×




Βιβλία - Πηγαί

Books - Sources

Εὐχολόγιον

Euchologion

__________

__________



ΘΥΡΑΝΟΙΞΙΑ ΝΑΟΥ

DOOR OPENING OF A CHURCH



Πρὸ τῶν κεκλεισμένων Θυρῶν τοῦ Ἱεροῦ Ναοῦ, καὶ πρὸ τῆς ηὐτρεπισμένης Τραπέζης, ἔνθα τελεσθήσεται ὁ Ἁγιασμὸς τῶν Θυρανοιξίων, ἀναφωνεῖ:

Standing in front of the closed church doors, and in front of the appointed table, on which the blessing of water for the Door Opening will be performed, the Deacon intonates:

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὐλόγησον, Δέσποτα.

Master, give the blessing.

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ· Ἀμήν.

READER: Amen.

Ψαλμὸς ΠΓʹ (83).

Psalm 83 (84).

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὐ θήσει τὰ νοσσία ἑαυτῆς. τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

How beloved are Your dwellings, O Lord of hosts. My soul longs and faints for the courts of the Lord; my heart and my flesh greatly rejoice in the living God. For even the sparrow found a house for herself, and the turtledove a nest for herself, where she will lay her young, Your altars, O Lord of hosts, my King and my God. Blessed are those who dwell in Your house; they shall praise You unto ages of ages. Blessed is the man whose help is from You, O Lord; he purposed ascents in his heart in the valley of weeping, into the place he appointed; for there the lawgiver shall give blessings. They shall go from strength to strength; the God of gods shall be seen in Zion. O Lord God of hosts, hear my prayer; give ear, O God of Jacob. O God, our protector, behold, and look upon the face of Your anointed. For one day in Your courts is better than a thousand; I chose to be an outcast in the house of my God, rather than to dwell in the tents of sinners. For the Lord God loves mercy and truth; He will give grace and glory; the Lord’s hand will not remove good things from those who walk in innocence. O Lord of hosts, blessed is the man who hopes in You. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Ἀπολυτίκιον. Τῆς Πεντηκοστῆς.

Apolytikion. For Pentecost.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι.

Blessed are You, O Christ our God. You sent down the Holy Spirit into the fishermen, and You gave them knowledge and wisdom in everything; and through them, as in a net You caught the whole world. O Lord who loves humanity, glory to You! [SD]

Δόξα.

Glory.

Ἀπολυτίκιον τοῦ Ναοῦ.

Apolytikion of the Parish Church

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

All-holy Virgin Theotokos, guide aright the works of our hands, we pray; and ask for the remission of our offenses, as we chant now the hymn of the Angels. [SD]

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

ΔΙΑΚΟΝΟΣ· Δύναμις.

DEACON: Dynamis.

ΧΟΡΟΣ· Δύναμις.

CHOIR: Dynamis.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.

Τὰ Ἀναγνώσματα

The Readings

Ὁ Ἀπόστολος

The Epistle

ΔΙΑΚΟΝΟΣ· Πρόσχωμεν.

DEACON: Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος βʹ.

Prokeimenon. Mode 2.

Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Bless God in the churches, the Lord from the fountains of Israel.

Στίχ. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.

Verse: O Lord, I love the beauty of Your house, and the place where Your glory dwells.

ΔΙΑΚΟΝΟΣ· Σοφία.

DEACON: Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

ΔΙΑΚΟΝΟΣ· Πρόσχωμεν.

DEACON: Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Εβρ 9:1 – 7

Heb. 9:1 – 7

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Brethren, the first tent had regulations for worship and an earthly sanctuary. For a tent was prepared, the first one, in which were the lamp stand and the table and the bread of the Presence; it is called the Holy Place. Behind the second curtain stood a tent called the Holy of Holies, having the golden altar of incense and the ark of the covenant covered on all sides with gold, which contained a golden urn holding the manna, and Aaron’s rod that budded, and the tables of the covenant; above it were the cherubim of glory overshadowing the mercy seat. Of these things we cannot now speak in detail. These preparations having thus been made, the priests go continually into the outer tent, performing their ritual duties; but into the second only the high priest goes, and he but once a year, and not without taking blood which he offers for himself and for the sins committed unintentionally by the people. [RSV]

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Εἰρήνη σοι τῷ ἀναγνόντι.

Peace be with you the reader.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. [GOA]

Alleluia. Alleluia. Alleluia. [GOA]

Τὸ Εὐαγγέλιον

The Gospel

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the holy Gospel.

ΑΡΧΙΕΡΕΥΣ Εἰρήνη πᾶσι.

HIERARCH Peace be with all.

ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

ΔΙΑΚΟΝΟΣ· Πρόσχωμεν.

DEACON: Let us be attentive.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

16:13 – 19

16:13 – 19

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

At that time, when Jesus came into the district of Caesarea Philippi, he asked his disciples, “Who do men say that the Son of man is?” And they said, “Some say John the Baptist, others say Elijah, and others Jeremiah or one of the prophets.” He said to them, “But who do you say that I am?” Simon Peter replied, “You are the Christ, the Son of the living God.” And Jesus answered him, “Blessed are you, Simon son of Jonah! For flesh and blood has not revealed this to you, but my Father who is in heaven. And I tell you, you are Peter, and on this rock I will build my church, and the gates of Hades shall not prevail against it. I will give you the keys of the kingdom of heaven, and whatever you bind on earth shall be bound in heaven, and whatever you loose on earth shall be loosed in heaven.”

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος τοῦ Κυρίου δεηθῶμεν.

That this water become holy by the might, and operation, and descent of the Holy Spirit, let us pray to the Lord.

Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν τοῦ Κυρίου δεηθῶμεν.

That the cleansing operation of the super-substantial Trinity descend upon these waters, let us pray to the Lord.

Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων καὶ πάσης ἀντικειμένης δυνάμεως ἀποτρεπτικὸν τοῦ Κυρίου δεηθῶμεν.

That this water be a medicine for souls and bodies and prevention against every hostile force, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἔργου τῶν χειρῶν ἡμῶν, καὶ τῶν συνόντων ἀδελφῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the work of our hands and that of our brethren with us, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΔΙΑΚΟΝΟΣ· Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

Ὁ Ἀρχιερεὺς κλίνας τὴν κεφαλὴν ἐπεύχεται λέγων·

The Hierarch, bowing his head, prays saying:

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

ΕΥΧΗ ΑΓΙΑΣΜΟΥ

PRAYER FOR THE BLESSING OF THE WATER

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ὁ ἁγιάσας τὰ ῥεῖθρα τοῦ Ἰορδάνου, διὰ τῆς σωτηριώδους σου ἐπιφανείας, αὐτὸς καὶ νῦν κατάπεμψον τὴν χάριν τοῦ παναγίου σου Πνεύματος, καὶ εὐλόγησον τὸ ὕδωρ τοῦτο πρὸς ἁγιασμὸν καὶ τελείωσιν τοῦ σεβασμίου τούτου οἴκου σου κατὰ τὰ θυρανοίξια ταῦτα, καὶ στερέωσον καὶ συντήρησον αὐτὸν ἀσάλευτον καὶ δεδοξασμένον ἐν σοὶ μέχρι τῆς συντελείας τῶν αἰώνων.

Lord Jesus Christ our God, who sanctified the waters of the Jordan through Your salvific epiphany, we pray You send down the grace of Your all-holy Spirit and bless this water, for the sanctification and completion of this Your august house of worship, as we perform its Door Opening today. Support its foundations and preserve it unshaken and glorious in You, until the end of time.

Ὅτι σὺ εἶ ὁ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are He who sanctifies all things, Christ our God, and to You we offer up glory with Your Father who is without beginning and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Λαβὼν τὸν τίμιον σταυρόν, μετὰ κλάδων βασιλικοῦ, βαπτίζει τοῦτον τρὶς ἐντὸς τοῦ ὕδατος, ἀναδύων καὶ καταδύων τοῦτον καὶ λέγει·

Taking the holy cross together with some basil, the Hierarch immerses them in the water three times while chanting:

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Ἦχος αʹ.

Mode 1.

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA]



Εἶτα ῥαντίζων τὴν θύραν καὶ τὰς πλευράς τοῦ νέου ναοῦ καὶ τὸν παριστάμενον λαόν. Ἐν συνεχείᾳ, ὁ Ἀρχιερεύς, πρὸ τῶν θυρῶν τοῦ ἱεροῦ ναοῦ ἱστάμενος, ἀναφωνεῖ·

The Hierarch sprinkles the doors of the church building as well as the people in attendance. Then the Hierarch stands before the church doors and exclaims:

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

Lift up the gates, O you rulers, and be lifted up, you everlasting doors, and the King of glory shall enter. [SAAS]

Ἔσωθεν δὲ τοῦ ἱεροῦ ναοῦ τίθεται ἡ ἐρώτησις·

From inside the church the question is asked:

Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

Who is this King of glory? [SAAS]

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

The Lord strong and mighty, the Lord powerful in battle. [SAAS]

Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

Lift up the gates, O you rulers, and be lifted up, you everlasting doors, and the King of glory shall enter. [SAAS]

Ἔσωθεν τοῦ ἱεροῦ ναοῦ ἡ ἐρώτησις·

From inside the church the question is asked:

Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

Who is this King of glory? [SAAS]

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

The Lord strong and mighty, the Lord powerful in battle. [SAAS]

Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

Lift up the gates, O you rulers, and be lifted up, you everlasting doors, and the King of glory shall enter. [SAAS]

Ἔσωθεν τοῦ ἱεροῦ ναοῦ ἡ ἐρώτησις·

From inside the church the question is asked:

Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

Who is this King of Glory? [SAAS]

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.

The Lord of hosts, He is the King of glory. [SAAS]

Καὶ ἀνοίγονται αἱ πύλαι καὶ εἰσοδεύουσι ψάλλοντες τὰ κάτωθι. Τούτων ψαλλομένων ῥαντίζει ὁ Ἀρχιερεὺς διὰ τοῦ ἁγιάσματος τὸν νέον ἱερὸν ναόν.

The doors are opened, and everyone enters singing the hymns below. During the singing, the Hierarch blesses the new church building with holy water.

Κοντάκιον. Τῶν Ἐγκαινίων.

Kontakion. For the Consecration.

Ἦχος δʹ. Ἐπεφάνης σήμερον.

Mode 4. You revealed yourself today.

Ἐπεφάνης σήμερον.

Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.

Lord, Your Church appears to us * to be like heaven * full of light, and guides with light * all who believe in You, O Christ. * And we who stand in it cry to You: * Savior, establish forever this holy house. [SD]

Μετὰ τοῦτο ψάλλεται τὸ Ἀπολυτίκον τοῦ Ναοῦ.

After this is chanted the Apolytikion of the Church.

Ἀπολυτίκιον τοῦ Ναοῦ.

Apolytikion of the Parish Church

ΔΙΑΚΟΝΟΣ· Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

ΕΥΧΗ

PRAYER

Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Αὐτός, φιλάνθρωπε Δέσποτα, ἐπίβλεψον ἐφʼ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τὰ Θυρανοίξια ἐπιτελοῦντας τοῦ σεβασμίου Ναοῦ τούτου (ὄνομα τοῦ ναοῦ), εἰς λειτουργίαν τῆς Ἁγιωτάτης σου Ἐκκλησίας.

O God and Father of our Lord Jesus Christ, You are the One who is blessed forever. We entreat You, benevolent Master, look upon us Your sinful and unworthy servants, as we conduct the door-opening ceremony of this holy church of name of the church; for the liturgical ministry of Your most holy Church.

Στερέωσον τοῦτον μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀσάλευτον, καὶ δεδοξασμένον· καὶ ἀξίωσον ἡμᾶς ἐν αὐτῷ αἰνέσεις καὶ δοξολογίας προσάγειν τῇ δόξῃ σου, εὐπροσδέκτους τε τῇ σῇ ἀγαθότητι γενέσθαι τὰς δεήσεις ἡμῶν καὶ παντὸς τοῦ Λαοῦ σου, πρεσβείαις τῆς ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων.

Support it until the end of time, and preserve it unshaken and glorious. Grant that we may offer up praises and doxologies in it, to Your glory; and may our prayers, and those of all Your people, be well received by Your goodness, at the intercessions of our immaculate Lady Theotokos and ever-virgin Mary, and of all the Saints.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

ΑΡΧΙΕΡΕΥΣ

HIERARCH

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ God, our hope. Glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy hieromartyr Anthimos, and our devout father Theoktistos, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Διʼ εὐχῶν τοῦ ἁγίου δεσπότου ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy master, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.