You are our God who descended into Hades and loosened the pains of those who were held captive. Grant rest also, O Savior, to the soul of Your servant. [GOA]

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὰς ψυχὰς τῶν δούλων σου.

You the only pure and spotless Virgin, who ineffably gave birth to God, intercede for mercy and forgiveness of the soul of your servant(s). [GOA]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (τοῦδε), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Again we pray for the repose of the soul of the departed servant of God (Name), who has fallen asleep, and for the forgiveness of all his (her) sins, voluntary and involuntary.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God.

ΧΟΡΟΣ· Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρʼ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

O God of spirits and of all flesh, You trampled upon death and abolished the power of the devil, giving life to Your world. Give rest to the soul(s) of Your departed servant(s) (name) in a place of light, in a place of green pasture, in a place of refreshment, from where pain, sorrow, and sighing have fled away. As good and benevolent God, forgive every sin he (she, they) has (have) committed in word, deed, or thought, for there is no one who lives and does not sin. You alone are without sin. Your righteousness is an everlasting righteousness, and Your word is truth.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

For You are the resurrection, the life, and the repose of Your departed servant(s) (name), Christ our God, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ God, our hope. Glory to You.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν ἁγίων, τὰς ψυχὰς τῶν ἐξ ἡμῶν μεταστάντων δούλων αὐτοῦ, τῶν μακαρίων Ἱδρυτῶν τῆς Κοινότητος ταύτης, ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May He who as immortal King has authority over the living and the dead and who rose from the dead, Christ our true God, through the intercessions of his most pure and holy Mother, the holy, glorious, and praiseworthy Apostles, our holy and God-bearing Fathers, of the holy and glorious forefathers Abraham, Isaac, and Jacob, of His holy and righteous friend Lazarus, who lay in the grave four days, establish the soul(s) of His departed servant(s) (name) in the dwelling place of the saints, give rest to him (her, them) in the bosom of Abraham, and number him (her, them) among the righteous, and also have mercy on us and save us, as He is good and benevolent.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (3)

Eternal be your memory, brother worthy of blessedness and everlasting memory. (3)

ΧΟΡΟΣ

CHOIR

Ἦχος γʹ.

Mode 3.

Αἰωνία ἡ μνήμη· αἰωνία ἡ μνήμη· αἰωνία αὐτοῦ ἡ μνήμη. (3)

Eternal be his memory. Eternal be his memory. Eternal be his memory. (3)



__________

__________

Εὐχαὶ καὶ δεήσεις τοῦ Ψυχοσαββάτου

On Saturdays of the Souls, use the following litany and prayers:

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπʼ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπʼ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Again we pray for the blessed memory and eternal repose of all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monastics, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives, from the beginning until the end of time; and for the forgiveness of all their sins, both voluntary and involuntary.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God.

ΧΟΡΟΣ· Παράσχου, Κύριε.

CHOIR: Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρʼ αὐτῶν πραχθέν, ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια.

O God of spirits and of all flesh, You trampled upon death and abolished the power of the devil, giving life to Your world. Give rest to the souls of Your departed servants, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monks, nuns, and all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, from all the ends of the world, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives. Give them rest in a place of light, in a place of green pasture, in a place of refreshment, from where pain, sorrow, and sighing have fled away. As good and benevolent God, forgive every sin they have committed in word, deed, or thought, for there is no one who lives and does not sin. You alone are without sin. Your righteousness is an everlasting righteousness, and Your word is truth.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the resurrection, the life, and the repose of all the departed faithful Orthodox Christians, Christ our God, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Αἰωνία ὑμῶν ἡ μνήμη, ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοὶ ἡμῶν. (3)

Eternal be your memory, brethren worthy of blessedness and everlasting memory. (3)

ΧΟΡΟΣ

CHOIR

Ἦχος γʹ.

Mode 3.

Αἰωνία ἡ μνήμη· αἰωνία ἡ μνήμη· αἰωνία αὐτῶν ἡ μνήμη. (3)

Eternal be their memory. Eternal be their memory. Eternal be their memory. (3)