Η ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΤΩΝ ΑΓΙΩΝ ΛΕΙΨΑΝΩΝ
THE PREPARATION OF THE HOLY RELICS
Ὁ Ἀρχιερύς πού πρόκειται νά τελέσῃ τά Ἐγκαίνια εἰσέρχεται εἰς τὸν ναόν, ὅπου τὸν ὑποδέχεται ὁ κλῆρος εἰς τὸν νάρθηκα. Μετά δέ ἀπό τὰς αἰτιήσεις ὁ Ἀρχιερεύς ἀναγινώσκει τὰς εὐχάς·
The Celebrant Hierarch arrives at the Church to be consecrated and is received by the clergy in the Portico. After the petitions, the Hierarch reads the following prayers.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
ΠΡΩΤΗ ΕΥΧΗ ΠΑΤΡΙΑΡΧΟΥ ΚΑΛΛΙΣΤΟΥ
THE FIRST PRAYER BY PATRIARCH KALLISTOS
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν κτίσιν μόνῳ τῷ λόγῳ δημιουργήσας, καὶ εἰς τὸ εἶναι παραγαγών, ἀῤῥήτοις δὲ λόγοις πικίλως ταύτην διαμορφώσας, ὁ τὸ ἐπιφερόμενον ἐπʼ αὐτῇ σὸν Πνεῦμα συστείλας, καὶ τὸ ἡλιακὸν τοῦτο φῶς ἐπʼ αὐτὴν ἐκχέας εἰς ταύτης τὸν ἐγκαινισμόν· ὁ τῷ θεράποντί σου Μωσεῖ ἐμπνεύσας ἔπαινόν τινα ἐξαίρετον προσθεῖναι τῇ ἀρίστῃ σου δημιουργίᾳ, καὶ εἰπεῖν ἰδεῖν σε τὸ φῶς, ὅτι καλόν, καὶ ἡμέραν τοῦτο καλέσαι· ὅπερ δὴ καὶ ἡμεῖς ὁρῶντες καὶ τὸν φαεινότατον τοῦτον ἥλιον, ἐγκαινίζοντα καθʼ ἑκάστην τὴν κτίσιν. Σὲ τὸν τῆς ὄντως ἡμέαρς δοξάζομεν ἥλιον, καὶ τὸ φῶς σου τὸ ἀνέσπερον· ὁ διὰ τοῦ Υἱοῦ σου ἡμῖν ἐντιλάμενονς, ἐγκαινισθῆναι τὴν ἡμετέραν φύσιν τῷ Ἁγίῳ σου Πνεύματι, ὥστε καὶ διὰ τῆς δωρεᾶς ταύτης τοὺς δικαίους ἐκλάμψειν κατὰ τὸν ἥλιον· σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν τὸ Πατέρα τοῦ Λόγου, τὸν Κύριον καὶ Θεὸν ἡμῶν· Ἐπειδή, τῇ ἀφάτῳ σου φιλανθρωπίᾳ καὶ τῷ ἀμετρήτῳ σου ἐλέει, ἡ κτίσις τὸν ἐγκαινισμὸν ἐδέξατο, καὶ ὁ παλαιὸς Νόμος, εἰς τύπον τῆς νέας Διαθήκης, ἐν τῇ παρὰ τῷ Σινᾷ ὄρει σῇ θεοπτείᾳ καὶ ἐν τῇ Βάτῳ ἐκείνῃ τῇ θαυμαστῇ, καὶ ἐν τῇ τοῦ μαρτυρίου Σκηνῇ, καὶ ἐν τῷ τοῦ Σολομῶντος ἐκείνου περικαλλεστάτῳ Ναῷ· ἱλέῳ ὄμματι ἐπίβλεψον ἐφʼ ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου, τοὺς κατοικοῦντας τοῦτον τὸν Οἶκον τὸν οὐρανομήκη, τὸ τῆς οἰκουμένης καύχημα, τὸ Θυσιαστήριον τὸ ἀληθινόν τῆς σῆς ἀῤῥήτου δόξης· καὶ κατάπεμψον τὸ πανάγιόν σου Πνεῦμα ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τὴν κληρονομίαν σου, καὶ κατὰ τὸν θεῖον Δαυΐδ, ἐγκαίνισον ἐν ταῖς καρδίαις ἡμῶν πνεῦμα εὐθές, καὶ πνεύματι ἡγεμονικῷ στήριξον ἡμᾶς· καὶ (τοῖς μὲν Ἄρχουσιν ἡμῶν τρόπαια καὶ νίκας, κατὰ τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν) δώρησαι ἡμῖν δὲ ὁμόνοιαν καὶ εἰρήνην· τοῖς δὲ τὴν οἰκοδομὴν ταύτην, καὶ τὸν τοῦ Ναοῦ ἐγκαινισμόν, ἔρωτι θείῳ ποιησαμένοις διὰ σπουδῆς, ἄφεσιν τῶν πλημμελημάτων παράσχου· δώρησαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα· ἔγειρον αὐτοὺς εἰς ἐργασίαν τῶν ἐντολῶν σου· χάρισαι αὐτοῖς τὸν ἐγκαινισμὸν τῆς δωρεᾶς τοῦ ἁγίου σου Πνεύματος· ἵνα ἀκατακρίτως προσκυνῶσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων σου. ( Ἀμήν. )
Lord our God, you created all things by your word alone and adorned your creation with diversity in ways unknown to us. You poured forth the light of the sun for its renewal. You inspired your servant Moses to offer exaltations and praises to the excellence of your creation and say: “You saw the light and it was good and you called it day.” We have also seen this brilliant sun renewing the creation every day and we glorify you the true light. Lord, by your Son, you have commanded us to renew our nature by your Holy Spirit, and through this gift your just people shine like the sun. We pray and entreat you, Father of the Word, our Lord and our God Jesus Christ, because creation has been renewed by your indescribable love and abundant mercy for us. You manifested your love and mercy in the Old Testament as the image of the New, the miraculous burning bush, the tabernacle of assembly and the beautiful Temple of Solomon. Lord look upon us also, your sinful and unworthy servants with merciful eyes, who worship in this holy house, which is as broad as heaven, the pride of the universe, the true altar of your ineffable glory. Send down on us your most Holy Spirit and in the words of David, “renew a right spirit within our hearts and make us strong with your sovereign spirit.” Make the leaders of our nation victorious over visible and invisible enemies and grant us tranquility and peace. Forgive the sins of those who have worked with diligence and love for you toward the erection and consecration of this Church. Fulfill Lord, all their requests which are for their salvation. Help them to perform your commandments. Give them the gift of renewal through your Holy Spirit, that they, without condemnation, may worship you, the only true God and Jesus Christ whom you sent, through the prayers of the most Holy Mother of God and all your Saints. ( Amen. )
ΔΕΥΤΕΡΑ ΕΥΧΗ ΠΑΤΡΙΑΡΧΟΥ ΚΑΛΛΙΣΤΟΥ
SECOND PRAYER BY PATRIARCH KALLISTOS
Προαιώνιε Λόγε, καὶ Υἱὲ μονογενὲς τοῦ Θεοῦ, Θεὲ ἀληθινέ, Δημιουργὲ πάσης κτίσεως αἰσθητῆς τε καὶ νοητῆς· ὁ ταύτην τὴν κτίσιν πανσόφως καθωραΐσας· ὁ τὴν ἐπάνω τῆς γῆς ὑγρὰν καὶ διαλελυμένην τῶν ὑδάτων φύσιν, εἰς μίαν συναγωγὴν καὶ συνάθροισιν ἀγαγών, καὶ τῷ θείῳ σου Πνεύματι, τῷ ἐπάνω τοῦ ὕδατος ἐπιφερομένῳ τὴν γῆν πᾶσαν κατακοσμήσας [καὶ ἐγκαινίσας αὐτήν· ὁ] διὰ Μωσέως [τὴν Σκηνὴν στήσας,] καὶ Πνεύματί σου Ἁγίω ἐγκαινίσας αὐτήν· ὁ τῷ σοφῷ Σολομῶντι προστάξας οἰκοδομῆσαι Οἶκον ἅγιον καὶ περιφανῆ τῆς σῆς ἀφράστου καὶ ἀνεκδιηγήτου δόξης, καὶ τοῦτον ἐγκαινίσας, τῷ Πνεύματί σου τῷ Ἁγίῳ, καὶ τῆς ἐπικαλυψάσης αὐτὸν τότε δόξης καὶ χάριτος τοῦ Ἁγίου σου Πνεύματος, πάντας τοὺς τῆς Γερουσίας ἐκείνης τῶν Ἰουδαίων θεατὰς γενέσθαι παρακσευάσας· σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἄναρχε Λόγε καὶ Υἱὲ τοῦ ἀνάρχου Πατρός, ἵνα καὶ ἡμῖν ἐν τῇ ὥρᾳ ταύτῃ καταπέμψῃς τὴν χάριν τοῦ παναγίου σου Πνεύματος, καὶ τὸν νῦν ἐγερθέντα Ναόν, εἰς σὴν δοξολογίαν καὶ ἔπαινον, στηρίξῃς καὶ ἐνδυναμώσῃς, φυλάττων αὐτὸν ἕως τῆς τῶν αἰώνων συντελείας, καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ τοῦτον ἐγκαινίσῃς, ὡς ἂν ἐν αὐτῷ τὰς ἀναιμάκτους θυσίας προσφέροντές σοι, μέτοχοι γενώμεθα τοῦ Ἁγίου Πνεύματος, ἐγκαινισθέντος ἐν τοῖς ἐγκάτοις ἡμῶν, καὶ τὸ τῆς διανοίας ἡμῶν ἡγεμονικὸν στηρίζοντος, καὶ παρέχοντος μυστικῶς τὰς νοερὰς θυσίας διὰ τῆς καθάρσεως τοῦ νοός, προσφέρειν σοι τῷ Δεσπότῃ Θεῷ, εἰς δόξαν καὶ τιμὴν τοῦ ἀνάρχου καὶ ἀθανάτου Πατρός σου, καὶ σοῦ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )
Eternal Word and only Son of God, true God of the material and spiritual creation. You adorned all of creation with divine wisdom. You joined together the fluid and vague nature of water with your Holy Spirit, that moved over the water, and you beautified all the earth and renewed the whole world. You established the Tabernacle through Moses and consecrated it by your Holy Spirit. You inspired Solomon the Wise to erect a Holy Temple, in honor of your indescribable and ineffable glory. You consecrated it by your Holy Spirit and enabled the Judges of Judah at that time to see the glory and the grace of your Holy Spirit hovering over it. We pray and entreat you, at this time, eternal Word, and Son of the eternal Father, send down the same gift of your most Holy Spirit upon us and upon this Church erected for your glory and praise. Establish and strengthen this Church, protecting it to the end of the world. Renew this Church by your Holy Spirit, that as we offer the bloodless sacrifices in it, we might become partakers of your Holy Spirit. Make us sharers in the Holy Spirit, which renews us, upholds us with a willing heart and mystically grants us the cleansing of our mind, that we might offer you, Master, glory and honor, to the eternal Father, the only-begotten Son and the all-holy, good and life-giving Spirit, now and forever and to the ages of ages. ( Amen. )
Τὸ ἑσπέρας τῆς παραμονῆς τῶν ἐγκαινίων, ὁ τελεταρχῶν Ἀρχιερεῦς φέρει εἰς τὸν ναὸν τὰ λείψανα τριῶν Ἁγίων Μαρτύρων, ποὺ θὰ ἐναποτεθοῦν εἰς τὴν Ἁγίαν Τράπεζαν τὴν ἑπομένην ἡμέραν. Ὁ Ἀρχιερεῦς μετὰ τοῦ ἱεροῦ κλήρου εἰσέρχεται εἰς τὸ ἱερόν. Ἐκεῖ οὗτος θέτει τὰ ἅγια λείψανα ἐπὶ ἑνὸς δισκαρίου καὶ τὰ σκεπάζει μὲ ἕνα ἱερὸ κάλυμμα καὶ λέγει·
The Celebrant Hierarch brings the relics of the three holy Martyrs to the Church on the eve of the Consecration, that will be deposited in the Altar Table the next day. The Clergy will escort the Hierarch and proceed to the Altar. The Celebrant places the holy relics on the paten, covers them with a communion veil and says:
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )
Blessed is our God always, now and ever and to the ages of ages. ( Amen. )
ΛΑΟΣ
PEOPLE
Τρισάγιον.
Trisagion Prayers.
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Lord, have mercy. Lord, have mercy. Lord, have mercy.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. ( Amen. )
ΧΟΡΟΣ
CHOIR
The Choirs sing the Apolytikia for the Saints whose relics were received and also the Apolytikion of the Church.
The Choirs sing the Apolytikia for the Saints whose relics were received and also the Apolytikion of the Church.
Ἀπολυτίκιον τοῦ Ναοῦ.
Apolytikion of the Parish Church
Ἦχος πλ. βʹ.
Mode pl. 2.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Glory to the Father and the Son and the Holy Spirit.
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Godly choir of Martyrs, you are the foundation of the Church, the perfect accomplishment of the Gospel. By your deeds you have fulfilled the words of the Savior; for in you the gates of Hades, which were opened against the Church, have now been shut. The spilling of your blood dried up the libations poured out to idols. Your slaughter gave birth to the membership of the faithful. You amazed the choirs of bodiless Angels. You were crowned by God, and now you stand near Him. Unceasingly pray to Him on behalf of our souls. [SD]
Ἦχος πλ. βʹ.
Mode pl. 2.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Both now and ever and to the ages of ages. Amen.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Theotokos, you are the true vine that produced the fruit of life. Lady, we fervently entreat you to intercede along with the Apostles and all the saints, that our souls be treated mercifully. [SD]
ΑΠΟΛΥΣΙΣ
DISMISSAL
ΑΡΧΙΕΡΕΥΣ
HIERARCH
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Glory to You, O Christ God, our hope. Glory to You.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.
ΛΑΟΣ
PEOPLE
Ἀμήν.
Amen.