ΔΙΑΚΟΝΟΣ
DEACON
Εὐλόγησον, Δέσποτα.
Master, give the blessing.
ΙΕΡΕΥΣ
PRIEST
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Blessed is the kingdom of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΕΝΑΡΞΙΣ, ΕΙΡΗΝΙΚΑ ΚΑΙ ΑΝΤΙΦΩΝΑ
ENARXIS, PEACE LITANY, AND ANTIPHONS
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
In peace let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
For the peace from above and for the salvation of our souls, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.
For pious and Orthodox Christians, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.
For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.
For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.
For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ’ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.
Lord, our God, whose dominion is incomparable and glory incomprehensible; whose mercy is immeasurable, and love for humankind ineffable: Look upon us and upon this holy house in Your loving-kindness, and grant to us and to those who pray with us Your abundant mercy and compassion.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
Ἀντίφωνον Αʹ.
Antiphon 1.
Ἦχος βʹ.
Mode 2.
Ἀντίφωνον Αʹ. Ἦχος βʹ.
Antiphon 1. Mode 2.
Στίχ. αʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Verse 1: Bless the Lord, O my soul, and everything within me, bless His holy name. [SAAS]
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. βʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Verse 2: Bless the Lord, O my soul, and forget not all His rewards.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Στίχ. γʹ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Verse 3: The Lord prepared His throne in heaven, and His Kingdom rules over all.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Through the intercessions of the Theotokos, Savior, save us.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Again and again in peace let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Lord, our God, save Your people and bless Your inheritance. Protect all the members of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
Ἀντίφωνον Βʹ.
Antiphon 2.
Ἦχος βʹ.
Mode 2.
Ἀντίφωνον Βʹ. Ἦχος βʹ.
Antiphon 2. Mode 2.
Στίχ. αʹ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Verse 1: Praise the Lord, O my soul! I shall praise the Lord while I live; I shall sing to my God as long as I exist. [SAAS]
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.
Στίχ. βʹ. Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Verse 2: Blessed is he whose help is the God of Jacob; his hope is in the Lord his God.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.
Στίχ. γʹ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Verse 3: The Lord shall reign forever; your God, O Zion, to all generations.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. βʹ. Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Verse 2: Blessed is he whose help is the God of Jacob; his hope is in the Lord his God.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Στίχ. γʹ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Verse 3: The Lord shall reign forever; your God, O Zion, to all generations.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Again and again in peace let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Lord, You have granted us to offer these common prayers in unison and have promised that when two or three agree in Your name, You will grant their requests. Fulfill now, O Lord, the petitions of Your servants as may be of benefit to them, granting us in the present age the knowledge of Your truth, and in the age to come eternal life.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
Ἀντίφωνον Γʹ.
Antiphon 3.
Ἀντίφωνον Γʹ.
Antiphon 3.
Ἦχος αʹ.
Mode 1.
Στίχ. αʹ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Verse 1: This is the day the Lord made; let us greatly rejoice and be glad therein. [SAAS]
Ἀπολυτίκιον Ἀναστάσιμον.
Resurrectional Apolytikion.
Ἦχος αʹ. Αὐτόμελον.
Mode 1. Automelon.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
The stone having been sealed by the Pharisees and chief priests, * and Your all-immaculate body being guarded by soldiers, * You rose on the third day, O Lord and Savior, granting life unto the world. * Then the powers of the heavens cried out to You, O Giver of Life, and shouted, * “Glory to Your resurrection, O Christ! * Glory to Your eternal rule! * Glory to Your plan for saving us, only benevolent God!” [GOASD]
Στίχ. βʹ. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Verse 2: Let heaven and earth praise Him.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.
The stone having been sealed by the Pharisees and chief priests, * and Your all-immaculate body being guarded by soldiers, * You rose on the third day, O Lord and Savior, granting life unto the world. * Then the powers of the heavens cried out to You, O Giver of Life, and shouted, * “Glory to Your resurrection, O Christ! * Glory to Your eternal rule! * Glory to Your plan for saving us, only benevolent God!” [GOASD]
Η ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
THE SMALL ENTRANCE
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Master, Lord our God, who has established the orders and hosts of angels and archangels in heaven to minister to Your glory, grant that holy angels may enter with us, that together we may celebrate and glorify Your goodness. For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)
DEACON (in a low voice)
Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον.
Master, bless the holy entrance.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Blessed be the entrance of Your holy ones always, now and ever and to the ages of ages. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Σοφία. Ὀρθοί.
Wisdom. Arise.
ΚΛΗΡΟΣ
CLERGY
Εἰσοδικόν. Ἦχος βʹ.
Entrance Hymn. Mode 2.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.
ΧΟΡΟΣ
CHOIR
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
ΧΟΡΟΣ
CHOIR
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον
Hymns after the Entrance.
ΚΛΗΡΟΣ
CLERGY
Ἀπολυτίκιον τοῦ Ναοῦ.
Apolytikion of the Parish Church
ΚΛΗΡΟΣ
CLERGY
Κοντάκιον. Ἦχος βʹ.
Kontakion. Mode 2.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. [GOA]
O Protection of Christians that never falls, intercession with the Creator that never fails, we sinners beg you, do not ignore the voices of our prayers. O good Lady, we implore you, quickly come unto our aid, when we cry out to you with faith. Hurry to intercession, and hasten to supplication, O Theotokos who protect now and ever those who honor you. [SD]
ΚΛΗΡΟΣ
CLERGY
Τοῦ Μηναίου - - -
From Menaion - - -
Κοντάκιον.
Kontakion.
Ἦχος δʹ.
Mode 4.
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Both Joachim and Anna from their sterility’s stigma, and Adam and Eve from their mortality’s ruin have been set free, O immaculate Maid, by your holy nativity. For this do your people hold celebration, redeemed from the guilt of transgression as they cry to you, “The barren one bears the Theotokos, the nourisher of our Life.” [GKD]
ΔΙΑΚΟΝΟΣ
DEACON
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.
O Holy God, who is resting among the holy ones, praised by the Seraphim with the thrice-holy voice, glorified by the Cherubim, and worshiped by every celestial power, You have brought all things into being out of nothing. You have created man according to Your image and likeness and adorned him with all the gifts of Your grace. You give wisdom and understanding to the one who asks, and You overlook not the sinner, but have set repentance as the way of salvation. You have granted us, Your humble and unworthy servants, to stand even at this hour before the glory of Your holy Altar of sacrifice and to offer to You due worship and praise. Master, accept the Trisagion Hymn also from the lips of us sinners, and visit us in Your goodness. Forgive all our voluntary and involuntary transgressions, sanctify our souls and bodies, and grant that we may worship You in holiness all the days of our lives, through the intercessions of the holy Theotokos and of all the saints who have pleased You throughout the ages.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί…
For You, our God, are holy, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever…
ΔΙΑΚΟΝΟΣ
DEACON
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Ὁ Τρισάγιος Ὗμνος
Trisagios Hymn
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΚΛΗΡΟΣ
CLERGY
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΚΛΗΡΟΣ
CLERGY
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Holy Immortal, have mercy on us.
ΚΛΗΡΟΣ
CLERGY
Ἅγιος ὁ Θεός,
Holy God.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Lord, Lord, look down from heaven and behold, visit and perfect this vineyard, which your right hand has planted.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Εἰς πολλὰ ἔτη, Δέσποτα.
Eis polla eti, Despota!
ΚΛΗΡΟΣ
CLERGY
Ἅγιος Ἰσχυρός,
Holy Mighty.

Ἅγιος Ἀθάνατος,
Holy Immortal.

Ἐλέησον ἡμᾶς.
Have mercy on us.
ΔΙΑΚΟΝΟΣ
DEACON
Δύναμις.
Dynamis.
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)
DEACON (in a low voice)
Κέλευσον, δέσποτα.
With your blessing, Master.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Blessed is He who comes in the name of the Lord.
ΔΙΑΚΟΝΟΣ
DEACON
Εὐλόγησον, δέσποτα, τὴν ἄνω καθέδραν.
Master, bless the throne on high.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Blessed are You upon the throne of the glory of Your kingdom, enthroned upon the Cherubim always, now and ever and to the ages of ages. Amen.
ΧΟΡΟΣ
CHOIR
Δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Dynamis. Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.
ΑΝΤΙ ΤΟΥ ΤΡΙΣΑΓΙΟΥ
INSTEAD OF HOLY GOD
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
As many of you as were baptized into Christ have put on Christ. Alleluia. [RSV]
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
As many of you as were baptized into Christ have put on Christ. Alleluia.
ΚΛΗΡΟΣ
CLERGY
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
As many of you as were baptized into Christ have put on Christ. Alleluia.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
As many of you as were baptized into Christ have put on Christ. Alleluia.
ΚΛΗΡΟΣ
CLERGY
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
As many of you as were baptized into Christ have put on Christ. Alleluia.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
Have put on Christ. Alleluia.
ΚΛΗΡΟΣ
CLERGY
Ὅσοι εἰς Χριστόν.
As many of you.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Lord, Lord, look down from heaven and behold, visit and perfect this vineyard, which your right hand has planted.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Εἰς πολλὰ ἔτη, Δέσποτα.
Eis polla eti, Despota!
ΚΛΗΡΟΣ
CLERGY
Ἐβαπτίσθητε.
As were baptized into Christ.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Lord, Lord, look down from heaven and behold, visit and perfect this vineyard, which your right hand has planted.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Εἰς πολλὰ ἔτη, Δέσποτα.
Eis polla eti, Despota!
ΚΛΗΡΟΣ
CLERGY
Χριστὸν ἐνεδύσασθε.
Have put on Christ.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Lord, Lord, look down from heaven and behold, visit and perfect this vineyard, which your right hand has planted.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Εἰς πολλὰ ἔτη, Δέσποτα.
Eis polla eti, Despota!
ΚΛΗΡΟΣ
CLERGY
Ἀλληλούϊα.
Alleluia.
ΔΙΑΚΟΝΟΣ
DEACON
Δύναμις.
Dynamis.
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)
DEACON (in a low voice)
Κέλευσον, δέσποτα.
With your blessing, Master.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Blessed is He who comes in the name of the Lord.
ΔΙΑΚΟΝΟΣ
DEACON
Εὐλόγησον, δέσποτα, τὴν ἄνω καθέδραν.
Master, bless the throne on high.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Blessed are You upon the throne of the glory of Your kingdom, enthroned upon the Cherubim always, now and ever and to the ages of ages. Amen.
ΧΟΡΟΣ
CHOIR
Δύναμις. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.
Dynamis. As many of you as were baptized into Christ have put on Christ. Alleluia.
Ἀντὶ τοῦ Τρισαγίου
Instead of Holy God
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
We venerate Your Cross, O Master, and we glorify Your Holy Resurrection.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
We venerate Your Cross, O Master, and we glorify Your Holy Resurrection.
ΚΛΗΡΟΣ
CLERGY
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
We venerate Your Cross, O Master, and we glorify Your Holy Resurrection.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
We venerate Your Cross, O Master, and we glorify Your Holy Resurrection.
ΚΛΗΡΟΣ
CLERGY
Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
We venerate Your Cross, O Master, and we glorify Your Holy Resurrection.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
And we glorify. Your Holy Resurrection.
ΚΛΗΡΟΣ
CLERGY
Τὸν Σταυρόν σου προσκυνοῦμεν,
We venerate Your Cross.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Lord, Lord, look down from heaven and behold, visit and perfect this vineyard, which your right hand has planted.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Εἰς πολλὰ ἔτη, Δέσποτα.
Eis polla eti, Despota!
ΚΛΗΡΟΣ
CLERGY
Δέσποτα,
O Master.

καὶ τὴν ἁγίαν σου ἀνάστασιν
And we glorify.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Κύριε, Κύριε, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου.
Lord, Lord, look down from heaven and behold, visit and perfect this vineyard, which your right hand has planted.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Εἰς πολλὰ ἔτη, Δέσποτα.
Eis polla eti, Despota!
ΚΛΗΡΟΣ
CLERGY
δοξάζομεν.
Your Holy Resurrection.
ΔΙΑΚΟΝΟΣ
DEACON
Δύναμις.
Dynamis.
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)
DEACON (in a low voice)
Κέλευσον, δέσποτα.
With your blessing, Master.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Blessed is He who comes in the name of the Lord.
ΔΙΑΚΟΝΟΣ
DEACON
Εὐλόγησον, δέσποτα, τὴν ἄνω καθέδραν.
Master, bless the throne on high.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Blessed are You upon the throne of the glory of Your kingdom, enthroned upon the Cherubim always, now and ever and to the ages of ages. Amen.
ΧΟΡΟΣ
CHOIR
Δύναμις. Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν.
Dynamis. We venerate Your Cross, O Master, and we glorify Your Holy Resurrection.
ΔΙΑΚΟΝΟΣ
DEACON
Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Lord, save the pious.
ΚΛΗΡΟΣ
CLERGY
Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Lord, save the pious.
ΔΙΑΚΟΝΟΣ
DEACON
Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Lord, save the pious.
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Lord, save the pious.
ΔΙΑΚΟΝΟΣ
DEACON
Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Lord, save the pious.
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
Κύριε, σῶσον τοὺς εὐσεβεῖς.
Lord, save the pious.
ΔΙΑΚΟΝΟΣ
DEACON
Καὶ ἐπάκουσον ἡμῶν.
And hear us.
ΚΛΗΡΟΣ
CLERGY
Καὶ ἐπάκουσον ἡμῶν.
And hear us.
ΔΙΑΚΟΝΟΣ (χῦμα)
DEACON (intoned)
(Ἡ φήμη τοῦ Ἀρχιερέως.)
(The text of the appropriate episcopal acclamation goes here.)
ΚΛΗΡΟΣ (ἐμμελῶς)
CLERGY (sung)
(Ἡ φήμη τοῦ Ἀρχιερέως.)
(The text of the appropriate episcopal acclamation goes here.)
ΔΙΑΚΟΝΟΣ (χῦμα)
DEACON (intoned)
(Ἡ φήμη τοῦ Ἀρχιερέως.)
(The text of the appropriate episcopal acclamation goes here.)
ΚΛΗΡΟΣ (ἐμμελῶς)
CLERGY (sung)
(Ἡ φήμη τοῦ Ἀρχιερέως.)
(The text of the appropriate episcopal acclamation goes here.)
ΔΕΞΙΟΣ ΧΟΡΟΣ
RIGHT CHOIR
(Ἡ φήμη τοῦ Ἀρχιερέως.)
(The text of the appropriate episcopal acclamation goes here.)
ΑΡΙΣΤΕΡΟΣ ΧΟΡΟΣ
LEFT CHOIR
(Ἡ φήμη τοῦ Ἀρχιερέως.)
(The text of the appropriate episcopal acclamation goes here.)
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα, τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Shine in our hearts, O benevolent Lord, the pure light of Your divine knowledge, and open the eyes of our mind that we may comprehend the proclamations of Your Gospels. Instill in us the fear that Your blessed commandments inspire, so that, crushing carnal desires, we may seek the spiritual citizenship, thinking and doing all those things that are pleasing to You. For You, Christ our God, are the illumination of our souls and bodies, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Let us all say with all our soul and with all our mind, let us all say.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Lord, Ruler of all, God of our fathers, we pray You, hear us and have mercy.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.
( Κύριε, ἐλέησον. (3) )
( Lord, have mercy. (3) )
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Again we pray for pious and Orthodox Christians.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Again we pray for our Archbishop (name).
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Again we pray for our brethren: the priests, the hieromonks, the deacons, the monastics, and all our brotherhood in Christ.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.
Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.
Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Lord our God, accept this fervent supplication from Your servants, and have mercy on us in accordance with the abundance of Your mercy, and send down Your compassion upon us and upon all Your people who await Your great and rich mercy.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Εὔξασθε οἱ κατηχούμενοι, τῷ Κυρίῳ.
Catechumens, pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Οἱ πιστοί, ὑπέρ τῶν κατηχουμένων δεηθῶμεν·
Let us, the faithful, pray for the catechumens.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ·
That the Lord will have mercy on them.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας·
That He will teach them the word of truth.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης·
That He will reveal to them the gospel of righteousness.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ·
That He will unite them to His holy, catholic, and apostolic Church.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι·
Save them, have mercy on them, help them, and protect them, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε·
Catechumens, bow your heads to the Lord.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπί τοὺς δούλους σου τοὺς κατηχουμένους τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καί τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.
Lord our God, who dwells on high and watches over the humble, You sent Your only-begotten Son and God, our Lord Jesus Christ, the salvation of the human race. Watch over Your servants, the catechumens, who have inclined their necks to You, and grant them at a proper time the baptism of rebirth, the remission of sins, and the garment of incorruption. Unite them to Your holy, catholic, and apostolic Church, and number them among Your chosen flock.
ΙΕΡΕΥΣ
PRIEST
Ἴνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
So that with us they also may glorify Your most honorable and majestic name, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Ὅσοι κατηχούμενοι, προέλθετε. Οἱ κατηχούμενοι, προέλθετε· ὅσοι κατηχούμενοι, προέλθετε· μή τις τῶν κατηχουμένων.
Those who are catechumens, depart, catechumens depart, all those who are catechumens, depart. Let no catechumen remain.
Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Again and again, in peace, let all of us, the faithful, pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Σοφία.
Wisdom.
ΕΥΧΗ ΠΙΣΤΩΝ Αʹ
FIRST PRAYER FOR THE FAITHFUL
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ· ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
We give thanks to You, O Lord God of Hosts, who has made us worthy to stand even now before Your holy Altar of sacrifice and to fall down before You seeking Your compassion for our own misdeeds and those committed in ignorance by the people. Accept, O God, our supplication. Make us worthy to offer You prayers, supplications, and bloodless sacrifices for all Your people. As You have appointed us to this, Your ministry, by the power of Your Holy Spirit, make us sufficient to call upon You at every time and in every place, free of blame or stumbling and with a clear conscience, so that, hearing us, You may be merciful to us in the abundance of Your goodness.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Again and again in peace let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Σοφία.
Wisdom.
ΕΥΧΗ ΠΙΣΤΩΝ Bʹ
SECOND PRAYER FOR THE FAITHFUL
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύουσί σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.
Again and countless times we fall down before You, and we implore You, O good and benevolent Lord: That You, having regarded our prayer, may cleanse our souls and bodies from every defilement of flesh and spirit, and grant to us to stand before Your holy Altar of sacrifice, free of guilt and condemnation. Grant also, O God, to those who pray with us, progress in life, faith, and spiritual understanding. Grant that they always worship You with awe and love, partake of Your holy sacrament without guilt or condemnation, and be deemed worthy of Your celestial kingdom.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
That, ever guarded by Your might, we may ascribe glory to You, to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ
ENTRANCE OF THE HOLY GIFTS
ΧΟΡΟΣ
CHOIR
Τὸ Χερουβικόν.
The Cherubic Hymn.
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν νῦν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Let us, who mystically represent the Cherubim and who sing the thrice-holy hymn to the life-creating Trinity, now lay aside every worldly care. So that we may receive the King of all.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ’ ὅμως διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ’ ἀξίωσον προσενεχθῆναί σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
No one bound by carnal desires and pleasures is worthy to approach, draw near, or minister to You, the King of Glory. For to serve You is great and awesome even for the heavenly powers. Yet, because of Your ineffable and immeasurable love for humankind, You impassibly and immutably became man. You, as the Master of all, became our high priest and delivered unto us the sacred service of this liturgical and bloodless sacrifice. Indeed, Lord our God, You alone reign over the celestial and the terrestrial; borne aloft on the cherubic throne, Lord of the Seraphim and King of Israel, the only holy and resting among the holy ones. I now beseech You, who alone are good and inclined to hear: Look down upon me, Your sinful and unprofitable servant, and cleanse my soul and heart of a wicked conscience. Vested as I am with the grace of priesthood by the power of Your Holy Spirit, make me sufficient to stand before Your holy Table and perform the sacrament of Your holy and pure Body and Your precious Blood. I come before You, with my head bowed, and I implore You: Turn not Your face away from me, nor reject me from among Your children, but make me, Your sinful and unworthy servant, worthy to offer these gifts to You. For You are the One who both offers and is offered, the One who is received and is distributed, O Christ our God, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy and good and life-creating Spirit, now and ever and to the ages of ages. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πάντων ὑμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
May the Lord God remember all of you in His kingdom always, now and ever and to the ages of ages.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Τῆς ἀρχιερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
May the Lord God remember your arch-priesthood in His kingdom, always, now and ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος, τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, τῶν κατοικούντων καὶ παρεπιδημούτων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν μυσταγωγίαν ταύτην, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Our Archbishop (name) and all our brotherhood in Christ, our pious nation and all civil authorities, the armed forces, the residents and visitors of this city, the parishioners, parish council members, stewards and benefactors of this holy church, and all of us who have come to this divine liturgy.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τῆς ἀρχιερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
May the Lord God remember your arch-priesthood in His kingdom, always, now and ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
The blessed and ever-memorable founders, restorers and benefactors of this holy church, those who fought and died in defense of faith and country, and all our fathers and brethren who have fallen asleep in the hope of resurrection: may the Lord God remember in His kingdom always, now and ever, and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Who is invisibly escorted by the angelic hosts. Alleluia. Alleluia. Alleluia.
ΤΑ ΠΛΗΡΩΤΙΚΑ
LITANY OF COMPLETION
ΔΙΑΚΟΝΟΣ
DEACON
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Let us complete our prayer to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
For the precious Gifts here presented, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
For pardon and remission of our sins and transgressions, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ
OFFERTORY PRAYER
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος Ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα, καὶ ἐπὶ πάντα τὸν λαόν σου.
Lord God Almighty, You alone are holy. You accept the sacrifice of praise from those who call upon You with their whole heart, even so, accept from us sinners our supplication, and bring it to Your holy Altar of sacrifice. Make us sufficient to offer You gifts and spiritual sacrifices for our own misdeeds and those committed in ignorance by the people. Deem us worthy to find grace in Your sight, that our sacrifice may be well pleasing to You, and that the good Spirit of Your grace may rest upon us and upon these gifts presented and upon all Your people.
ΙΕΡΕΥΣ
PRIEST
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Through the mercies of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εἰρήνη πᾶσι.
Peace be with all.
ΧΟΡΟΣ
CHOIR
Καὶ τῷ πνεύματί σου.
And with your spirit.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Let us love one another, that with oneness of mind we may confess:
ΧΟΡΟΣ
CHOIR
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.
I will love You, O Lord, my strength. The Lord is my foundation, my refuge, my deliverer. [SAAS]
ΔΙΑΚΟΝΟΣ
DEACON
Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.
The doors! The doors! In wisdom, let us be attentive!
ΛΑΟΣ
PEOPLE
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. [GOA]
I believe in one God, Father Almighty, Creator of heaven and earth, and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate, and suffered and was buried; And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father; And He will come again with glory to judge the living and the dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshiped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead, and the life of the age to come. [GOA]
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΤΑ ΠΛΗΡΩΤΙΚΑ
LITANY OF COMPLETION
ΔΙΑΚΟΝΟΣ
DEACON
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Let us complete our prayer to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
For the precious Gifts here presented, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
For pardon and remission of our sins and transgressions, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.
( Παράσχου, Κύριε. )
( Grant this, O Lord. )
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
Η ΕΥΧΗ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ
OFFERTORY PRAYER
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κτίσας ἡμᾶς καὶ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, ὁ ὑποδείξας ἡμῖν ὁδοὺς εἰς σωτηρίαν, ὁ χαρισάμενος ἡμῖν οὐρανίων μυστηρίων ἀποκάλυψιν· σὺ εἶ ὁ θέμενος ἡμᾶς εἰς τὴν διακονίαν ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ ἁγίου. Εὐδόκησον δή, Κύριε, τοῦ γενέσθαι ἡμᾶς διακόνους τῆς καινῆς σου διαθήκης, λειτουργοὺς τῶν ἁγίων σου μυστηρίων· πρόσδεξαι ἡμᾶς προσεγγίζοντας τῷ ἁγίῳ σου θυσιαστηρίῳ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ἵνα γενώμεθα ἄξιοι τοῦ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον θυσίαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· ἣν προσδεξάμενος εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος. Ἐπίβλεψον ἐφ’ ἡμᾶς, ὁ Θεός, καὶ ἔπιδε ἐπὶ τὴν λατρείαν ἡμῶν ταύτην καὶ πρόσδεξαι αὐτήν, ὡς προσεδέξω Ἄβελ τὰ δῶρα, Νῶε τὰς θυσίας, Ἀβραὰμ τὰς ὁλοκαρπώσεις, Μωϋσέως καὶ Ἀαρὼν τὰς ἱερωσύνας, Σαμουὴλ τὰς εἰρηνικάς. Ὡς προσεδέξω ἐκ τῶν ἁγίων σου ἀποστόλων τὴν ἀληθινὴν ταύτην λατρείαν, οὕτω καὶ ἐκ τῶν χειρῶν ἡμῶν τῶν ἁμαρτωλῶν πρόσδεξαι τὰ δῶρα ταῦτα ἐν τῇ χρηστότητί σου, Κύριε· ἵνα, καταξιωθέντες λειτουργεῖν ἀμέμπτως τῷ ἁγίῳ σου θυσιαστηρίῳ, εὕρωμεν τὸν μισθὸν τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας.
Lord our God, You created us and brought us into this life, showed us ways that lead to salvation, and granted us revelation of heavenly mysteries. You are the One who by the power of Your Holy Spirit ordained us to this ministry. Be indeed well pleased, Lord, that we became ministers of Your new covenant and celebrants of Your holy sacraments; and as we approach Your holy Altar of sacrifice, accept us, in the abundance of Your mercy, and make us worthy to offer You this rational and bloodless sacrifice for our own misdeeds and those committed in ignorance by the people. Accept it on Your holy and celestial and spiritual Altar of sacrifice as a sweet and pleasing aroma, and in return send down to us the grace of Your Holy Spirit. Look upon us, O God, and have regard for this our worship, and accept it as You accepted Abel’s offering, Noah’s sacrifice, Abraham’s whole burnt offering, the ministrations of Moses and Aaron, and Samuel’s peace offerings. And as You accepted this true worship from Your holy Apostles, so also accept these gifts from the hands of us sinners, in Your goodness, O Lord. May we be granted to serve at Your holy Altar of sacrifice without blame and obtain the reward for being faithful and wise stewards on that fearful day of Your just recompense.
ΙΕΡΕΥΣ
PRIEST
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Through the mercies of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εἰρήνη πᾶσι.
Peace be with all.
ΧΟΡΟΣ
CHOIR
Καὶ τῷ πνεύματί σου.
And with your spirit.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Let us love one another, that with oneness of mind we may confess:
ΧΟΡΟΣ
CHOIR
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου.
I will love You, O Lord, my strength. The Lord is my foundation, my refuge, my deliverer. [SAAS]
ΔΙΑΚΟΝΟΣ
DEACON
Τὰς θύρας, τὰς θύρας· ἐν σοφίᾳ πρόσχωμεν.
The doors! The doors! In wisdom, let us be attentive!
ΛΑΟΣ
PEOPLE
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. [GOA]
I believe in one God, Father Almighty, Creator of heaven and earth, and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate, and suffered and was buried; And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father; And He will come again with glory to judge the living and the dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshiped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead, and the life of the age to come. [GOA]
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ
HOLY ANAPHORA
ΔΙΑΚΟΝΟΣ
DEACON
Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
Let us stand aright! Let us stand in awe! Let us be attentive, that we may present the Holy Offering in peace.
ΧΟΡΟΣ
CHOIR
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
A mercy of peace, a sacrifice of praise.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
The grace of our Lord Jesus Christ, and the love of God and Father, and the communion of the Holy Spirit, be with you all.
ΧΟΡΟΣ
CHOIR
Καὶ μετὰ τοῦ πνεύματός σου.
And with your spirit.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἄνω σχῶμεν τὰς καρδίας.
Let us lift up our hearts.
ΧΟΡΟΣ
CHOIR
Ἔχομεν πρὸς τὸν Κύριον.
We lift them up to the Lord.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Let us give thanks to the Lord.
ΧΟΡΟΣ
CHOIR
Ἄξιον καὶ δίκαιον.
It is proper and right.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ· ὑπὲρ πάντων, ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφίμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά,
It is proper and right to hymn You, to bless You, to praise You, to give thanks to You, and to worship You in every place of Your dominion. For You, O God, are ineffable, inconceivable, invisible, incomprehensible, existing forever, forever the same, You and Your only-begotten Son and Your Holy Spirit. You brought us out of nothing into being, and when we had fallen away, You raised us up again. You left nothing undone until you had led us up to heaven and granted us Your kingdom, which is to come. For all these things, we thank You and Your only-begotten Son and Your Holy Spirit: for all things we know and do not know, for blessings manifest and hidden that have been bestowed on us. We thank You also for this Liturgy, which You have deigned to receive from our hands, even though thousands of archangels and tens of thousands of angels stand around You, the Cherubim and Seraphim, six-winged, many eyed, soaring aloft upon their wings,
ΙΕΡΕΥΣ
PRIEST
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.
Singing the triumphal hymn, exclaiming, proclaiming, and saying…
ΧΟΡΟΣ
CHOIR
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις.
Holy, holy, holy, Lord Sabaoth, heaven and earth are filled with Your glory. Hosanna in the highest. Blessed is He who comes in the name of the Lord. Hosanna in the highest.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών·
Together with these blessed powers, benevolent Master, we also exclaim and say: Holy are You and most holy, You and Your only‐begotten Son and Your Holy Spirit. Holy are You and most holy, and sublime is Your glory. You so loved Your world that You gave Your only-begotten Son so that everyone who believes in Him should not perish, but have eternal life. When He had come and fulfilled for our sake the entire plan of salvation, on the night in which He was delivered up, or rather when He delivered Himself up for the life of the world, He took bread in His holy, pure, and blameless hands, and, giving thanks and blessing, He hallowed and broke it, and gave it to His holy disciples and apostles, saying:
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Take, eat, this is my body, which is broken for you for the remission of sins.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·
And likewise the cup after supper, saying:
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ Αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Drink of it, all of you; this is my blood of the new covenant, which is shed for you and for many for the remission of sins.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας,
Remembering, therefore, this saving commandment and everything that was done for our sake: the Cross, the tomb, the Resurrection on the third day, the ascent into the heavens, the seating at the right hand, and the glorious coming again,
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
Your own of Your own we offer to You, in all and for all.
ΧΟΡΟΣ
CHOIR
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
We praise You. We bless You. We give thanks to You, O Lord; and we pray to You, our God.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.
Once again we offer to You this spiritual worship without the shedding of blood, and we beseech and pray and entreat You: Send down Your Holy Spirit upon us and upon the gifts here presented,
Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον τίμιον Σῶμα τοῦ Χριστοῦ σου.
And make this Bread the precious Body of Your Christ.
( Ἀμήν. )
( Amen. )
Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον Αἷμα τοῦ Χριστοῦ σου.
And that which is in this Cup, the precious Blood of Your Christ.
( Ἀμήν. )
( Amen. )
Μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ.
Changing them by Your Holy Spirit.
( Ἀμήν. Ἀμήν. Ἀμήν. )
( Amen. Amen. Amen. )
Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ ἁγίου σου Πνεύματος, εἰς βασιλείας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
So that they may be for those who partake of them for vigilance of soul, remission of sins, communion of Your Holy Spirit, fullness of the kingdom of Heaven, boldness before You, not for judgment or condemnation. Again, we offer You this spiritual worship for those who have reposed in the faith: forefathers, fathers, patriarchs, prophets, apostles, preachers, evangelists, martyrs, confessors, ascetics, and for every righteous spirit made perfect in faith,
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Especially for our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary.
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ
HOLY ANAPHORA
ΔΙΑΚΟΝΟΣ
DEACON
Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
Let us stand aright! Let us stand in awe! Let us be attentive, that we may present the Holy Offering in peace.
ΧΟΡΟΣ
CHOIR
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
A mercy of peace, a sacrifice of praise.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
The grace of our Lord Jesus Christ, and the love of God and Father, and the communion of the Holy Spirit, be with you all.
ΧΟΡΟΣ
CHOIR
Καὶ μετὰ τοῦ πνεύματός σου.
And with your spirit.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἄνω σχῶμεν τὰς καρδίας.
Let us lift up our hearts.
ΧΟΡΟΣ
CHOIR
Ἔχομεν πρὸς τὸν Κύριον.
We lift them up to the Lord.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Let us give thanks to the Lord.
ΧΟΡΟΣ
CHOIR
Ἄξιον καὶ δίκαιον.
It is proper and right.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ὁ ὤν, Δέσποτα, Κύριε Θεέ, Πάτερ παντοκράτορ, προσκυνητέ, ἄξιον ὡς ἀληθῶς καὶ δίκαιον καὶ πρέπον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου σὲ αἰνεῖν, σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σοὶ εὐχαριστεῖν, σὲ δοξάζειν τὸν μόνον ὄντως ὄντα Θεόν, καὶ σοὶ προσφέρειν ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως τὴν λογικὴν ταύτην λατρείαν ἡμῶν· ὅτι σὺ εἶ ὁ χαρισάμενος ἡμῖν τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας. Καὶ τίς ἱκανὸς λαλῆσαι τὰς δυναστείας σου, ἀκουστὰς ποιῆσαι πάσας τὰς αἰνέσεις σου ἢ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου ἐν παντὶ καιρῶ; Δέσποτα τῶν ἁπάντων, Κύριε οὐρανοῦ καὶ γῆς καὶ πάσης κτίσεως, ὁρωμένης τε καὶ οὐχ ὁρωμένης, ὁ καθήμενος ἐπὶ θρόνου δόξης καὶ ἐπιβλέπων ἀβύσσους, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀπερίγραπτε, ἀναλλοίωτε, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος, τῆς ἐλπίδος ἡμῶν· ὅς ἐστιν εἰκὼν τῆς σῆς ἀγαθότητος, σφραγὶς ἰσότυπος, ἐν ἑαυτῷ δεικνὺς σε τὸν Πατέρα, Λόγος ζῶν, Θεὸς ἀληθινός, ἡ πρὸ αἰώνων σοφία, ζωή, ἁγιασμός, δύναμις, τὸ φῶς τὸ ἀληθινόν, παρ’ οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐξεφάνη, τὸ τῆς ἀληθείας Πνεῦμα, τὸ τῆς υἱοθεσίας χάρισμα, ὁ ἀῤῥαβὼν τῆς μελλούσης κληρονομίας, ἡ ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, ἡ ζωοποιὸς δύναμις, ἡ πηγὴ τοῦ ἁγιασμοῦ· παρ’ οὗ πᾶσα κτίσις λογική τε καὶ νοερά δυναμουμένη, σοὶ λατρεύει, καὶ σοὶ τὴν ἀΐδιον ἀναπέμπει δοξολογίαν, ὅτι τὰ σύμπαντα δοῦλα σά. Σὲ γὰρ αἰνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαί, ἐξουσίαι, δυνάμεις καὶ τὰ πολυόμματα Χερουβίμ· σοὶ παρίστανται κύκλῳ τὰ Σεραφίμ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας καὶ ταῖς δυσὶ πετόμενα, κέκραγεν ἕτερον πρὸς τὸ ἕτερον ἀκαταπαύστοις στόμασιν, ἀσιγήτοις δοξολογίαις.
The One Who Is, Master, Lord God, Father, Ruler over all: You are to be worshipped. Indeed it is proper and right and fitting the magnificence of Your holiness to praise You, extol You, bless You, adore You, thank You, and glorify You, the only God who truly exists, and to offer You this our rational worship with a broken heart and humble spirit; for You are the One who granted us the knowledge of Your truth. And who is sufficient to tell Your mighty deeds and make all Your praises heard and describe all Your wonders in every season? Master of all, Lord of heaven and earth and all creation visible and invisible, who sit upon the throne of glory and behold the depths, unoriginate, unseen, incomprehensible, uncircumscribed, unalterable: You are the Father of our Lord and great God and Savior Jesus Christ, our hope. He is the image of Your goodness, an exact seal, showing You the Father in himself; the living Logos, true God, eternal wisdom, life, sanctification, power, the true light. Through Him was the Holy Spirit manifested, the Spirit of truth, the gift of adoption, the pledge of future inheritance, the firstfruits of the eternal blessings, the life-giving power, the source of holiness. Through the Spirit are all rational and spiritual creatures enabled to worship You, and they offer up perpetual glorification to You, for all things are Your servants. And they all praise You, angels, archangels, thrones, dominions, principalities, authorities, powers, and the many-eyed cherubim. Around You stand seraphim; each one has six wings. With two they cover their faces, with two they cover their feet, and with two they fly. And one cries to another with unceasing voices and resounding glorification.
ΙΕΡΕΥΣ
PRIEST
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.
Singing the triumphal hymn, exclaiming, proclaiming, and saying…
ΧΟΡΟΣ
CHOIR
Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννά, ἐν τοῖς ὑψίστοις.
Holy, holy, holy, Lord Sabaoth, heaven and earth are filled with Your glory. Hosanna in the highest. Blessed is He who comes in the name of the Lord. Hosanna in the highest.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Μετὰ τούτων τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ βοῶμεν καὶ λέγομεν· ἅγιος εἶ, ὡς ἀληθῶς, καὶ πανάγιος καὶ οὐκ ἔστι μέτρον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις σου, ὅτι ἐν δικαιοσύνῃ καὶ κρίσει ἀληθινῇ πάντα ἐπήγαγες ἡμῖν· πλάσας γὰρ τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ εἰκόνι τῇ σῇ, ὁ Θεός, τιμήσας, τέθεικας αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἀθανασίαν ζωῆς καὶ ἀπόλαυσιν αἰωνίων ἀγαθῶν ἐν τῇ τηρήσει τῶν ἐντολῶν σου ἐπαγγειλάμενος αὐτῷ· ἀλλὰ παρακούσαντα σοῦ τοῦ ἀληθινοῦ Θεοῦ, τοῦ κτίσαντος αὐτὸν καὶ τῇ ἀπάτῃ τοῦ ὄφεως ὑπαχθέντα, νεκρωθέντα τε τοῖς οἰκείοις αὐτοῦ παραπτώμασιν, ἐξωρίσας αὐτὸν ἐν τῇ δικαιοκρισίᾳ σου, ὁ Θεός, ἐκ τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον, καὶ ἀπέστρεψας εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, οἰκονομῶν αὐτῷ τὴν ἐκ παλιγγενεσίας σωτηρίαν, τὴν ἐν αὐτῷ τῷ Χριστῷ σου. Οὐ γὰρ ἀπεστράφης τὸ πλάσμα σου εἰς τέλος, ὃ ἐποίησας, ἀγαθέ, οὐδὲ ἐπελάθου ἔργου χειρῶν σου, ἀλλ’ ἐπεσκέψω πολυτρόπως διὰ σπλάγχνα ἐλέους σου. Προφήτας ἐξαπέστειλας· ἐποίησας δυνάμεις διὰ τῶν ἁγίων σου, τῶν καθ’ ἑκάστην γενεὰν εὐαρεστησάντων σοι· ἐλάλησας ἡμῖν διὰ στόματος τῶν δούλων σου τῶν προφητῶν, προκαταγγέλλων ἡμῖν τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν· νόμον ἔδωκας εἰς βοήθειαν· ἀγγέλους ἐπέστησας φύλακας. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ τῷ Υἱῷ σου, διʼ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας· ὅς, ὢν ἀπάγαυσμα τῆς δόξης σου καὶ χαρακτὴρ τῆς ὑποστάσεώς σου, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα σοὶ τῷ Θεῷ καὶ Πατρί· ἀλλά, Θεὸς ὢν προαιώνιος, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ ἐκ Παρθένου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος τῆς δόξης αὐτοῦ. Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις σοῦ τοῦ Θεοῦ καὶ Πατρός, γενόμενος ἐκ γυναικός, τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, γενόμενος ὑπὸ νόμον, κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ, ἵνα οἱ ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες ζωοποιηθῶσιν ἐν αὐτῷ τῷ Χριστῷ σου· καὶ ἐμπολιτευσάμενος τῷ κόσμω τούτῳ, δοὺς προστάγματα σωτηρίας, ἀποστήσας ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, προσήγαγε τῇ ἐπιγνώσει σοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρός, κτησάμενος ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον· καὶ καθαρίσας ἐν ὕδατι καὶ ἁγιάσας τῷ Πνεύματι τῷ ἁγίῳ, ἔδωκεν ἑαυτόν ἀντάλλαγμα τῷ θανάτῳ, ἐν ᾧ κατειχόμεθᾳ πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν· καὶ κατελθὼν διὰ τοῦ σταυροῦ εἰς τὸν ᾅδην, ἵνα πληρώσῃ ἑαυτοῦ τὰ πάντα, ἔλυσε τὰς ὀδύνας τοῦ θανάτου· καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ καὶ ὁδοποιήσας πάσῃ σαρκὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐγένετο ἀπαρχὴ τῶν κεκοιμημένων, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα ᾖ αὐτὸς τὰ πάντα ἐν πᾶσι πρωτεύων· καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης σου ἐν ὑψηλοῖς· ὃς καὶ ἥξει ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κατέλιπε δὲ ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου αὐτοῦ πάθους ταῦτα, ἃ προτεθείκαμεν ἐνώπιόν σου, κατὰ τὰς αὐτοῦ ἐντολάς. Μέλλων γὰρ ἐξιέναι ἐπὶ τὸν ἑκούσιον καὶ ἀοίδιμον καὶ ζωοποιὸν αὐτοῦ θάνατον, τῇ νυκτὶ ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν καὶ ἀναδείξας σοὶ τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας,
We sinners join these blessed hosts and shout to You and say, O benevolent Master: Holy are You; indeed, all-holy, and there is no limit to the magnificence of Your holiness. And You are upright in all Your works; all that You have done to us, You have done in righteousness and true judgment. When You fashioned man from the earth and honored him with Your image, O God, You placed him in the Garden of Eden and promised him immortal life and the enjoyment of eternal blessings if he kept Your commandments. But he disobeyed You, the true God who had created him, and he succumbed to the serpent’s deceit, and he died because of his own offenses; and You, O God, in Your righteous judgment, expelled him from Paradise to this world. You returned him to the earth from which he was taken, and You provided for his salvation by regeneration, which is in Your Christ. For You did not forever reject Your creature that You made, O Good One; You did not forget the work of Your hands, but rather in Your tender mercy You visited us in many ways: You sent Prophets; You did signs through Your saints who pleased You in every generation; You spoke to us by the mouths of the Your servants the Prophets and announced to us salvation that was to come; You gave the Law to help us; You appointed Angels to guard us. And when the time had fully come, You spoke to us through Your Son, through whom You also created the world. Since He reflects Your glory and bears the very stamp of Your nature, and He upholds the universe by His word of power, He did not count equality with You, God the Father, a thing to be grasped; but rather being eternal God, He was seen upon the earth and lived among men. He became incarnate from a holy Virgin and emptied himself; He took the form of a servant and became like our lowly body, in order to make us be like His glorious image. Because sin came into the world through a man and death through sin, O God and Father, Your only-begotten Son, who is in Your bosom, was well pleased to be born of a woman, the holy Theotokos and ever-virgin Mary, to be born under the law, and to condemn sin in His flesh, so that as in Adam all die, so also in Him, Your Christ, all be made alive. Living in this world and leaving saving commandments, He delivered us from the error of idolatry and led us to the knowledge of You, the true God and Father; and He acquired us as His own special people, a royal priesthood, a holy nation. He cleansed us by water and sanctified us with the Holy Spirit, and He gave himself as an exchange to death, by which we were held captive, sold under sin. Through the cross He descended into the netherworld, so that He might fill all things with himself, and He loosed the pangs of death. He rose on the third day and for all flesh opened the way to resurrection from the dead, as it was not possible for Him, the Author of life, to be held by corruption. And thus He became the first fruits of those who have died, the first-born from the dead, that in everything he might be pre-eminent. He ascended into heaven and sat at the right hand of Your majesty on high; and He will come to render to each, according to their works. He left us with these memorials of His saving Passion, which we have set before You according to His commands. When He was about to go to His voluntary, celebrated, and life-giving death, on the night when He gave himself up for the life of the world, He took bread in His holy and immaculate hands, showed it to You, God and Father, and when He had given thanks, blessed it, hallowed it, and broken it,
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
He gave it to His holy disciples and apostles, and said, “Take, eat. This is my body which is broken for you for the forgiveness of sins.”
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ὁμοίως καὶ τὸ ποτήριον ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου λαβών, κεράσας, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας,
In the same way He also took the cup of the fruit of the vine and mingled it, when He had given thanks, blessed it, and hallowed it,
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ Αἷμα μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
He gave it to His holy disciples and apostles and said, “Drink of this, all of you. This is my blood of the new covenant, which is shed for you and for many, for the forgiveness of sins.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν ἐμὸν θάνατον καταγγέλλετε καὶ τὴν ἐμὴν ἀνάστασιν ὁμολογεῖτε. Μεμνημένοι οὖν, Δέσποτα, καὶ ἡμεῖς τῶν σωτηρίων αὐτοῦ παθημάτων, τοῦ ζωοποιοῦ σταυροῦ, τῆς τριημέρου ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀνόδου, τῆς ἐκ δεξιῶν σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς δευτέρας αὐτοῦ παρουσίας,
“Do this in remembrance of me. For as often as you eat this bread and drink this cup, you proclaim My death, and you confess My resurrection.” Therefore, O Master, as we also now remember His saving Passion, His life-giving crucifixion, His three-day burial, His resurrection from the dead, His ascent into heaven, His seating on the right hand of You, God the Father, and His glorious and awesome Second Coming,
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
Your own of Your own we offer to You, in all and for all.
ΧΟΡΟΣ
CHOIR
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
We praise You. We bless You. We give thanks to You, O Lord; and we pray to You, our God.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Διὰ τοῦτο, Δέσποτα πανάγιε, καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, οἱ καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διὰ τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου, οὓς ἐξέχεας πλουσίως ἐφʼ ἡμᾶς, θαῤῥοῦντες προσεγγίζομεν τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ προθέντες τὰ ἀντίτυπα τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἅγιε ἁγίων, εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος ἐλθεῖν τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ εὐλογῆσαι αὐτὰ καὶ ἁγιάσαι καὶ ἀναδεῖξαι·
All-holy Master, we approach Your holy Altar of sacrifice with confidence, even we Your sinful and unworthy servants, who are allowed to liturgize at Your holy Altar of sacrifice, not because of any virtue of ours, since we have done nothing good on earth, but because of Your mercies and tender love that You richly poured on us. And we present the elements that will become the holy Body and Blood of Your Christ, and we pray You and implore You, O Holy of holies, that by Your benevolent good pleasure Your Holy Spirit come upon us and these gifts here presented, and that He bless them and hallow them,
Τὸν μὲν Ἄρτον τοῦτον αὐτὸ τὸ τίμιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
and make this bread be the precious Body of our Lord God and Savior Jesus Christ,
( Ἀμήν. )
( Amen. )
Τὸ δὲ ποτήριον τοῦτον αὐτὸ τὸ τίμιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
and this cup be the precious Blood of our Lord God and Savior Jesus Christ,
( Ἀμήν. )
( Amen. )
Τὸ ἐκχυθὲν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας.
which was shed for the life and salvation of the world.
( Ἀμήν. Ἀμήν. Ἀμήν. )
( Amen. Amen. Amen. )
Ἡμᾶς δὲ πάντας, τοὺς ἐκ τοῦ ἑνὸς ἄρτου καὶ τοῦ ποτηρίου μετέχοντας, ἑνώσαις ἀλλήλοις εἰς ἑνὸς Πνεύματος ἁγίου κοινωνίαν καὶ μηδένα ἡμῶν εἰς κρῖμα ἢ εἰς κατάκριμα ποιήσαις μετασχεῖν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου· ἀλλʼ ἵνα εὕρωμεν ἔλεον καὶ χάριν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπʼ αἰῶνός σοι εὐαρεστησάντων, προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, διδασκάλων καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
We also pray You will unite us all who partake of the one bread and cup to one another, in the communion of the one Holy Spirit. And please let none of us partake of the holy Body and Blood of Your Christ unto judgment or condemnation; but rather may we obtain mercy and grace with all the saints who throughout the ages have pleased You, the ancestors, forefathers, patriarchs, prophets, apostles, preachers, evangelists, martyrs, confessors, teachers, and every righteous spirit departed in faith.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Especially our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary.
Μεγαλυνάριον.
Megalynarion.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.
Μεγαλυνάριον.
Megalynarion.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.
In you, O Lady full of grace, all creation rejoices, the hosts of Angels and the human race. O consecrated temple and allegorical Paradise, virgins boast of you. For God became incarnate from you, yes, our eternally existing God became a child from you. He made a throne of your womb, and He made your body wider than the heavens. In you, O Lady full of grace, all creation rejoices. Glory to you!
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· [τοῦ ἁγίου (δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν] καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (μνημονεύει ἐνταῦθα ὀνομαστὶ καὶ ὧν βούλεται τεθνεώτων) καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
For Saint John the Prophet, Forerunner, and Baptist; for the holy, glorious, and most praiseworthy apostles; for Saint(s) (name), whose memory we celebrate; and for all Your saints, through whose supplications, visit us, O God. And remember all who have fallen asleep in the hope of the resurrection to life eternal (here the Priest commemorates by name those departed whom he wishes). Grant them rest, where the light of Your countenance keeps watch. Again we beseech You, Lord, remember all Orthodox bishops who rightly teach the word of Your truth, the presbyterate, the diaconate in Christ, and every priestly order. Again we offer You this spiritual worship for the whole world, for the holy, catholic, and apostolic Church, and for those living pure and reverent lives. For civil authorities and our armed forces, grant that they may govern in peace, Lord, so that in their tranquility we, too, may live calm and serene lives, in all piety and virtue.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Among the first remember, Lord, our Archbishop (name). grant him to Your holy churches in peace, safety, honor, and health, unto length of days, rightly teaching the word of Your truth.

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
And remember those whom each one of us has in mind, and all the people.
ΧΟΡΟΣ
CHOIR
Καὶ πάντων καὶ πασῶν.
And all the people.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, τῆς πόλεως (ἢ τῆς ἁγίας μονῆς) ταύτης, ἐν ᾖ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων· καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.
Remember, Lord, Your Holy Great Church, our Sacred Archdiocese, this city in which we live, and every city and land, and the faithful who live in them. Remember, Lord, those who travel by land, sea, and air; the sick; the suffering; the captives; and their salvation. Remember those who bear fruit and do good works in Your holy churches and those who are mindful of the poor, and upon us all send forth Your mercies.
ΙΕΡΕΥΣ
PRIEST
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
And grant that with one voice and one heart we may glorify and praise Your most honorable and majestic name, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
And the mercies of our great God and Savior, Jesus Christ, be with you all.
ΧΟΡΟΣ
CHOIR
Καὶ μετὰ τοῦ πνεύματός σου.
And with your spirit.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· [τοῦ ἁγίου (δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν] καὶ πάντων σου τῶν ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν προκεκοιμημένων ἐπʼ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (μνημονεύει ἐνταῦθα καὶ ὧν βούλεται τεθνεώτων) καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι σοῦ δεόμεθα· μνήσθητι, Κύριε, τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Μνήσθητι, Κύριε, τῶν τὰ δῶρά σοι ταῦτα προσκομισάντων καὶ ὑπὲρ ὧν καὶ διʼ ὧν καὶ ἐφʼ οἷς αὐτὰ προσεκόμισαν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτοὺς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι· χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ καὶ εὐλαβείᾳ καὶ ἀσκήσει καὶ σεμνῇ πολιτείᾳ διαγόντων. Μνήσθητι, Κύριε, τῶν εὐσεβεστάτων καὶ πιστοτάτων ἡμῶν βασιλέων, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς· ὅπλῳ ἀληθείας, ὅλῳ εὐδοκίας στεφάνωσον αὐτούς· ἐπισκίασον ἐπὶ τὴν κεφαλὴν αὐτῶν ἐν ἡμέρᾳ πολέμου· ἐνίσχυσον αὐτῶν τὸν βραχοίονα· ὕψωσον αὐτῶν τὴν δεξιάν· κράτυνον αὐτῶν τὴν βασιλείαν· ὑπόταξον αὐτοῖς πάντα τὰ βάρβαρα ἔθνη τὰ τοὺς πολέμους θέλοντα· χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην· λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου· ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Μνήσθητι, Κύριε, πάσης ἀρχης καὶ ἐξουσίας καὶ τῶν ἐν τῷ παλατίῳ ἀδελφῶν ἡμῶν καὶ παντὸς τοῦ στρατοπέδου. Τοὺς ἀγαθοὺς ἐν τῇ ἀγαθότητί σου διατήρησον· τοὺς πονηροὺς ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ καὶ τῶν διʼ εὐλόγους αἰτίας ἀπολειφθέντων καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ· τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον· τὰ νήπια ἔκθρεψον· τὴν νεότητα παιδαγώγησον· τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησαι· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· χηρῶν πρόστηθι· ὀρφανῶν ὑπεράσπισον· αἰχμαλώτους ῥῦσαι· νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι καὶ μετάλλοις καὶ ἐξορίαις καὶ πικραῖς δουλείαις καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας· καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντὸς τοῦ λαοῦ σου μνήσθητι, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν διʼ ἄγνοιαν ἢ λήθην ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἑκάστου τὴν ἡλικίαν καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ, Κύριε, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός. Αὐτὸς τοῖς πᾶσι τὰ πάντα γενοῦ, ὁ εἰδὼς ἕκαστον καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον καὶ τὴν χρείαν αὐτοῦ. Ῥῦσαι, Κύριε, τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων καὶ ἐμφυλίου πολέμου.
And also with the holy prophet, forerunner, and baptist John, the holy, glorious, and all-lauded Apostles; [the saint whose memory we celebrate] and all Your saints, at whose entreaties visit us, O God. Also remember all who have fallen asleep in the hope of resurrection to eternal life [here the priest commemorates the names of the deceased], and grant them rest where the light of Your face is beaming. Furthermore, we pray You, Lord, remember the holy, catholic, and apostolic Church, which is throughout the world, and which You obtained with the precious blood of Your Christ, and give her peace. And also reinforce this holy church building until the end of time. Remember, O Lord, those who brought You these gifts, and those for whom and through whom they offered them, and their requests. Remember, O Lord, those who bear fruit and do good works in Your holy churches and who remember the poor. Please reward them with Your rich and heavenly gifts. In return for transient and perishable things on earth, grant them eternal and imperishable things in heaven. Remember, O Lord, those who dwell in deserts and on mountains, and in dens and caves of the earth. Remember, O Lord, those who lead a celibate life in chastity, godliness, and asceticism. Remember, O Lord, our elected officials, whom you have allowed to govern on earth. Arm our government with truth, and cover it with favor as with a shield. Overshadow our country in the day of war. Strengthen our armed forces, and exalt their right hand. Establish our country, and subdue all foreign enemies that seek war. Speak good things in their hearts regarding Your Church and all Your people, so that they may conduct their duties in tranquility and we may live a quiet and peaceful life in all piety and propriety. And grant our country profound and lasting peace. Remember, O Lord, everyone who is in government, and all our brethren who are civil servants and who serve in the military. Keep the good in Your goodness; and in Your kindness, make the bad be good. Remember, O Lord, the people here present and those who are absent with good cause. Have mercy on them and on us, according to the abundance of Your mercy. Fill their shelves with goods; preserve their marriages in peace and harmony; nurture the infants; instruct the youth; support the elderly; encourage the fainthearted; reunite the dispersed; return those who succumbed to error and unite them to Your holy, catholic, and apostolic Church. Free those who are troubled by unclean spirits. Travel with those who travel. Defend the widows; protect the orphans; free the captives; heal the sick. Remember, O Lord, those who are on trial, in labor camps, in exile, in bitter servitude, and any affliction, necessity, or distress, and everyone in need of Your great compassion; and those who love us and those who hate us; those who have asked us to pray for them, unworthy though we may be. Remember, O Lord our God, all Your people, and pour out Your rich mercy on all of them, and grant everyone their requests that contribute to their salvation. Remember, O God, everyone whom we have failed to commemorate, either through ignorance or omission or because of the many names, since You know the name and age of each, even from their mother’s womb. For You, O Lord, are the help of the helpless, the hope of the hopeless, the savior of those in trouble, the port for travelers, and the physician of the sick. Be all things to all people, for You know everyone, what they seek, where they live, and what they need. Lord, deliver this city and every city and town from famine, pandemic, earthquake, flood, fire, criminal violence, foreign invasion, and civil war.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Among the first remember, Lord, our Archbishop (name). grant him to Your holy churches in peace, safety, honor, and health, unto length of days, rightly teaching the word of Your truth.
ΚΛΗΡΟΣ
CLERGY
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Among the first remember, Lord, our Archbishop (name). grant him to Your holy churches in peace, safety, honor, and health, unto length of days, rightly teaching the word of Your truth.
ΔΙΑΚΟΝΟΣ
DEACON
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
And remember those whom each one of us has in mind, and all the people.
ΧΟΡΟΣ
CHOIR
Καὶ πάντων καὶ πασῶν.
And all the people.
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας. Μνήσθητι, Κύριε, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου καὶ τῆς ἐμῆς ἀναξιότητος· συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας κωλύσῃς τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος ἀπὸ τῶν προκειμένων δώρων. Μνήσθητι, Κύριε, τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ τάγματος· καὶ μηδένα ἡμῶν καταισχύνῃς τῶν κυκλούντων τὸ ἅγιόν σου θυσιαστήριον. Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς· εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι· ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι· εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου. Παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας. Τὴν σὴν εἰρήνην καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Remember, O Lord, all Orthodox bishops who rightly teach the word of Your truth. And in the abundance of Your tender mercies, O Lord, remember me, who am unworthy. Forgive my every transgression, voluntary and involuntary. And please do not withhold the grace of Your Holy Spirit from these gifts on account of my sins. Remember, O Lord, the priests, the deacons in Christ, and all the clergy. Let none of us surrounding Your holy Altar of sacrifice be disgraced. Visit us in Your goodness, O Lord; reveal Yourself to us in Your rich and tender mercies. Grant our weather to be temperate and beneficial; send gentle rains to the earth so that it may be fruitful; bless the crown of the year with Your goodness. End the schisms of churches; extinguish the insolence of nations; bring outbreaks of heresy to a quick end, by the power of Your Holy Spirit. Make us children of the light and of the day, and receive us all into Your kingdom. Grant us Your peace and Your love, O Lord our God. Indeed You have given us everything.
ΙΕΡΕΥΣ
PRIEST
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
And grant that with one voice and one heart we may glorify and praise Your most honorable and majestic name, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
And the mercies of our great God and Savior, Jesus Christ, be with you all.
ΧΟΡΟΣ
CHOIR
Καὶ μετὰ τοῦ πνεύματός σου.
And with your spirit.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Having commemorated all the saints, again and again, in peace, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
For the precious Gifts here presented and consecrated, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος δεηθῶμεν.
That our benevolent God, having accepted them at His holy and celestial and mystical altar as an offering of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Having asked for the unity of the faith and for the communion of the Holy Spirit, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
We entrust to You, benevolent Master, our whole life and hope, and we beseech, pray, and implore You: Grant us to partake of Your heavenly and awesome sacraments from this sacred and spiritual table with a clear conscience for the remission of sins, the forgiveness of transgressions, the communion of the Holy Spirit, the inheritance of the kingdom of Heaven, and boldness before You, not unto judgment or condemnation.
ΙΕΡΕΥΣ
PRIEST
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·
And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:
ΛΑΟΣ
PEOPLE
ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ
THE LORD’S PRAYER
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εἰρήνη πᾶσι.
Peace be with all.
( Καὶ τῷ πνεύματί σου. )
( And with your spirit. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Let us bow our heads to the Lord.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Εὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
We give thanks to You, invisible King, who by Your boundless power fashioned the universe, and in the multitude of Your mercy brought all things from nothing into being. Look down from heaven, O Master, upon those who have bowed their heads before You, for they have not bowed before flesh and blood, but before You, the awesome God. Therefore, O Master, make smooth and beneficial for us all, whatever lies ahead, according to the need of each: Sail with those who sail, travel with those who travel, heal the sick, Physician of our souls and bodies.
ΙΕΡΕΥΣ
PRIEST
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Through the grace, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.
Hearken, O Lord Jesus Christ our God, from Your holy dwelling place and from the throne of glory of Your kingdom, and come to sanctify us, You who are enthroned with the Father on high and are present among us invisibly here. And with Your mighty hand, grant Communion of Your most pure Body and precious Blood to us, and through us to all the people.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us be attentive.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Τὰ ἅγια τοῖς ἁγίοις.
The Holy Gifts for the holy people of God.
ΧΟΡΟΣ
CHOIR
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
One is Holy, one is Lord, Jesus Christ, to the glory of God the Father. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Having commemorated all the saints, again and again, in peace, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
For the precious Gifts here presented and consecrated, let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος δεηθῶμεν.
That our benevolent God, having accepted them at His holy and celestial and mystical altar as an offering of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Having asked for the unity of the faith and for the communion of the Holy Spirit, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν σοι ἀξίως ὑπὲρ τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας καὶ ποιεῖς μεθʼ ἡμῶν. Σύ, ὁ Θεὸς ἡμῶν, ὁ προσδεξάμενος τὰ δῶρα ταῦτα, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ Σώματι καὶ Αἵματι τοῦ Χριστοῦ σου. Καί, ὑποδεξάμενοι αὐτὰ ἀξίως, σχῶμεν τὸν Χριστὸν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν καὶ γενώμεθα ναὸς τοῦ ἁγίου σου Πνεύματος. Ναί, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων καὶ ἐπουρανίων μυστηρίων, μηδὲ ἀσθενῆ ψυχῇ καὶ σώματι ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἀξίως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου· ὅπως ἂν καὶ ἡμεῖς μετὰ πάντων τῶν ἁγίων τῶν ἀπʼ αἰῶνός σοι εὐαρεστησάντων, γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε.
O our God, the God who saves, teach us how to worthily thank You for the good things You have done and still do for us. O our God, who have accepted these gifts, cleanse us from every defilement of body and spirit, and teach us how to make holiness perfect in the fear of You, so that receiving the portion of Your holy sacrament with a clear conscience, we may be united to the holy Body and Blood of Your Christ; and having received them worthily, we may have Christ dwelling in our hearts and become a temple of Your Holy Spirit. And we implore You, our God, please do not count any of us guilty of profaning Your awesome and heavenly sacrament, nor make anyone weak in soul and body for partaking of them unworthily. But rather allow us to receive a portion of Your holy sacrament worthily, to our last breath, as provision for eternal life and an acceptable defense at the awesome judgment seat of Your Christ, so that along with all the saints who throughout the ages have pleased You, we too may become partakers of Your eternal blessings, that You have prepared for those who love You, O Lord.
ΙΕΡΕΥΣ
PRIEST
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·
And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:
ΛΑΟΣ
PEOPLE
ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ
THE LORD’S PRAYER
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εἰρήνη πᾶσι.
Peace be with all.
( Καὶ τῷ πνεύματί σου. )
( And with your spirit. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Let us bow our heads to the Lord.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον, ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου τούτων καὶ ζωοποιῶν μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος ἁγίου κοινωνίαν.
Lord and Master, Father of mercies and God of all comfort, bless and sanctify those who have bowed their heads to You; guard, fortify, and strengthen them. Keep them away from every wicked deed, and attach them to every good deed. And allow them to partake of Your immaculate and life-giving sacrament, without condemnation, for the forgiveness of sins and communion of the Holy Spirit.
ΙΕΡΕΥΣ
PRIEST
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Through the grace, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.
Hearken, O Lord Jesus Christ our God, from Your holy dwelling place and from the throne of glory of Your kingdom, and come to sanctify us, You who are enthroned with the Father on high and are present among us invisibly here. And with Your mighty hand, grant Communion of Your most pure Body and precious Blood to us, and through us to all the people.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πρόσχωμεν.
Let us be attentive.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Τὰ ἅγια τοῖς ἁγίοις.
The Holy Gifts for the holy people of God.
ΧΟΡΟΣ
CHOIR
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
One is Holy, one is Lord, Jesus Christ, to the glory of God the Father. Amen.
ΛΑΟΣ
PEOPLE
ΕΥΧΑΙ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ
PRAYERS OF HOLY COMMUNION
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
I believe and confess, Lord, that You are truly the Christ, the Son of the living God, who came into the world to save sinners, of whom I am the first. I also believe that this is truly Your pure Body and that this is truly Your precious Blood. Therefore, I pray to You, have mercy on me and forgive my transgressions, voluntary and involuntary, in word and deed, in knowledge or in ignorance. And make me worthy, without condemnation, to partake of Your pure sacrament for the remission of sins and for eternal life. Amen.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων· Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.
How shall I enter into the splendor of Your saints since I am unworthy? For if I dare to enter the wedding hall along with them, my garment will betray me, for it is not fit for the wedding; and then I shall be bound and cast out by the Angels. I pray You to wash away the stains on my soul, and save me, O benevolent Lord.
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλʼ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
Benevolent Master, Lord Jesus Christ, my God, let not these Holy Gifts be to my judgment because I am unworthy, but rather for the purification and sanctification of both soul and body and the pledge of the life and kingdom to come. It is good for me to cleave unto God and to place in Him the hope of my salvation.
Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Receive me, today, O Son of God, as a partaker of Your mystical Supper. I will not reveal Your mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the Robber I confess to You. Remember me, O Lord, when You come in Your kingdom.
ΧΟΡΟΣ
CHOIR
Κοινωνικόν. Ψαλμὸς 148.
Communion Hymn. Psalm 148.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Praise the Lord from the heavens. [SAAS] Alleluia.
ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)
DEACON (in a low voice)
Μέλισον, δέσποτα, τὸν ἅγιον Ἄρτον.
Master, break the holy bread.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Μελίζεται καὶ διαμερίζεται ὁ ἀμνός τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
The Lamb of God is apportioned and distributed; apportioned, but not divided; ever eaten and never consumed, but sanctifying those who partake.
ΔΙΑΚΟΝΟΣ
DEACON
Πλήρωσον, δέσποτα, τὸ ἅγιον ποτήριον.
Fill, Master, the holy Cup.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Πλήρωμα Πνεύματος ἁγίου.
The fullness of the Holy Spirit.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ἀμήν. Εὐλόγησον, δέσποτα, τὸ Ζέον.
Amen. Bless, Master, the zeon.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Blessed is the fervor of Your holy gifts, always, now and ever and to the ages of ages. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ζέσις Πνεύματος ἁγίου.
The fervor of the Holy Spirit. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
With the fear of God, faith, and love, draw near.
Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
The Body and Blood of Christ, for the remission of sins and life eternal.
ΧΟΡΟΣ
CHOIR
Ὗμνοι καθῶς μεταλαμβάνει ὁ λαός.
Hymns During Holy Communion
ΙΕΡΕΥΣ
PRIEST
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Save, O God, Your people, and bless Your inheritance.
ΧΟΡΟΣ
CHOIR
Ἦχος βʹ.
Mode 2.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
(χαμηλοφώνως)
(in a low voice)
ΔΙΑΚΟΝΟΣ
DEACON
Ὕψωσον, δέσποτα.
Exalt, Master.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Be exalted, O God, above the heavens, and let Your glory be over all the earth.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.
Blessed is our God.
ΙΕΡΕΥΣ
PRIEST
Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Always, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων μυστηρίων σου· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Let our mouths be filled with Your praise, O Lord, that we may sing of Your glory, because You have made us worthy to partake of Your holy sacraments. Keep us in Your sanctification, that all day long we may meditate upon Your righteousness. Alleluia. Alleluia. Alleluia.
ΔΙΑΚΟΝΟΣ
DEACON
Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Arise! Having partaken of the divine, holy, pure, immortal, heavenly, life-creating, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ἤ·
or:
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to You, O Lord, glory to You. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Having prayed for a perfect, holy, peaceful, and sinless day, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
ΕΥΧΗ ΜΕΤΑ ΤΟ ΜΕΤΑΛΑΒΕΙΝ ΠΑΝΤΑΣ
PRAYER AFTER EVERYONE COMMUNES
Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν· στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας· φρούρησον ἡμῶν τὴν ζωήν· ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων σου.
We give thanks to You, benevolent Master, benefactor of our souls, that even on this very day You have made us worthy of Your heavenly and immortal sacraments. Make straight our path, fortify us in Your fear, guard our life, make secure our steps, through the prayers and supplications of the glorious Theotokos and ever virgin Mary and of all Your saints.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For You are our sanctification, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΔΙΑΚΟΝΟΣ
DEACON
Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Arise! Having partaken of the divine, holy, pure, immortal, heavenly, life-creating, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ἤ·
or:
( Δόξα σοι, Κύριε, δόξα σοι. )
( Glory to You, O Lord, glory to You. )
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Having prayed for a perfect, holy, peaceful, and sinless day, let us commend ourselves and one another and our whole life to Christ our God.
( Σοί, Κύριε. )
( To You, O Lord. )
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
ΕΥΧΗ ΜΕΤΑ ΤΟ ΜΕΤΑΛΑΒΕΙΝ ΠΑΝΤΑΣ
PRAYER AFTER EVERYONE COMMUNES
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῇ μεταλήψει τῶν ἁγίων, ἀχράντων, ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων, ἃ ἔδωκας ἡμῖν ἐπʼ εὐεργεσίᾳ καὶ ἁγιασμῷ καὶ ἰάσει τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Αὐτός, Δέσποτα τῶν ἁπάντων, δὸς γενέσθαι ἡμῖν τὴν κοινωνίαν τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς ἴασιν ψυχῆς καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς ἀπολογίαν εὐπρόσδεκτον τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου.
We thank You, O Lord our God, for the communion of Your holy, immaculate, immortal, and heavenly sacrament, which You have granted us for the benefit, sanctification, and healing of our souls and bodies. O Master of all, grant that the communion of the holy Body and Blood of Your Christ may be to us for faith unashamed, love unfeigned, fulness of wisdom, healing of soul and body, deterrence from everything contrary, observance of Your commandments, and for an acceptable defense at the dread judgment seat of Your Christ.
ΙΕΡΕΥΣ
PRIEST
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
For You are our sanctification, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
ΙΕΡΕΥΣ
PRIEST
Ἐν εἰρήνῃ προέλθωμεν.
Let us go forth in peace.
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
O Lord, who blesses those who bless You and sanctifies those who put their trust in You, save Your people and bless Your inheritance. Protect the whole body of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You. Grant peace to Your world, to Your churches, to the clergy, to our civic leaders, to the armed forces, and to all Your people. For every good and perfect gift is from above, coming down from You, the Father of lights. To You we offer up glory, thanksgiving, and worship, to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3)
Blessed be the name of the Lord, from this time forth and to the ages. (3)
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Τὸ πλήρωμα τοῦ νόμου καί τῶν προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Christ our God, You are the fulfillment of the Law and the Prophets. You have fulfilled the Father’s entire plan of salvation. Fill our hearts with joy and gladness always, now and ever and to the ages of ages. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ God, our hope. Glory to You.
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
ΙΕΡΕΥΣ
PRIEST
Ἐν εἰρήνῃ προέλθωμεν.
Let us go forth in peace.
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ΙΕΡΕΥΣ
PRIEST
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων· καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
O Lord, who blesses those who bless You and sanctifies those who put their trust in You, save Your people and bless Your inheritance. Protect the whole body of Your Church. Sanctify those who love the beauty of Your house. Glorify them in return by Your divine power, and forsake us not who have set our hope in You. Grant peace to Your world, to Your churches, to the clergy, to our civic leaders, to the armed forces, and to all Your people. For every good and perfect gift is from above, coming down from You, the Father of lights. To You we offer up glory, thanksgiving, and worship, to the Father and to the Son and to the Holy Spirit, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
ΧΟΡΟΣ
CHOIR
For media only. (3)
For media only. (3)
ΑΡΧΙΕΡΕΥΣ (χαμηλοφώνως)
HIERARCH (in a low voice)
Ἤνυσται καὶ τετέλεσται, ὅσον εἰς τὴν ἡμετέραν δύναμιν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὸ τῆς σῆς οἰκονομίας μυστήριον· ἔσχομεν γὰρ τοῦ θανάτου σου τὴν μνήμην, εἴδομεν τῆς ἀναστάσεώς σου τὸν τύπον· ἐνεπλήσθημεν τῆς ἀτελευτήτου σου ζωῆς· ἀπηλαύσαμεν τῆς ἀκενώτου σου τρυφῆς, ἧς καὶ ἐν τῷ μέλλοντι αἰῶνι πάντας ἡμᾶς καταξιωθῆναι εὐδόκησον, χάριτι τοῦ ἀνάρχου σου Πατρός, καὶ τοῦ ἁγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O Christ our God, the sacrament of Your dispensation is completed and finished as far as it is in our power. We had the memorial of Your death; we saw the image of Your resurrection; we were filled with Your everlasting life; we experienced Your inexhaustible delight. Please allow us all to enjoy it in the age to come, by the grace of Your Father who is without beginning and Your holy and good and life-creating Spirit, now and ever and to the ages of ages. Amen.
ΔΙΑΚΟΝΟΣ
DEACON
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
( Κύριε, ἐλέησον. )
( Lord, have mercy. )
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages.
( Ἀμήν. )
( Amen. )
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ God, our hope. Glory to You.
ΙΕΡΕΥΣ
PRIEST
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ our God. Glory to You.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy hieromartyr Anthimos, and our devout father Theoktistos, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.
ΧΟΡΟΣ
CHOIR
Ἀμήν.
Amen.
ΧΟΡΟΣ
CHOIR
Τὸν Δεσπότην καὶ Ἀρχιερέα ἡμῶν, Κύριε, φύλαττε. Εἰς πολλὰ ἔτη, Δέσποτα. Εἰς πολλὰ ἔτη, Δέσποτα. Εἰς πολλὰ ἔτη, Δέσποτα.
Lord, protect our Bishop and Hierarch. Eis polla eti, Despota! Eis polla eti, Despota! Eis polla eti, Despota!
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.
( Ἀμήν. )
( Amen. )
ΚΛΗΡΟΣ
CLERGY
Διʼ εὐχῶν τοῦ ἁγίου δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Through the prayers of our holy master, Lord Jesus Christ our God, have mercy on us.
( Ἀμήν. )
( Amen. )
ΙΕΡΕΥΣ
PRIEST
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ our God. Glory to You.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.